282
ἐπάλξεις κατέφυγον, τῶν δὲ βαρβάρων αὐτοῖς πλήθει πολλῷ ἐς χεῖρας ἰόντων οἵ τε ἄλλοι καὶ Ἀρταβάζης πάντων μάλιστα ἔργα θαυμαστὰ ἐνδεικνύμενοι καρτε7.3.18 ρώτατα τοὺς ἐπιόντας ἠμύνοντο. καὶ τότε δὴ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τὰ ὑπὲρ τῶν ἐν Βερώνῃ χρημάτων πρὸς ἀλλήλους διοικησάμενοι παντὶ τῷ ἄλλῳ 7.3.19 στρατῷ ἐπὶ τὴν πόλιν χωρεῖν ἔγνωσαν. ἀποκεκλεισμέ7.3.19 νας δὲ σφίσι τὰς πύλας εὑρόντες ἰσχυρότατά τε τοὺς πολεμίους ἀμυνομένους ὀπίσω κατὰ τάχος ἀπήλαυνον, καίπερ μαχομένους ἐντὸς τοῦ περιβόλου τοὺς ἑτέρους θεώμενοι καὶ δεομένους μὴ σφᾶς ἀπολιπεῖν, ἀλλ' αὐτοῦ μένειν, ἕως ἂν καταφυγόντες ἐς αὐτοὺς σώζοιντο. 7.3.20 διὸ δὴ οἱ ἀμφὶ τὸν Ἀρταβάζην τῷ τε πλήθει βιαζόμενοι τῶν πολεμίων καὶ ἀπογνόντες τὴν ἀπὸ τῶν οἰκείων ἐπικουρίαν, ἀπὸ τοῦ τείχους ἔξω ἥλαντο ἅπαν7.3.21 τες. οἷς μὲν οὖν καταπεσεῖν ἐφ' ὁμαλοῦ χωρίου ξυνέβη, οὗτοι δὴ ἀθῷοι ἐς τὸ Ῥωμαίων στρατόπεδον ἐκομίσθησαν, ἐν οἷς καὶ Ἀρταβάζης ἦν, ὅσοι μέντοι ἐς δυσχω7.3.22 ρίας κατέπεσον, αὐτοῦ ἅπαντες διεφθάρησαν. ἐπεί τε Ἀρταβάζης ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθε, πολλά τε ὀνειδίσας καὶ λοιδορησάμενος ἅπασι ξὺν αὐτοῖς ᾔει, τόν τε Ἠριδανὸν διαβάντες ἐν Φαβεντίᾳ πόλει ἐγένοντο, ἣ χώρας μὲν τῆς Αἰμιλίας ἐστὶ, σταδίους δὲ εἴκοσι καὶ ἑκατὸν Ῥαβέννης διέχει. 7.4.1 Τουτίλας δὲ τὰ ἐν Βερώνῃ ξυμπεσόντα μαθὼν Γότθων τε τῶν ἐκ Βερώνης πολλοὺς μετεπέμπετο, καὶ ἐπεὶ παρῆσαν, παντὶ τῷ στρατῷ, ἐς πεντακισχιλίους ὄντι, ἐπὶ τοὺς ἐναντίους ᾔει. ὃ δὴ μαθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τὰ παρόντα σφίσιν ἐν βουλῇ 7.4.2 ἐποιοῦντο. καὶ παρελθὼν Ἀρταβάζης ἔλεξε τοιάδε «Μηδεὶς ὑμῶν, ἄνδρες ἄρχοντες, ὑπερφρονεῖν τῶν «πολεμίων ἅτε ἡμῶν τῷ πλήθει ἐλασσουμένων τανῦν «ἀξιούτω, μηδὲ, ὅτι πρὸς τοὺς Βελισαρίῳ δεδουλω»μένους ἀγωνίζεται, λογισμῷ ἀναπεπτωκότι ἐπ' αὐτοὺς 7.4.3 «ἴτω. πολλοὶ γὰρ δόξῃ οὐκ ἀληθεῖ ἐξηπατημένοι σφᾶς «αὐτοὺς ἔσφηλαν, καὶ καταφρόνημά τισιν οὐκ ἐν δέοντι «γινόμενον τὴν ὑπάρχουσαν αὐτοῖς καταλῦσαι δύναμιν «ἴσχυσεν, ἐπεὶ καὶ ἄλλως ἡ προλαβοῦσα κακοπραγία 7.4.4 «τούσδε τοὺς ἄνδρας ἐς εὐτυχίαν παρακαλεῖ. τύχη «γὰρ εἰς ἀπόγνωσιν ἀγαθῶν ἐλπίδων ἐλθοῦσα ἐς 7.4.5 «εὐτολμίας ὑπερβολὴν περιίσταται. καὶ ταῦτα οὐχ «ὑποψίᾳ τανῦν ἠγμένος ἐν ὑμῖν εἴρηκα, ἀλλ' οἷς δια»κινδυνεύσας πρὸς αὐτοὺς ἔναγχος ἐκμεμάθηκα τὴν 7.4.6 «τῶν ἀνδρῶν τόλμαν. καί με νομιζέτω μηδεὶς ξὺν «ὀλίγοις τισὶν ἡσσηθέντα τῶν πολεμίων θαυμάσαι τὴν «δύναμιν, ἐπεὶ ἀνδρῶν ἀρετὴ καὶ πλήθει ὑπεραιρόν»των καὶ τούτῳ ἐλασσουμένων τοῖς γε πρὸς αὐτοὺς δια7.4.7 «μαχησομένοις ἔνδηλος γίνεται. οἶμαι τοίνυν ἡμῖν «μᾶλλον ξυνοίσειν τοῦ ποταμοῦ τηρήσασι τὴν διάβα»σιν τοῖς βαρβάροις, ἐπειδὰν ἐς ἥμισυ διαβαίνοιεν, ἐς 7.4.8 «χεῖρας ἰέναι ἢ πᾶσιν ἀθρόοις ἤδη γεγενημένοις. μηδενί «τε ἄδοξος εἶναι ἡ τοιαύτη δεδόχθω νίκη. δόξαν τε «γὰρ καὶ ἀδοξίαν ἡ τῶν πραγμάτων ἀπόβασις ὀνο»μάζειν φιλεῖ, καὶ τοὺς νενικηκότας εἰώθασιν ἐπαινεῖν «ἄνθρωποι, οὐ διερευνώμενοι τῆς νίκης τὸν τρόπον.» 7.4.9 Ἀρταβάζης μὲν τοσαῦτα εἶπεν. οἱ δὲ δὴ ἄρχοντες τῷ διαμαχομένῳ τῆς γνώμης τῶν δεόντων οὐδὲν ἔπρασσον, ἀλλ' αὐτοῦ μένοντες τὸν καιρὸν ἔτριβον. 7.4.10 Ἤδη δὲ ὁ τῶν Γότθων στρατὸς ἄγχιστα ἐγεγόνει, καὶ ἐπεὶ διαβαίνειν τὸν ποταμὸν ἔμελλον, ξυγκαλέσας Τουτίλας ἅπαντας τοιαῦτα παρεκελεύσατο «Αἱ μὲν «ἄλλαι ξύμπασαι μάχαι, ὦ ἄνδρες ξυγγενεῖς, ὁμοίαν «τινὰ μάχην ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπαγγελλόμεναι τοῖς «στρατοπέδοις ἐς τὴν ἀγωνίαν ὁρμῶσιν, ἡμεῖς δὲ τοῖς «πολεμίοις οὐκ ἐξ ἀντιπάλου τῆς τύχης, ἀλλὰ πολλῷ «τῷ διαλλάσσοντι χρώμενοι ἐς τὸν ἀγῶνα καθιστάμεθα 7.4.11 «τόνδε. οἱ μὲν γὰρ ἡσσηθέντες, ἂν οὕτω τύχοι, «οὐκ ἐς μακρὰν ἀναμάχεσθαι πρὸς ἡμᾶς ἕξουσιν. ἔν «τε γὰρ τοῖς ὀχυρώμασιν Ἰταλίας ἁπάσης πλῆθος «αὐτοῖς στρατιωτῶν ἀπολέλειπται καὶ ἄλλο στράτευμα «ἐκ Βυζαντίου αὐτίκα δὴ μάλα ἐπιβοηθήσειν οὐδὲν «ἀπεικός. ἡμῶν δὲ ταὐτὸ τοῦτο παθόντων τὸ Γότθων 7.4.12 «ὄνομα μετὰ τῆς ἐλπίδος ἀπολωλέναι λελείψεται. ἐκ «μυριάδων γὰρ εἴκοσιν ἐς πεντακισχιλίους ἡμᾶς ἀπο»κεκρίσθαι