169
τὸν πύργον ἀνέβαινον, καὶ τάς τε γυναῖκας τά τε χρήματα, μεγάλα κομιδῆ 4.20.29 ὄντα, ἐνθένδε ἐξεῖλον. ἀφ' ὧν δὴ Σολόμων πολλὰς τῶν ἐν Λιβύῃ πόλεων περιέβαλε τείχεσι. 4.20.30 Καὶ ἐπειδὴ Μαυρούσιοι ἀνεχώρησαν ἐκ Νουμιδίας νικηθέντες, ὥσπερ ἐρρήθη, Ζάβην τε τὴν χώραν, ἣ ὑπὲρ ὄρος τὸ Αὐράσιόν ἐστι Μαυριτανία τε ἡ πρώτη καλεῖται μητρόπολιν Σίτιφιν ἔχουσα, τῇ Ῥωμαίων ἀρχῇ 4.20.31 ἐς φόρου ἀπαγωγὴν προσεποίησε· Μαυριτανίας γὰρ τῆς ἑτέρας πρώτη Καισάρεια τυγχάνει οὖσα, οὗ δὴ ὁ Μαστίγας ξὺν Μαυρουσίοις τοῖς αὑτοῦ ἵδρυτο, ξύμπαντα τὰ ἐκείνῃ χωρία κατήκοά τε καὶ φόρου ὑποτελῆ 4.20.32 πλήν γε δὴ πόλεως Καισαρείας ἔχων. ταύτην γὰρ Ῥωμαίοις Βελισάριος τὸ πρότερον ἀνεσώσατο, ὥσπερ ἐν τοῖς ἔμπροσθέν μοι δεδήλωται λόγοις· ἐς ἣν Ῥωμαῖοι ναυσὶ μὲν εἰς ἀεὶ στέλλονται, πεζῇ δὲ ἰέναι οὐκ εἰσὶ δυνατοὶ Μαυρουσίων ἐν ταύτῃ ᾠκημένων τῇ 4.20.33 χώρᾳ. καὶ ἀπ' αὐτοῦ Λίβυες ἅπαντες, οἳ Ῥωμαίων κατήκοοι ἦσαν, εἰρήνης ἀσφαλοῦς τυχόντες καὶ τῆς Σολόμωνος ἀρχῆς σώφρονός τε καὶ λίαν μετρίας, ἔς τε τὸ λοιπὸν πολέμιον ἐν νῷ οὐδὲν ἔχοντες, ἔδοξαν εὐδαιμονέστατοι εἶναι ἀνθρώπων ἁπάντων. 4.21.1 Τετάρτῳ δὲ ὕστερον ἐνιαυτῷ ἅπαντα σφίσιν ἀγαθὰ ἐς τοὐναντίον γενέσθαι ξυνέπεσεν. ἔτος γὰρ ἕβδομόν τε καὶ δέκατον Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, Κῦρός τε καὶ Σέργιος, οἱ Βάκχου τοῦ Σολόμωνος ἀδελφοῦ παῖδες, πόλεων τῶν ἐν Λιβύῃ πρὸς βασιλέως ἄρχειν ἔλαχον, Πενταπόλεως μὲν Κῦρος ὁ πρεσβύτερος, Τριπόλεως δὲ Σέργιος. 4.21.2 Μαυρούσιοι δὲ οἱ Λευάθαι καλούμενοι στρατῷ μεγάλῳ ἐς Λεπτίμαγναν πόλιν παρ' αὐτὸν ἵκοντο, ἐπιθρυλλοῦντες ὅτι δὴ τούτου ἕνεκα ἥκοιεν, ὅπως ὁ Σέργιος δῶρά τε καὶ ξύμβολα σφίσι τὰ νομιζόμενα δοὺς τὴν εἰρήνην 4.21.3 κρατύνηται. Σέργιος δὲ Πουδεντίῳ ἀναπεισθεὶς Τριπολίτῃ ἀνδρὶ, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε κατ' ἀρχὰς τοῦ Βανδιλικοῦ πολέμου Ἰουστινιανῷ βασιλεῖ ἐπὶ Βανδίλους ὑπηρετήσαντος, ὀγδοήκοντα μὲν τῶν βαρβάρων τοὺς μάλιστα δοκίμους τῇ πόλει ἐδέξατο, ἅπαντα ἐπιτελέσειν ὑποσχόμενος τὰ αἰτούμενα, τοὺς δὲ ἄλλους ἐν τῷ προαστείῳ μένειν 4.21.4 ἐκέλευσε. τούτοις δὴ τοῖς ὀγδοήκοντα πίστεις ἀμφὶ τῇ εἰρήνῃ παρασχόμενος, οὕτω δὴ αὐτοὺς ἐπὶ θοίνην ἐκάλεσε. τούτους δὲ λέγουσι τοὺς βαρβάρους νῷ δολερῷ ἐν τῇ πόλει γενέσθαι, ὅπως Σέργιον ἐνεδρεύ4.21.5 σαντες κτείνωσιν. ἐπειδή τε αὐτῷ ἐς λόγους ἦλθον, ἄλλα τε Ῥωμαίοις ἐπεκάλουν ἐγκλήματα καὶ τὰ λήια 4.21.6 σφίσιν οὐ δέον δηϊῶσαι. ἅπερ ὁ Σέργιος ἐν ἀλογίᾳ πεποιημένος, ἐκ τοῦ βάθρου ἐξαναστὰς, ἐφ' οὗπερ 4.21.7 καθῆστο, ἐβούλετο ἀπαλλάσσεσθαι. καί τις αὐτοῦ τῶν βαρβάρων τῆς ἐπωμίδος λαβόμενος ἐνεχείρει οἱ ἐμπό4.21.8 διος εἶναι. ἔς τε θόρυβον ἐνθένδε καταστάντες οἱ 4.21.9 ἄλλοι ἀμφ' αὐτὸν ἤδη ξυνέρρεον. τῶν δέ τις Σεργίου δορυφόρων τὸ ξίφος σπασάμενος τοῦτον δὴ τὸν 4.21.10 Μαυρούσιον διεχρήσατο. καὶ ἀπ' αὐτοῦ ταραχῆς, ὡς τὸ εἰκὸς, γενομένης ἐν τῷ δωματίῳ μεγάλης, οἱ Σεργίου δορυφόροι τοὺς βαρβάρους ἅπαντας ἔκτειναν. 4.21.11 καὶ αὐτῶν εἷς, ἐπειδὴ κτεινομένους τοὺς ἄλλους εἶδε, τοῦ τε οἰκήματος, ἵνα δὴ ταῦτα ἐπράσσετο, ἐκπεπήδηκε, λαθὼν ἅπαντας, ἔς τε τοὺς ὁμοφύλους ἀφικό4.21.12 μενος τὰ σφίσι ξυμπεσόντα ἐδήλου. οἱ δὲ ταῦτα ἀκούσαντες ἔς τε τὸ οἰκεῖον στρατόπεδον κομίζονται δρόμῳ καὶ ξὺν τοῖς ἄλλοις ἅπασιν ἐν ὅπλοις ἐπὶ Ῥω4.21.13 μαίους ἐγένοντο. οἷς δὴ ἀμφὶ πόλιν Λεπτίμαγναν ἀφικομένοις Σέργιός τε καὶ Πουδέντιος παντὶ τῷ 4.21.14 στρατῷ ὑπηντίαζον. τῆς τε μάχης ἐκ χειρὸς γινομένης τὰ μὲν πρῶτα ἐνίκων Ῥωμαῖοι καὶ τῶν πολεμίων πολλοὺς ἔκτειναν, καὶ αὐτῶν τὸ στρατόπεδον ληισάμενοι τῶν τε χρημάτων ἐκράτησαν καὶ γυναικῶν τε καὶ παί4.21.15 δων ἐξηνδραπόδισαν μέγα τι χρῆμα. ὕστερον δὲ Πουδέντιος θράσει ἀπερισκέπτῳ ἐχόμενος θνήσκει. Σέργιος δὲ σὺν τῷ Ῥωμαίων στρατῷ, ἤδη γὰρ καὶ συνεσκόταζεν, ἐς Λεπτίμαγναν ἐσήλασε. 4.21.16 Χρόνῳ δὲ ὕστερον οἱ μὲν βάρβαροι μείζονι παρασκευῇ ἐπὶ Ῥωμαίους ἐστράτευσαν. Σέργιος δὲ παρὰ Σολόμωνα τὸν θεῖον ἐστάλη, ἐφ' ᾧ καὶ αὐτὸς μείζονι στρατῷ ἐπὶ τοὺς πολεμίους ἴοι· οὗ δὴ καὶ Κῦρον τὸν