319
ἐγίνετο καὶ ἐς τὰς ναῦς ἐσεπήδησεν. ἔνθεν τε ἄραντες καὶ πνεύματος ἐπιτυχόντες ἐκείνῃ τῇ ἡμέρᾳ τῇ Σικελίας Μεσήνῃ προσέσχον, ἣ τοῦ μὲν Κρότωνος ἑπτακοσίους σταδίους διέχει, Ῥηγίνων δὲ καταντικρὺ κεῖται. 7.29.1 Ὑπὸ τοῦτον τὸν χρόνον Σκλαβηνῶν στράτευμα διαβάντες ποταμὸν Ἴστρον Ἰλλυριοὺς ἅπαντας ἄχρι Ἐπιδαμνίων ἔδρασαν ἀνήκεστα ἔργα, κτείνοντες καὶ ἀνδραποδίζοντες τοὺς ἐν ποσὶν ἡβηδὸν ἅπαντας 7.29.2 καὶ τὰ χρήματα ληϊζόμενοι. ἤδη δὲ καὶ φρούρια ἐνταῦθα πολλά τε καὶ δοκοῦντα ἐχυρὰ τὰ πρότερα εἶναι οὐδενὸς ἀμυνομένου ἐξελεῖν ἴσχυσαν, καὶ περιήρχοντο 7.29.3 ξύμπαντα κατ' ἐξουσίαν διερευνώμενοι. οἱ δὲ τῶν Ἰλλυριῶν ἄρχοντες στράτευμα πεντακισχιλίων τε καὶ μυρίων ἔχοντες εἵποντο, ἄγχιστα μέντοι τῶν πολεμίων 7.29.4 οὐδαμῆ ἐτόλμων ἰέναι. τότε δὲ καὶ σεισμοὶ πολλάκις χειμῶνος ὥρᾳ σκληροί τε λίαν καὶ ὑπερφυεῖς ἔν τε Βυζαντίῳ καὶ χωρίοις ἄλλοις ἐγένοντο, νύκτωρ ἅπαν7.29.5 τες. καὶ οἱ μὲν ταύτῃ ᾠκημένοι καταχωσθήσεσθαι ὑποτοπήσαντες ἐν δέει μεγάλῳ ἐγένοντο, οὐδὲν μέντοι 7.29.6 ἐνθένδε φλαῦρον αὐτοῖς ξυνηνέχθη παθεῖν. τότε καὶ Νεῖλος ὁ ποταμὸς ὑπὲρ ὀκτωκαίδεκα πήχυς ἀναβὰς ἐπέκλυσε μὲν τὴν Αἴγυπτον καὶ ἤρδευσε πᾶσαν, ἀλλὰ ἐν μὲν Θηβαΐδι τῇ ὕπερθεν οὔσῃ ὑφιζάνοντά τε καὶ ἀποχωροῦντα τοῖς καθήκουσι χρόνοις τὰ ὕδατα παρείχετο τοῖς τῇδε ᾠκημένοις σπείρειν τε τὴν γῆν καὶ 7.29.7 τῶν ἄλλων ἐπιμελεῖσθαι ᾗπερ εἰώθει· χώρας δὲ τῆς ἔνερθεν ἐπειδὴ πρῶτον ἐπεπόλασεν, οὐκέτι ἀπέβη, ἀλλ' ἐνοχλῶν αὐτῇ ξύμπαντα διαγέγονε τὸν τοῦ σπείρειν καιρὸν, οὐ ξυμπεσὸν τοῦτό γε πρότερον ἐκ τοῦ παντὸς αἰῶνος, ἔστι δὲ οὗ καὶ ἀπολωφῆσαν τὸ ὕδωρ ἐπέκλυσεν 7.29.8 αὖθις οὐ πολλῷ ὕστερον. ταύτῃ τε ἅπαντα ἐσεσήπει τὰ σπέρματα, ὅσα δὴ μεταξὺ καταβεβλημένα ἐς τὴν γῆν ἔτυχε. καὶ οἱ μὲν ἄνθρωποι τῷ παραλόγῳ τῆς ξυμφορᾶς ἀμηχανίᾳ πολλῇ εἴχοντο, τῶν δὲ ἄλλων ζῴων ἀπορίᾳ τροφῆς τὰ πλεῖστα ἐφθάρη. 7.29.9 Τότε καὶ τὸ κῆτος, ὃ δὴ Βυζάντιοι Πορφύριον ἐκάλουν, ἑάλω. τοῦτό τε τὸ κῆτος πλέον μὲν ἢ ἐς πεντήκοντα ἐνιαυτοὺς τό τε Βυζάντιον καὶ τὰ ἀμφ' αὐτὸ χωρία ἠνώχλει, οὐκ ἐφεξῆς μέντοι, ἀλλὰ διαλεῖ7.29.10 πον, ἂν οὕτω τύχῃ, πολύν τινα μεταξὺ χρόνον. καὶ πολλὰ μὲν κατέδυσε πλοῖα, πολλῶν δὲ τοὺς ἐπιβάτας ξυνταράττον τε καὶ βιαζόμενον ὡς ἀπωτάτω ἀπήνεγκεν. ἐπιμελὲς μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ἐγεγόνει τὸ θηρίον τοῦτο χειρώσασθαι, ἐπιτελέσαι δὲ τὸ βούλευμα οὐδεμιᾷ μηχανῇ ἔσχεν. ὅπως δὲ αὐτῷ τανῦν ἁλῶναι 7.29.11 ξυνέπεσεν, ἐγὼ δηλώσω. ἐτύγχανε μὲν γαλήνη τὴν θάλασσαν πολλὴ ἔχουσα, δελφίνων δὲ πάμπολύ τι πλῆθος ἄγχιστά πη τοῦ στόματος Πόντου τοῦ Εὐξείνου 7.29.12 ξυνέρρεον. οἵπερ ἐκ τοῦ αἰφνιδίου τὸ κῆτος ἰδόντες ἔφευγον ὥς πη ἑκάστῳ δυνατὰ γέγονεν, οἱ δὲ πλεῖστοι ἀμφὶ τοῦ Σαγάριδος τὰς ἐκβολὰς ἦλθον. τινὰς μὲν οὖν αὐτῶν καταλαβὸν τὸ κῆτος καταπιεῖν εὐθὺς ἴσχυ7.29.13 σεν. εἴτε δὲ πείνῃ εἴτε φιλονεικίᾳ ἔτι ἐχόμενον οὐδέν τι ἧσσον ἐδίωκεν, ἕως δὴ αὐτὸ ἄγχιστά πη τῆς γῆς 7.29.14 ἐκπεσὸν ἔλαθεν. ἐνταῦθά τε ἰλύϊ βαθείᾳ κομιδῆ ἐντυχὸν ἐβιάζετο μὲν καὶ πάντα ἐκίνει, ὅπως δὴ ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσοιτο, διαφυγεῖν δὲ τὸ τέναγος τοῦτο οὐδαμῆ εἶχεν, ἀλλ' ὑπὸ τῷ πηλῷ ἔτι μᾶλλον 7.29.15 ἐγίνετο. ἐπεὶ δὲ τοῦτο ἐς τοὺς περιοίκους ἅπαντας ἦλθε, δρόμῳ εὐθὺς ἐπ' αὐτὸ ᾔεσαν, ἀξίναις τε πανταχόθεν ἐνδελεχέστατα κόψαντες οὐδ' ὣς ἔκτειναν, ἀλλὰ 7.29.16 σχοίνοις ἁδραῖς τισιν εἷλκον. ἔν τε ἁμάξαις ἐνθέμενοι εὕρισκον μῆκος μὲν πηχῶν μάλιστα τριάκοντα ὂν, εὖρος δὲ δέκα. ἐνταῦθά τε κατὰ συμμορίας τινὰς διασπασάμενοι οἱ μέν τινες αὐτοῦ ἐν τῷ παρόντι ἐγεύσαντο, οἱ δὲ καὶ μοῖραν ταριχεῦσαι τὴν ἐπιβάλλουσαν 7.29.17 σφίσιν ἔγνωσαν. Βυζάντιοι δὲ, ἐπειδὴ τῶν τε σεισμῶν ᾔσθοντο καὶ τὰ ξυμπεσόντα ἀμφί τε τῷ Νείλῳ καὶ τῷ κήτει τούτῳ ἔγνωσαν, προὔλεγον αὐτίκα ξυμβήσε7.29.18 σθαι ὅσα δὴ αὐτῶν ἑκάστῳ ἤρεσκε. φιλοῦσι γὰρ ἄνθρωποι τοῖς παροῦσι διαπορούμενοι τὰ ἐσόμενα τερατεύεσθαι, καὶ τοῖς ἐνοχλοῦσιν ἀποκναιόμενοι τὰ ξυμ7.29.19 βησόμενα λόγῳ οὐδενὶ τεκμηριοῦσθαι. ἐγὼ δὲ μαντείας τε καὶ τεράτων