21
ἐπαγγέλλεσθαι πρόχειρόν ἐστιν, ἔργῳ δὲ τὰ «ἐπηγγελμένα ἐπιτελεῖν χαλεπώτατόν τε καὶ κρεῖσσον «ἐλπίδος, ἄλλως τε ἢν καὶ ὅρκοις τισὶ κυρώσητε τὰ 1.14.6 «ξυγκείμενα. ἡμεῖς μὲν οὖν πρὸς τὴν ὑμετέραν ἀπει»πόντες ἀπάτην ἐν ὅπλοις ἠναγκάσμεθα παρ' ὑμᾶς «ἥκειν, ὑμεῖς δὲ, ὦ φίλοι Ῥωμαῖοι, μηδὲν ἄλλο τὸ «λοιπὸν οἴεσθε ἢ πολεμητέα ὑμῖν ἐς Πέρσας εἶναι. «ἐνταῦθα γὰρ ἡμᾶς ἢ τεθνάναι ἢ καταγηράσκειν δεήσει, «ἕως ἔργῳ τὰ δίκαια πρὸς ἡμᾶς θήσεσθε.» τοσαῦτα 1.14.7 μὲν καὶ ὁ Μιρράνης ἀντέγραψεν. αὖθις δὲ οἱ ἀμφὶ Βελισάριον ἔγραψαν ὧδε «Οὐ πάντα χρὴ, ὦ βέλτιστε «Μιρράνη, τῇ ἀλαζονείᾳ χαρίζεσθαι, οὐδὲ τοῖς πέλας 1.14.8 «ἐπιφέρειν ὀνείδη τὰ μηδαμόθεν προσήκοντα. Ῥου»φῖνον γὰρ ἐπὶ πρεσβείᾳ ἥκοντα οὐκ ἄποθεν εἶναι «ἡμεῖς τε εἴπομεν ξὺν τῷ ἀληθεῖ καὶ αὐτὸς οὐκ ἐς 1.14.9 «μακρὰν εἴσῃ. γλιχομένοις δὲ ὑμῖν πολεμίων ἔργων «ἀντιταξόμεθα ξὺν θεῷ, ὃν ἡμῖν ἐν τῷ κινδύνῳ «ξυλλήψεσθαι ἴσμεν, ἠγμένον μὲν τῇ Ῥωμαίων ἀπραγμο»σύνῃ, ἀλαζονείᾳ δὲ τῇ Περσῶν νεμεσήσαντα καὶ οἷς «ἐπὶ τὴν εἰρήνην προκαλουμένοις ἡμῖν εἶτα ἀντιτείνειν 1.14.10 «ἐγνώκατε. ἀντιταξόμεθα δὲ τὰ γεγραμμένα παρ' ἑκα»τέρων ἀπ' ἄκρων σημείων ἐς τὴν ξυμβολὴν ἀναψά1.14.11 μενοι.» τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Μιρράνης δὲ καὶ αὖθις ἀμείβεται ὧδε «Οὐδὲ ἡμεῖς ἄνευ θεῶν τῶν «ἡμετέρων ἐς τὸν πόλεμον καθιστάμεθα, ξὺν αὐτοῖς «δὲ παρ' ὑμᾶς ἥξομεν, οὕσπερ τῇ ὑστεραίᾳ Πέρσας ἐς 1.14.12 «∆άρας ἐσβιβάσειν ἐλπίδα ἔχω. ἀλλά μοι τό τε βαλα»νεῖον καὶ ἄριστον ἐν παρασκευῇ τοῦ περιβόλου ἐντὸς «γινέσθω». ταῦτα οἱ ἀμφὶ Βελισάριον ἀναλεξάμενοι παρεσκευάζοντο ἐς τὴν ξυμβολήν. 1.14.13 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Πέρσας ἅπαντας περὶ ἡλίου ἀνατολὰς ξυγκαλέσας Μιρράνης ἔλεξε τοιάδε «Οὐκ ἀγνοῶ μὲν ὡς οὐ λόγοις τῶν ἡγουμένων, ἀλλ' «ἀρετῇ τε οἰκείᾳ καὶ τῇ ἐς ἀλλήλους αἰδοῖ θαρσεῖν ἐν 1.14.14 «τοῖς κινδύνοις εἰώθασι Πέρσαι. ὁρῶν δὲ ὑμᾶς δια»λογιζομένους τί δήποτε οὐ συνειθισμένον Ῥωμαίοις «πρότερον ἄνευ θορύβων τε καὶ ἀταξίας εἰς μάχην «ἰέναι, οἱ δὲ ξὺν κόσμῳ τινὶ ἔναγχος οὐδαμόθεν σφίσι «προσήκοντι Πέρσας ἐπιόντας ὑπέστησαν, τοῦδε εἵνεκα «παραίνεσιν ποιεῖσθαί τινα εἰς ὑμᾶς ἔγνωκα, ὅπως μὴ «δόξῃ οὐκ ἀληθεῖ χρωμένοις ὑμῖν σφαλῆναι συμβαίη. 1.14.15 «μὴ γὰρ οἴεσθε Ῥωμαίους ἀμείνους τὰ πολέμια ἐκ τοῦ «αἰφνιδίου γενέσθαι μηδὲ ἀρετῆς τι ἢ ἐμπειρίας κεκτῆ»σθαι πλέον, ἀλλὰ καὶ δειλοὺς αὐτοὺς γεγονέναι «μᾶλλον ἢ τὰ πρότερα ὄντες ἐτύγχανον· οἵ γε οὕτω «Πέρσας δεδίασιν ὥστε οὐδὲ τάφρου χωρὶς ἐς τὴν 1.14.16 «φάλαγγα καθίστασθαι τετολμήκασιν. οὐδὲ ξὺν ταύτῃ «μάχης τινὸς ἦρξαν, ἀλλ' ἐπεὶ ἐς χεῖρας αὐτοῖς οὐδα»μῶς ἤλθομεν, ἄσμενοί τε καὶ κρεῖσσον ἐλπίδος τὰ «πράγματα σφίσι κεχωρηκέναι οἰόμενοι ἐπὶ τὸ τεῖχος 1.14.17 «ἐχώρησαν. διὸ δὴ αὐτοῖς οὐδὲ ξυντεταράχθαι τε»τύχηκεν, οὔπω εἰς κίνδυνον πολέμου ἐλθοῦσιν. ἢν «δέ γε ἡ μάχη ἐκ χειρὸς γένηται, ὀρρωδία τε αὐτοὺς «καὶ ἀπειρία περιλαβοῦσαι ἐς ἀκοσμίαν τὴν συνήθη, 1.14.18 «ὡς τὸ εἰκὸς, καταστήσουσι. τὰ μὲν οὖν τῶν πολε»μίων τοιαῦτά ἐστιν· ὑμᾶς δὲ, ὦ ἄνδρες Πέρσαι, τοῦ 1.14.19 «βασιλέων βασιλέως ἡ κρίσις εἰσίτω. ἢν γὰρ μὴ ἐπα»ξίως τῆς Περσῶν ἀρετῆς ἐν τῷ παρόντι ἀνδραγα»θίζοισθε, κόλασις ὑμᾶς οὐκ εὐκλεὴς περιστήσεται.» 1.14.20 οὕτω μὲν Μιρράνης παρακελευσάμενος ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα ἦγε. Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸ τοῦ περιβόλου πάντας Ῥωμαίους ἀγείραντες 1.14.21 παρεκελεύσαντο ὧδε «Ὡς μὲν οὐκ εἰσὶ παντάπασιν «ἀνίκητοι Πέρσαι οὐδὲ κρείσσους ἢ θνήσκειν, ἐπίστασθε «δή που μάχῃ τῇ προτέρᾳ σταθμώμενοι· ὡς δὲ τῇ τε «ἀνδρίᾳ καὶ σώματος ἰσχύϊ περιόντες αὐτῶν μόνῳ «ἡττᾶσθε τῷ τοῖς ἄρχουσιν ἀπειθέστεροι εἶναι, οὐδεὶς 1.14.22 «ἂν ἀντείποι. ὅπερ ἐπανορθοῦν πόνῳ οὐδενὶ ὑμῖν «πάρεστι. τὰ μὲν γὰρ τῆς τύχης ἐναντιώματα σπουδῇ «ἐπανορθοῦσθαι οὐδαμῶς πέφυκε, γνώμη δὲ τῶν «οἰκείων κακῶν ῥᾳδίως ἂν ἀνθρώπῳ ἰατρὸς γένοιτο· 1.14.23 «ὥστε ἢν τῶν παραγγελλομένων κατακούειν ᾖ βουλο»μένοις ὑμῖν, αὐτίκα δὴ ἀναδήσεσθε τὸ τοῦ πολέμου «κράτος. οἱ γὰρ οὐκ ἄλλῳ τῳ ἢ τῷ ἡμετέρῳ ἀκόσμῳ