348
οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας τὰς ναῦς δια8.6.23 χρῶνται. καὶ διὰ τοῦτο οἱ ποιηταὶ λέγουσι πρὸς τῆς Χαρύβδεως ῥοφεῖσθαι τὰ πλοῖα, ὅσα ἂν τύχῃ τηνικάδε 8.6.24 ὄντα ἐν τῷ πορθμῷ τούτῳ. οὗτοι δὲ ταῦτα δὴ ἅπαντα οἴονται τὰ πλείστῳ παραλόγῳ ἐν πᾶσι ξυμβαίνοντα τοῖς πορθμοῖς, ἐκ τῆς ἄγχιστα οὔσης ἑκατέρωθεν ἠπείρου ξυμβαίνειν. βιαζόμενον γάρ φασι τῇ στενοχωρίᾳ τὸ ῥόθιον ἐς ἀτόπους τινὰς καὶ λόγον οὐκ 8.6.25 ἐχούσας ἀνάγκας χωρεῖν. ὥστε εἰ καὶ ὁ ῥοῦς ἐκ τοῦ Ἱεροῦ καλουμένου ἐς Βυζάντιον δοκεῖ φέρεσθαι, οὐκ ἄν τις τήν τε θάλασσαν καὶ τὸν Εὔξεινον Πόντον ἀπο8.6.26 λήγειν ἰσχυρίσαιτο ἐνταῦθα εἰκότως. οὐ γὰρ ἐπὶ στερρᾶς τινος ὁ λόγος ὅδε φύσεως ἕστηκεν, ἀλλ' ἡ στενοχωρία κἀνταῦθα νικάτω. οὐ μὴν οὐδὲ παντάπασι 8.6.27 τὸ τοιοῦτον ταύτῃ πη ἔχει. λέγουσι γὰρ οἱ ἀσπαλιεῖς τῶν τῇδε χωρίων ὡς οὐχ ὅλος δὴ εὐθὺ τοῦ Βυζαντίου ὁ ῥοῦς κάτεισιν, ἀλλ' αὐτοῦ τὰ μὲν ἄνω, ἅπερ ἡμῖν διαφανῆ ἐστι, κατὰ ταῦτα ἰέναι ξυμβαίνει, τὰ μέντοι ἔνερθεν, ἵνα δὴ ἄβυσσός ἐστί τε καὶ ὠνόμασται, τὴν ἐναντίαν τοῖς ἄνω διαρρήδην χωρεῖν, ἔμπαλίν τε τοῦ 8.6.28 φαινομένου ἐσαεὶ φέρεσθαι. ταῦτά τοι, ἐπειδὰν ἄγραν μετιόντες ἰχθύων τὰ λίνα ἐνταῦθά πη ἀπορρίψωσι, ταῦτα δὲ ἀεὶ τῷ ῥεύματι βιαζόμενα τὴν ἐπὶ τὸ Ἱερὸν 8.6.29 φέρεσθαι. ἐν δὲ Λαζικῇ πανταχόθεν ἡ γῆ τῆς θαλάσσης ἀποκρουομένη τὴν πρόοδον καὶ ἀναχαιτίζουσα τὸν αὐτῆς δρόμον, πρῶτόν τε καὶ μόνον ἀπολήγειν αὐτὴν ἐνταῦθα ποιεῖ, τοῦ δημιουργοῦ δηλονότι τὰ ὅρια σφίσι 8.6.30 τῇδε θεμένου. ἁπτομένη γὰρ ἡ θάλασσα τῆς ταύτῃ ἠϊόνος οὔτε πρόσω χωρεῖ οὔτε πη ἐς ὕψος ἐπαίρεται μεῖζον, καίπερ πανταχόθεν ἀεὶ περιρρεομένη ποταμῶν ἐκβολαῖς ἀναρίθμων τε καὶ ὑπερφυῶν ἄγαν, ἀλλ' ἀναποδίζουσα ὀπίσω ἐπάνεισιν αὖθις καὶ μέτρον διαριθμουμένη τὸ ταύτης ἴδιον, διασώζει τὸν ἐξ αὐτῆς ὅρον, ὥσπερ τινὰ δειμαίνουσα νόμον, ἀνάγκῃ τε τῇ ἀπ' αὐτοῦ ἐς τὸ ἀκριβὲς σφιγγομένη καὶ φυλασσομένη μή 8.6.31 τι τῶν ξυγκειμένων ἐκβᾶσα φανείη. τὰς γὰρ ἄλλας ἁπάσας τῆς θαλάσσης ἀκτὰς οὐκ ἀπ' ἐναντίας αὐτῇ, ἀλλ' ἐκ πλαγίου ξυμβαίνει κεῖσθαι. ἀλλὰ περὶ μὲν τούτων γινωσκέτω τε καὶ λεγέτω ἕκαστος ὅπη αὐτῷ φίλον. 8.7.1 Ὅτου δὲ ὁ Χοσρόης ἕνεκα Λαζικῆς μεταποιεῖσθαι διὰ σπουδῆς εἶχεν ἤδη μὲν πρόσθεν μοι ἐρρήθη· ὃ δὲ δὴ αὐτόν τε καὶ Πέρσας μάλιστα πάντων ἐς τοῦτο ἤνεγκεν, ἐνταῦθα δηλώσω, ὅτι δὴ καὶ χώραν τήνδε περιηγησάμενος ξύμπασαν σαφῆ τὸν περὶ τούτου 8.7.2 πεποίηκα λόγον. πολλάκις οἱ βάρβαροι οὗτοι, Χοσρόου σφίσιν ἡγουμένου, στρατῷ μεγάλῳ ἐμβαλόντες ἐς Ῥωμαίων τὴν γῆν οὐκ εὐδιήγητα μὲν τοῖς πολεμίοις ἐπήνεγκαν πάθη, ἅπερ μοι ἐν τοῖς ὑπὲρ αὐτῶν λόγοις ἐρρήθη, αὐτοῖς δὲ ὄφελος οὐδ' ὁτιοῦν ἀπενεγκαμένοις ἐνθένδε τοῖς τε χρήμασι καὶ τοῖς σώμασι προσκεκακῶσθαι ξυνέπεσε. πολλοὺς γὰρ ἀποβεβληκότες ἀεὶ ἀπηλ8.7.3 λάσσοντο ἐκ Ῥωμαίων τῆς γῆς. διὸ δὴ ἐς ἤθη ἐπανιόντες τὰ πάτρια Χοσρόῃ ὡς λαθραιότατα ἐλοιδοροῦντο καὶ διαφθορέα τοῦ Περσῶν γένους αὐτὸν ἀπεκάλουν. 8.7.4 καί ποτε καὶ ἐκ Λαζικῆς ἐπανήκοντες, ἐπειδὴ ἐνταῦθα πάθεσιν ἔτυχον ὡμιληκότες ἀνηκέστοις τισὶ, ξυστήσεσθαί τε ἐκ τοῦ ἐμφανοῦς ἐπ' αὐτὸν ἔμελλον καὶ διαχρήσεσθαι θανάτῳ οἰκτίστῳ, εἰ μὴ προμαθὼν ἐφυλάξατο, θωπείᾳ πολλῇ τοὺς ἐν σφίσι λογιμωτάτους 8.7.5 περιελθών. καὶ ἀπ' αὐτοῦ ἀπολογεῖσθαι τὴν κατηγορίαν ἐθέλων μέγα τι ὄφελος Περσῶν τῇ ἀρχῇ ἐκπορίζεσθαι διὰ σπουδῆς εἶχε. πόλει γοῦν ∆άρας αὐτίκα ἐγκεχειρηκὼς ἀπεκρούσθη ἐνθένδε, ὥσπερ μοι εἴρηται, ἐς ἀπόγνωσίν τε τῆς τοῦ χωρίου ἐπικρατήσεως 8.7.6 παντάπασιν ἦλθεν. οὐδὲ γὰρ αὐτὸ ἐξ ἐπιδρομῆς ἐξαιρήσειν τὸ λοιπὸν εἶχεν, οὕτω φυλασσομένων τῶν ἐκείνῃ φρουρῶν, οὐ μὴν οὐδὲ πολιορκῶν μηχανῇ τινι περιέ8.7.7 σεσθαι αὐτῶν ἤλπιζε. τά τε γὰρ ἄλλα τῶν ἐπιτηδείων ἐσαεὶ ἐν πόλει ∆άρας διαρκῶς ἐστιν ἐξεπίτηδες ἀποκείμενα, ὅπως δὴ ἐς μέγα τι χρόνου διαρκέσειε μῆκος, καὶ πηγὴ ἄγχιστά πη φυομένη ἐν χώρῳ κρημνώδει ποταμὸν ἀπεργάζεται μέγαν, ὅσπερ τῆς πόλεως εὐθὺ φέρεται, οὐ δυναμένων τῶν ἐπιβουλεύειν ἐφιεμένων ἑτέρωσέ πη αὐτὸν ἀποτρέπειν ἢ τρόπῳ τῳ ἄλλῳ διὰ 8.7.8