381
οὐκ ἐπὶ τοὺς πολεμίους, ἀλλ' ὅπως τὰς διαστάσεις αὐτοὶ ἀπ' ἀλλήλων ἐργά8.23.34 ζωνται. ἠσχολημένοι τε τῇ ἐς ἀλλήλους ἀμηχανίᾳ τῆς κατὰ σφῶν νίκης αἰτιώτατοι τοῖς πολεμίοις ἐγίνοντο. οἱ δὲ Ῥωμαῖοι ἀνδρείως μὲν τὰ ἐς τὴν ξυμβολὴν, ἐμπείρως δὲ τὰ ἐς τὴν ναυμαχίαν διαχειρίζοντες, τά τε πλοῖα μετωπηδὸν στήσαντες, καὶ οὔτε κατὰ πολὺ διεστῶτες ἀλλήλων οὔτε μὴν ἄγχιστα ξυνιόντες περαιτέρω τῆς χρείας, ἀλλὰ συμμέτρους ἀεὶ τάς τε ξυνόδους καὶ διαστάσεις ποιούμενοι, ἢν μὲν ναῦν πολεμίαν ἀποσκεδαννυμένην τῶν ἄλλων θεῷντο, κατέδυον ἐμβάλλοντες οὐδενὶ πόνῳ, εἰ δέ που ξύγχυσιν ἐς τῶν πολεμίων τινὰς ἴδοιεν, ἐνταῦθα τά τε τοξεύματα συχνὰ ἔπεμπον καὶ ἡνίκα σφίσιν ἐπιπέσοιεν, ἀτάκτοις οὖσι καὶ συντριβέσι γεγενημένοις τῷ τῆς ἀταξίας καμάτῳ, ἐκ 8.23.35 χειρὸς αὐτοὺς διεχρῶντο. ἀπειρηκότες οὖν οἱ βάρβαροι πρός τε τὰ τῆς τύχης ἐναντιώματα καὶ τὰς κατὰ τὴν μάχην ἁμαρτάδας ξυμπεπτωκυίας, οὐκ εἶχον καθ' ὅ τι μαχέσονται, οὐδὲ ναυμαχοῦντες, οὐ μέντοι οὐδὲ καθάπερ ἐν πεζομαχίᾳ ἐπὶ τῶν καταστρωμάτων ἑστῶτες, ἀλλὰ ῥίψαντες τὴν ἀγώνισιν ἐπικινδύνως ἠτρέ8.23.36 μιζον, ἐπὶ τῇ τύχῃ καταλιπόντες. διὸ δὴ ἐς ὑπαγωγὴν οἱ Γότθοι αἰσχρὰν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο, καὶ οὔτε ἀλκῆς οὔτε φυγῆς τινος εὐπρεποῦς οὔτε του ἄλλου ἐς σωτηρίαν αὐτοὺς ἄγοντος ἐμέμνηντο ἔτι, ἀλλὰ μεταξὺ πλοίων τῶν πολεμίων ὡς τὰ πολλὰ σκε8.23.37 δαννύμενοι διηποροῦντο. καὶ αὐτῶν τινες ναυσὶν ἕνδεκα διέφυγον καὶ λαθόντες ἐσώθησαν, οἱ δὲ λοιποὶ 8.23.38 ἅπαντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. ὧν δὴ πολλοὺς μὲν αὐτοχειρὶ Ῥωμαῖοι διέφθειρον, πολλοὺς δὲ αὐταῖς ναυσὶ καταδύοντες ἔκτεινον· τῶν δὲ στρατηγῶν Γουνδοὺλφ μὲν ξὺν ταῖς ἕνδεκα ναυσὶ λαθὼν ἔφυγε, τὸν 8.23.39 δὲ δὴ ἕτερον ἐζώγρησαν Ῥωμαῖοι. καὶ ἔπειτα οἱ ἐν ταῖς ἕνδεκα ναυσὶν ἐς τὴν γῆν ἀποβάντες τὰ μὲν πλοῖα εὐθὺς ἔκαυσαν, ὡς μὴ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γένωνται, αὐτοὶ δὲ πεζῇ ἐς τὸ στρατόπεδον ἐκο8.23.40 μίσθησαν, ὃ τοὺς ἐν Ἀγκῶνι ἐπολιόρκουν. φράσαντές τε αὐτοῖς τὰ ξυμπεσόντα εὐθυωρὸν ξὺν αὐτοῖς τὴν ἀναχώρησιν ἐποιήσαντο, τὸ στρατόπεδον τοῖς πολεμίοις ἀπολιπόντες, καὶ δρόμῳ τε καὶ θορύβῳ πολλῷ ἐς 8.23.41 Αὔξιμον πόλιν ἐγγύς πη οὖσαν ἀνέδραμον. Ῥωμαῖοι δὲ ἀφικόμενοι ἐς τὸν Ἀγκῶνα οὐ πολλῷ ὕστερον τό τε στρατόπεδον τῶν πολεμίων ἀνδρῶν ἔρημον αἱροῦσι καὶ τὰ ἐπιτήδεια τοῖς ἐν τῷ φρουρίῳ ἐσκομίσαντες 8.23.42 ἀπέπλευσαν ἐνθένδε. καὶ Βαλεριανὸς μὲν ἐπὶ Ῥαβέννης ἐχώρησεν, Ἰωάννης δὲ ἐς Σάλωνας ἀνέστρεψεν. αὕτη διαφερόντως ἡ μάχη τό τε φρόνημα καὶ τὴν δύναμιν Τουτίλα καὶ Γότθων κατέλυσεν. 8.24.1 Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τῇδε Ῥωμαίοις τὰ πράγματα εἶχεν ἐν Σικελίᾳ. Λιβέριος μὲν ἐνθένδε βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, Ἀρταβάνης δὲ, τοῦτο βασιλεῖ δεδογμένον, παντὸς ἦρχε τοῦ ἐν 8.24.2 Σικελίᾳ Ῥωμαίων στρατοῦ. ὃς δὴ Γότθους τοὺς ἐν τοῖς ἐκείνῃ φρουρίοις ἀπολελειμμένους, ὀλίγους κομιδῆ ὄντας, πολιορκῶν, μάχῃ τε αὐτῶν τοὺς ἐπεξιόντας νικήσας ἐς πᾶσάν τε ἀπορίαν τῶν ἀναγκαίων κατα8.24.3 στησάμενος ὕστερον ὁμολογίᾳ ξύμπαντας εἷλεν. οἷς οἱ Γότθοι περίφοβοί τε γεγενημένοι καὶ τοῖς κατὰ τὴν ναυμαχίαν ξυμπεπτωκόσι περιαλγοῦντες τὸν πόλεμον ἀπεγίνωσκον, ἤδη δυσέλπιδες τὸ παράπαν γεγενημένοι, λογιζόμενοί τε ὡς ἐν τῷ παρόντι δὴ αἰσχρῶς ἡσσημένοι τῶν πολεμίων καὶ παντάπασι διεφθαρμένοι, ἤν τις Ῥωμαίοις βοήθεια καὶ κατὰ βραχὺ ἐπιγένηται, τρόπῳ οὐδενὶ ἀντέχειν αὐτοῖς οὐδὲ χρόνου ῥοπήν τινα ἱκανοὶ ἔσονται ἢ ἐπὶ τῆς Ἰταλίας ἑστήξειν. οὐ μὴν οὐδὲ κατὰ πρεσβείαν διαπράξασθαί τι ἐκ βασιλέως ἐν 8.24.4 ἐλπίδι εἶχον. πολλάκις γὰρ ἐς αὐτὸν πρέσβεις ὁ Τουτίλας ἐτύγχανε πέμψας. οἳ, ἐπεὶ ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ ἦλθον, ἀνεδίδαξαν μὲν ὡς τῆς Ἰταλίας τὰ μὲν πολλὰ κατέλαβον Φράγγοι, ἡ δὲ λοιπὴ ἔρημος ἀνθρώπων τῷ πολέμῳ ἐπὶ πλεῖστον γεγένηται, Σικελίας δὲ καὶ ∆αλματίας, αἵπερ ἀκραιφνεῖς διέμειναν μόναι, Ῥωμαίοις ἐξίστανται Γότθοι, δασμοὺς δὲ καὶ φόρους ὑπὲρ τῆς ἐρήμου ἀποφέρειν ὁμολογοῦσιν ἀνὰ πᾶν ἔτος καὶ συμμαχήσειν ἐφ' οὓς ἂν βασιλεὺς βούλοιτο καὶ 8.24.5 τὰ ἄλλα