372
ἀπημελημένως οἴκοι ἐκτρέφουσιν, «εὔγνωμον δὲ τοῖς σιτίζουσι ζῷον ὁ κύων καὶ τὰ ἐς «χάριν μνημονικώτατον. πράσσεται οὖν ταῦτα τοῖς «ποιμέσι τούτου δὴ ἕνεκα, τοῦ τῶν λύκων ἐπιόντων «ποτὲ διακρούεσθαι τὰς ἐκείνων ἐφόδους τοὺς κύνας «παραστάτας τε καὶ σωτῆρας τοῖς προβατίοις καθιστα»μένους. καὶ ταῦτα ἐν γῇ τῇ πάσῃ γίνεσθαι οἴομαι. 8.19.13 «τεθέαται γὰρ τῶν πάντων οὐδεὶς οὔτε ποίμνῃ κύνας «ἐπιβουλεύσαντας οὔτε λύκους ἀμυνομένους αὐτῆς «πώποτε, ἀλλ' ὥσπερ τινὰ τοῦτον ἡ φύσις θεσμὸν «κυσί τε καὶ προβάτοις καὶ λύκοις νομοθετήσασα ἔθετο. 8.19.14 «οἶμαι δὲ κἀν τῇ βασιλείᾳ τῇ σῇ, οὗ δὴ πραγμάτων «ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάντων, τάχα δέ που καὶ τῶν «ἀμηχάνων περιουσίαν ξυμβαίνει εἶναι, παράλλαξιν 8.19.15 «τούτων τινὰ οὐδαμῆ γίγνεσθαι. ἢ γοῦν τοῖς πρέσ»βεσι τοῖς ἐμοῖς δείξατε ὅπως ἄν τι καὶ τῶν οὐκ εἰω»θότων ἐπὶ γήραος οὐδῷ μάθοιμεν· εἰ δὲ ἀραρότως «ταῦτα πανταχῆ πέφυκεν, οὐ καλόν σοί ἐστι Κουτρι»γούρων τὸ γένος ξεναγεῖσθαι, οἶμαι, τεθολωμένον «ἐπαγαγομένῳ γειτόνημα, καὶ οὓς ὄντας ὑπερορίους 8.19.16 «οὐκ ἤνεγκας, τανῦν ἐνδήμους πεποιημένῳ. αὐτοί τε «γὰρ τρόπον ἐς Ῥωμαίους τὸν οἰκεῖον ἐνδείξονται οὐ «πολλῷ ὕστερον, καὶ τούτου χωρὶς οὔτε πολέμιος ἐπι»λείψει διαφθείρων τὴν Ῥωμαίων ἀρχὴν, ἐλπίδι τοῦ «ἡσσηθεὶς ἀμείνων ἔσεσθαι παρὰ σοὶ, οὔτε φίλος «περιέσται Ῥωμαίοις, ἐμπόδιός ποτε τοῖς καταθέουσι «γῆν τὴν ὑμετέραν ἐσόμενος, δέει τοῦ μὴ, ἐπειδὰν «φέρηται παρὰ τῆς τύχης τὰ κράτιστα, τοὺς ἡσσημέ»νους ἐπιδεῖν ἐπιφανέστερον αὑτοῦ παρ' ὑμῖν πράσ»σοντας, εἴ γε ἡμεῖς μὲν ἐν χώρᾳ ἐρήμῳ τε καὶ ἄλλως «ἀγόνῳ τὰ διαιτητήρια ἔχομεν, τοῖς δὲ Κουτριγούροις «σιτωνεῖν τε καὶ τοῖς οἰνῶσι κατακραιπαλᾶν ἐν ἐξου8.19.17 «σίᾳ ἐστὶ καὶ παροψίδας αἱρεῖσθαι πάσας. πάντως «δέ πη καὶ βαλανείων αὐτοῖς μέτεστι, καὶ χρυσοφο»ροῦσιν οἱ πλανῆται καὶ ἱματίων οὐκ ἀμοιροῦσι λεπτῶν «τε καὶ πεποικιλμένων καὶ καταληλειμμένων χρυσῷ. 8.19.18 «καίτοι Κουτρίγουροι μὲν Ῥωμαίων ἀνάριθμα πλήθη «ἐξηνδραποδικότες τὰ πρότερα μετήνεγκαν ἐς γῆν τὴν 8.19.19 «σφετέραν. οἷς δὴ τὰ ἀνδραποδώδη πάντα ἐπέχειν «οὐ πάρεργον τοῖς καταράτοις ἐγίνετο, ἀλλὰ καὶ «μάστιγας οὐχ ἡμαρτηκόσιν ἐντεῖναι καὶ θανατοῦν «ἴσως πρόχειρον ἦν, καὶ ὅσα ἄλλα δεσπότῃ βαρβά8.19.20 «ρῳ ὅ τε τρόπος καὶ ἡ ἐξουσία ἐφίησιν. ἡμεῖς δὲ «πόνοις τε ἡμετέροις καὶ κινδύνοις ἐς ψυχὴν φέρουσι «τύχης αὐτοὺς ἀπαλλάξαντες τῆς τότε κρατούσης τοῖς «γειναμένοις ἀπέδομεν, διαπονήματα ἡμῖν τοῦ πολέμου 8.19.21 «γεγενημένους. ὧν δὴ τὰς ἀμοιβὰς πρὸς ὑμῶν ἀπ' «ἐναντίας ἑκάτεροι κεκομίσμεθα, εἴ γε ἡμεῖς μὲν ἀπο»λαύομεν ἔτι τῶν πατρίων κακῶν, οἱ δὲ τοῖς δι' «ἀρετὴν ἡμετέραν ἀποφυγοῦσι τὴν αὐτῶν δούλωσιν «χώρας τῆς ἐκείνων ἰσομοιροῦντες διαλαγχάνουσι.» 8.19.22 τοσαῦτα μὲν Οὐτιγούρων οἱ πρέσβεις εἶπον. βασιλεὺς δὲ αὐτοὺς πολλὰ τιθασσεύσας καὶ δώρων πλήθει παρηγορήσας οὐκ ἐς μακρὰν ἀπεπέμψατο. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι. 8.20.1 Κατὰ δὲ τὸν χρόνον τοῦτον τῷ τε Οὐάρνων ἔθνει καὶ στρατιώταις νησιώταις, οἳ δὴ ἐν νήσῳ τῇ Βριττίᾳ καλουμένῃ ᾤκηνται, πόλεμος καὶ μάχη ἐγένετο 8.20.2 ἐξ αἰτίας τοιᾶσδε. Οὔαρνοι μὲν ὑπὲρ Ἴστρον ποταμὸν ἵδρυνται, διήκουσι δὲ ἄχρι ἐς Ὠκεανὸν τὸν ἀρκτῷον καὶ ποταμὸν Ῥῆνον, ὅσπερ αὐτούς τε διορίζει καὶ Φράγγους 8.20.3 καὶ τὰ ἄλλα ἔθνη, ἃ ταύτῃ ἵδρυνται. οὗτοι ἅπαντες, ὅσοι τὸ παλαιὸν ἀμφὶ Ῥῆνον ἑκατέρωθεν ποταμὸν ᾤκηντο, ἰδίου μέν τινος ὀνόματος ἕκαστοι μετελάγχανον, ὧν δὴ ἔθνος ἓν Γερμανοὶ ὀνομάζονται, ἐπὶ κοινῆς δὲ Γερ8.20.4 μανοὶ ἐκαλοῦντο ἅπαντες. Βριττία δὲ ἡ νῆσος ἐπὶ τούτου μὲν Ὠκεανοῦ κεῖται, τῆς ἠϊόνος οὐ πολλῷ ἄποθεν, ἀλλ' ὅσον ἀπὸ σταδίων διακοσίων καταντικρὺ τῶν τοῦ Ῥήνου ἐκβολῶν μάλιστα, Βρεττανίας δὲ καὶ 8.20.5 Θούλης τῆς νήσου μεταξύ ἐστιν. ἐπεὶ Βρεττανία μὲν πρὸς δύοντά που κεῖται ἥλιον κατὰ τῆς Ἱσπανῶν τὰ ἔσχατα χώρας, ἀμφὶ σταδίους οὐχ ἧσσον ἢ ἐς τετρακισχιλίους τῆς ἠπείρου διέχουσα, Βριττία δὲ ἐς τῆς Γαλλίας τὰ ὄπισθεν, ἃ δὴ πρὸς Ὠκεανὸν τετραμμένα, Ἱσπανίας δηλονότι καὶ Βρεττανίας πρὸς βορρᾶν ἄνεμον.