358
μὲν αὖθις καρτερά τις μάχη καὶ ὠθισμὸς πολὺς, ἔτι δὲ ἀγχωμάλου τῆς ξυμβολῆς οὔσης ξυνηνέχθη τὸ τεῖχος ἑτέρωθι, οὗπερ διορύξαντες Ῥωμαῖοι πρότερον ἔτυχον, ἐξαπιναίως καταπεσεῖν. ἐνταῦθα οὖν πολλοὶ ἐξ ἀμφοτέρων ξυνέρ8.11.55 ρεον. καὶ Ῥωμαῖοι μὲν πλήθει τοὺς πολεμίους παρὰ πολὺ ὑπεραίροντες, καίπερ δίχα διῃρημένοι, πολλῷ ἔτι μᾶλλον βάλλοντές τε καὶ ὠθοῦντες καρτερώτατα 8.11.56 τοῖς ἐναντίοις ἐνέκειντο. Πέρσαι δὲ οὐκέτι ὁμοίως ἀντεῖχον, ἑκατέρωθι βιαζόμενοι, ἀλλὰ διαιρεθεῖσα ἡ 8.11.57 ὀλιγανθρωπία ἐς ἄμφω τὰ μέρη διαφανὴς ἦν. οὕτω δὲ πονουμένων ἀμφοτέρων ἔτι τῶν στρατευμάτων καὶ οὔτε Περσῶν ἀποκρούεσθαι δυναμένων ἐγκειμένους σφίσι τοὺς πολεμίους οὔτε Ῥωμαίων βιάζεσθαι παντάπασι τὴν εἴσοδον οἵων τε ὄντων, νεανίας ἀνὴρ, Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱὸς, ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, τὰ μὲν καταπεπτωκότα τοῦ περιβόλου καὶ τοὺς ἐνταῦθα ὠθισμοὺς εἴασεν, Ἀρμενίων δὲ τῶν οἱ ἑπομένων ἐπαγαγόμενος ὀλίγους τινὰς διὰ τοῦ κρημνώδους, ᾗπερ ἅπαντες τὴν πόλιν ἀνάλωτον εἶναι ὑπώπτευον, βιασάμενος ἀνέβη τοὺς ταύτῃ 8.11.58 φρουρούς. κατά τε τὰς ἐπάλξεις γενόμενος ἕνα Περσῶν τῶν τῇδε ἀμυνομένων, ὅσπερ μαχιμώτατος ἐδόκει εἶναι, δόρατι ἔκτεινεν. ἐσβατόν τε Ῥωμαίοις ξυνηνέχθη τρόπῳ τοιῷδε. 8.11.59 Πέρσαι, οἳ ἐν πύργῳ τῷ ξυλίνῳ ἑστήκεσαν, μέγα τι χρῆμα τῶν πυρφόρων ἀγγείων ὑφῆψαν, ὅπως τῶν βαλλομένων τῷ περιόντι καταφλέξαι αὐτοῖς ἀνδράσι τὰς μηχανὰς οἷοί τε ὦσιν, οὐ δυναμένων τῶν ἀμυνο8.11.60 μένων ἅπαντα τοῖς κοντοῖς διωθεῖσθαι. πνεῦμα δὲ νότου σκληρόν τε καὶ ὑπερφυὲς ἄγαν ἐξαπιναίως ἐξ ἐναντίας αὐτοῖς ξὺν πολλῷ πατάγῳ ἐπιπεσὸν, τῶν τοῦ 8.11.61 πύργου σανίδων ἀμηγέπη μιᾶς ἥψατο. οὐ ξυνιέντων δὲ αὐτίκα τῶν ἐνταῦθα Περσῶν (πόνῳ γὰρ καὶ θορύβῳ καὶ δέει καὶ ταραχῇ ἀμέτρῳ εἴχοντο ἅπαντες, ἥ τε ἀνάγκη αὐτοῖς παρῃρεῖτο τὴν αἴσθησιν) ἡ φλὸξ κατὰ βραχὺ αἰρομένη τῷ τε τῆς Μηδείας ἐπωνύμῳ ἐλαίῳ καὶ οἷσπερ ἄλλοις ἐξήρτυτο τὸν πύργον ὅλον καὶ Πέρ8.11.62 σας τοὺς ἐνταῦθα ἐνέπρησεν. ἐξηνθρακωμένοι τε ἅπαντες ἔπεσον, οἱ μὲν ἐντὸς τοῦ περιβόλου, οἱ δὲ τούτου ἐκτὸς, ἵνα δὴ αἵ τε μηχαναὶ καὶ οἱ ἀμφ' αὐτὰς Ῥωμαῖοι ἑστήκεσαν· οὕτω δὲ καὶ οἱ ἄλλοι Ῥωμαῖοι, ὅσοι δὴ ἐς τοῦ περιβόλου τὰ καταπεπτωκότα ἐμάχοντο, ἐνδιδόντων σφίσι τῶν πολεμίων ἔς τε ὀλιγωρίαν ἐμπεπτωκότων, ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καὶ κατ' 8.11.63 ἄκρας ἡ Πέτρα ἑάλω. τῶν μὲν οὖν Περσῶν ἐς πεντακοσίους ἐς τὴν ἀκρόπολιν ἀναδραμόντες καὶ τὸ ἐκείνῃ καταλαβόντες ὀχύρωμα ἡσυχῆ ἔμενον, τοὺς δὲ ἄλλους Ῥωμαῖοι, ὅσους οὐκ ἔκτειναν ἐν τῇ ξυμβολῇ, ἐζώγρησαν ἅπαντας ἐς τριάκοντα καὶ ἑπτακοσίους 8.11.64 μάλιστα ὄντας. καὶ αὐτῶν ὀκτὼ μὲν καὶ δέκα ἀκραιφνεῖς εὗρον, οἱ δὲ λοιποὶ ἅπαντες τραυματίαι ὄντες ἐτύγχανον. ἔπεσον δὲ καὶ Ῥωμαίων πολλοί τε καὶ ἄριστοι, καὶ Ἰωάννης ὁ Θωμᾶ υἱὸς, λίθῳ τὴν κεφαλὴν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ πρός του τῶν βαρβάρων βληθεὶς ἔργα τε θαυμαστὰ ἐς τοὺς πολεμίους ἐπιδειξάμενος. 8.12.1 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Ῥωμαῖοι τῶν βαρβάρων τοὺς τὴν ἀκρόπολιν καταλαβόντας πολιορκοῦντες λόγους προὔφερον, τήν τε σωτηρίαν αὐτοῖς προτεινόμενοι καὶ τὰ πιστὰ δώσειν ὑπὲρ τούτων ὁμολογοῦντες, ταύτῃ Πέρσας καραδοκοῦντες σφᾶς αὐτοὺς 8.12.2 ἐγχειριεῖν σφίσιν. οἱ δὲ αὐτῶν οὐκ ἐνδεχόμενοι τοὺς 8.12.2 λόγους ἐς ἀντίστασιν εἶδον, καίπερ οὐκ ἐπὶ πολὺ ἀνθέξειν τῇ ταλαιπωρίᾳ οἰόμενοι, ἀλλὰ δι' ἀρετὴν θανα8.12.3 τῶντες. Βέσσας δὲ αὐτοὺς ἀποστῆσαι τῆς γνώμης ἐθέλων ἀντικαταστῆσαί τε ἐς τὴν τῆς σωτηρίας ἐπιθυμίαν, τῶν τινα Ῥωμαίων στρατιωτῶν ὡς πλησιαίτατα αὐτοῖς ἰέναι κελεύει παραίνεσίν τέ τινα ἐς τοὺς ἀνθρώπους ποιήσασθαι, δηλώσας ὅσα δὴ ἐς αὐτοὺς 8.12.4 εἰπεῖν βούλοιτο. καὶ ὃς ἀγχοτάτω γενόμενος ἔλεξε τοιάδε «Τί πεπονθότες ἐφ' ὑμῖν αὐτοῖς, ὦ βέλτιστοι «Πέρσαι, τὸν ὄλεθρον διατείνεσθε τοῦτον, ἐπιτηδεύ»οντες τὰ θανάσιμα σπουδῇ ἀλογίστῳ καὶ τῆς ἀρετῆς «τὰ ἐπιτηδεύματα διαφανῶς ἀτιμάζοντες; οὐ γάρ ἐστιν «ἀνδρεῖον τὸ τοῖς ἀμηχάνοις ἀντιστατεῖν, οὐδὲ ξυνετὸν «τὸ μὴ βούλεσθαι τοῖς