171
πεμπτος ἦλθεν. ἐπεί τε οὐδεὶς σφίσιν ἐπεξῄει τῶν πολεμίων, ἦγόν τε καὶ ἔφερον ληιζόμενοι ἀδεῶς ἅπαντα. τότε Ἀντάλας Ἰουστινιανῷ βασιλεῖ γράμματα 4.22.7 ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε «∆οῦλος μὲν εἶναι «τῆς σῆς βασιλείας οὐκ ἂν οὐδὲ αὐτὸς ἀρνηθείην, «Μαυρούσιοι δὲ πρὸς Σολόμωνος ἐν σπονδαῖς πεπον»θότες ἀνόσις ἔργα, ἐν ὅπλοις ὡς μάλιστα ἠναγκασμένοι «γεγόνασιν, οὔ σοι ταῦτα ἀνταίροντες, ἀλλὰ τὸν ἐχθρὸν 4.22.8 «ἀμυνόμενοι, καὶ διαφερόντως ἐγώ. οὐ γὰρ μόνον με «τῶν σιτήσεων ἀποστερεῖν ἔγνω, ἅσπερ μοι πολλῷ «πρότερον χρόνῳ Βελισάριός τε διώρισε καὶ σὺ δέδω»κας, ἀλλὰ καὶ τὸν ἀδελφὸν τὸν ἐμὸν ἔκτεινεν, οὐδὲν 4.22.9 «ἀδίκημα αὐτῷ ἐπενεγκεῖν ἔχων. τὴν μὲν οὖν δίκην «παρὰ τοῦ ἠδικηκότος ἡμᾶς λαβόντες ἔχομεν. εἰ δέ «σοι βουλομένῳ ἐστὶ δουλεύειν τε Μαυρουσίους τῇ «σῇ βασιλείᾳ καὶ πάντα ὑπηρετεῖν ᾗπερ εἰώθασι, Σέρ»γιον μὲν τὸν τοῦ Σολόμωνος ἀδελφιδοῦν ἐνθένδε «ἀπαλλαγέντα ἐπανήκειν παρὰ σὲ κέλευε, ἄλλον δὲ 4.22.10 «στρατηγὸν εἰς Λιβύην πέμπε. οὐ γάρ σε ἐπιλείψουσιν «ἄνδρες ξυνετοί τε καὶ Σεργίου τῷ παντὶ ἀξιώτεροι· «ἕως γὰρ οὗτος τῷ σῷ ἐξηγεῖται στρατῷ, εἰρήνην ἔς «τε Ῥωμαίους καὶ Μαυρουσίους ξυνίστασθαι ἀμήχανά 4.22.11 «ἐστιν.» Ἀντάλας μὲν τοσαῦτα ἔγραψε. βασιλεὺς δὲ ταῦτα ἀναλεξάμενος καὶ μαθὼν τὸ κοινὸν ἁπάντων ἐς Σέργιον ἔχθος, οὐδ' ὣς παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε, Σολόμωνος τήν τε ἄλλην ἀρετὴν καὶ τὴν τοῦ βίου καταστροφὴν αἰσχυνόμενος. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. 4.22.12 Σολόμων δὲ, ὁ Σεργίου ἀδελφὸς, δόξας ξὺν τῷ θείῳ Σολόμωνι ἐξ ἀνθρώπων ἀφανισθῆναι, πρός τε τῶν ἄλλων καὶ τοῦ ἀδελφοῦ ἠμελήθη· οὐ γάρ τις 4.22.13 αὐτὸν περιόντα ἔγνω. ἐτύγχανον δὲ ζωγρήσαντες αὐτὸν ἅτε νέον κομιδῆ ὄντα, Μαυρούσιοι, καὶ αὐτοῦ 4.22.14 ἀνεπυνθάνοντο ὅστις ποτὲ εἴη. ὁ δὲ Βανδίλος μὲν γένος, Σολόμωνος δὲ δοῦλος ἔφασκεν εἶναι. φίλον μέντοι τῶν τινα ἰατρῶν, Πηγάσιον ὄνομα, εἶναί οἱ ἐν πόλει Λαρίβῳ, πλησίον που οὔσῃ, ὃς αὐτὸν ὠνήσαιτο 4.22.15 τὰ λύτρα διδούς. οἱ μὲν οὖν Μαυρούσιοι ἄγχιστα τοῦ τῆς πόλεως περιβόλου γενόμενοι ἐκάλουν τε τὸν Πηγάσιον καί οἱ Σολόμωνα ἐπεδείκνυον, ἠρώτων τε 4.22.16 εἴ οἱ τοῦτον ὠνεῖσθαι πρὸς ἡδονῆς ἐστι. καὶ ἐπεὶ ὡμολόγει ὠνήσεσθαι, πεντήκοντά οἱ χρυσῶν ἀπέδοντο 4.22.17 τὸν Σολόμωνα. ἐντὸς δὲ τοῦ περιβόλου γενόμενος Σολόμων τοὺς Μαυρουσίους ἅτε πρὸς αὐτοῦ μειρακίου ὄντος ἐξηπατημένους, ἐτώθαζεν. αὐτὸς γὰρ Σολόμων ἔφασκεν, ὁ Βάκχου μὲν παῖς, Σολόμωνος δὲ ἀδελφιδοῦς 4.22.18 εἶναι. Μαυρούσιοι δὲ τοῖς τε ξυμπεσοῦσι περιαλγοῦντες καὶ δεινὰ ποιούμενοι, ὅτι δὴ Σεργίου τε καὶ Ῥωμαίων ἐνέχυρον κρατερὸν ἔχοντες εἶτα οὕτω παρέργως ἀφῆκαν, ἐς Λάριβόν τε ἀφίκοντο καὶ αὐτῆς ἐς πολιορκίαν κατέστησαν, ὅπως τὸν Σολόμωνα ξὺν τῇ πόλει αἱρή4.22.19 σουσιν. οἱ δὲ πολιορκούμενοι τῶν βαρβάρων τὴν προσεδρείαν κατορρωδήσαντες, ἐπεὶ οὐδὲ τὰ ἐπιτήδεια ἐσκομισάμενοι ἔτυχον, τοῖς Μαυρουσίοις ἐς λόγους ἦλθον, ἐφ' ᾧ χρήματα μεγάλα περιβαλλόμενοι τὴν 4.22.20 προσεδρείαν εὐθὺς διαλύσωσιν. οἱ δὲ οὐκ ἂν ἑλεῖν βίᾳ τὴν πόλιν οἰόμενοι, ἐπεὶ Μαυρουσίοις τειχομαχεῖν οὐδαμῆ ἤσκηται, σπανίζειν τε τὰ ἐπιτήδεια τοῖς πολιορκουμένοις ἥκιστα ἔγνωσαν, τούς τε λόγους ἐνεδέχοντο καὶ τρισχιλίους κεκομισμένοι χρυσοῦς τὴν πολιορκίαν διέλυσαν, καὶ οἱ Λευάθαι ἐπ' οἴκου ξύμπαντες ἀνεχώρησαν. 4.23.1 Ἀντάλας δὲ καὶ ὁ τῶν Μαυρουσίων στρατὸς ξυνελέγοντο αὖθις ἐν Βυζακίῳ, καὶ αὐτοῖς Στότζας ξυνῆν, στρατιώτας τε ὀλίγους τινὰς καὶ Βανδίλους 4.23.2 ἔχων. Ἰωάννης δὲ ὁ Σισινιόλου, πολλὰ λιπαρούντων 4.23.3 Λιβύων, στράτευμα ἀγείρας ἐπ' αὐτοὺς ἦλθεν. ἐτύγχανε δὲ Ἱμέριος Θρᾷξ τῶν ἐν Βυζακίῳ καταλόγων ἄρχων, ὃν δὴ τότε Ἰωάννης ἐκέλευε πάντας ἐπαγόμενον τοὺς ταύτῃ καταλόγους ξὺν τοῖς ἑκάστῳ ἡγουμένοις ἐλθόντα ἐς χωρίον Μενεφέσση, ὅ ἐστιν ἐν Βυζακίῳ, σφίσι 4.23.4 ξυμμῖξαι. ὕστερον δὲ ἀκούσας ἐνταῦθα ἐνστρατοπεδεύεσθαι τοὺς πολεμίους, Ἱμερίῳ ἔγραφε τά τε ξυμπεσόντα δηλῶν καὶ σφίσιν ἐπαγγέλλων ἑτέρωθι ἀναμίγνυσθαι, ὅπως μὴ κατὰ μόνας, ἀλλὰ