253
δράσωσι, καὶ ἀμφὶ τοῖς πολιορκουμένοις ἐδείμαινον μὴ τῇ 6.16.4 ἀπορίᾳ τῶν ἀναγκαίων δεινόν τι πάθωσιν. οἱ μὲν οὖν πλεῖστοι Ἰωάννῃ χαλεπῶς ἔχοντες ἐποιοῦντο τοὺς λόγους. ἐπεκάλουν γάρ οἱ ὅτι θράσει τε ἀλογίστῳ καὶ χρημάτων πολλῶν ἔρωτι ἐς τόσον κινδύνου ἀφίκοιτο, καὶ οὐκ ἐν τάξει οὐδὲ ᾗ Βελισάριος ἐξηγεῖτο 6.16.5 ἐῴη τὰ τοῦ πολέμου περαίνεσθαι. Ναρσῆς δὲ (καὶ γάρ οἱ φίλτατος ἦν Ἰωάννης ἀνθρώπων ἁπάντων) δείσας μὴ Βελισάριος πρὸς τὰ τοῖς ἄρχουσιν εἰρημένα ἐνδοὺς ἐν δευτέρῳ τὰ ἐν Ἀριμίνῳ πράγματα θῆται 6.16.6 ἔλεξε τοιάδε «Οὐκ ἐν τοῖς εἰωθόσι διαλογίζεσθε, ἄν»δρες ἄρχοντες, οὐδὲ ὑπὲρ ὧν ἄν τις εἰκότως ἀμφι»γνοήσειε τὴν βουλὴν ἔχετε, ἀλλ' ἐν οἷς πάρεστι καὶ «τοῖς ἐς πολέμου πεῖραν οὐδεμίαν ἐλθοῦσι τὴν αἵρεσιν 6.16.7 «αὐτοσχεδιάζουσιν ἑλέσθαι τὰ κρείσσω. εἰ μὲν γὰρ ὅ «τε κίνδυνος ἐν ἴσῳ εἶναι δοκεῖ καὶ βλάβος ἑκατέρω»θεν τοῖς γε ἀποτυχοῦσιν ἀντίπαλον, βουλεύεσθαί τε «ἱκανῶς ἄξιον καὶ λογισμῶν ἐπὶ πλεῖστον ἰοῦσιν οὕτω 6.16.8 «ποιεῖσθαι τὴν ὑπὲρ τῶν παρόντων διάγνωσιν. ἡμεῖς «δὲ εἰ μὲν τὴν ἐς Αὔξιμον προσβολὴν ἐς ἄλλον τινὰ «χρόνον ἀποθέσθαι βουλοίμεθα, τὴν ζημίαν ἐν τοῖς «ἀναγκαίοις οὐδαμῶς ἕξομεν· τί γὰρ ἂν μεταξὺ τὸ «διαλλάσσον εἴη; ἐν Ἀριμίνῳ δὲ, ὡς τὸ εἰκὸς, σφα»λέντες, εἰ μὴ λίαν πικρὸν εἰπεῖν ᾖ, τὴν Ῥωμαίων 6.16.9 «ἰσχὺν καταλύσομεν. εἰ μὲν οὖν Ἰωάννης ἐς τὰς σὰς «ἐντολὰς ὕβρισεν, ἄριστε Βελισάριε, πολλήν γε τὴν «δίκην ἔχεις παρ' ἐκείνου λαβὼν, ἐπεί σοι πάρεστι «σώζειν τε τὸν ἐπταικότα καὶ τοῖς πολεμίοις προΐε6.16.10 «σθαι. σκόπει δὲ μὴ τὰς ποινὰς ὧν Ἰωάννης ἀγνοή»σας ἥμαρτε παρὰ βασιλέως τε καὶ ἡμῶν λάβῃς. εἰ «γὰρ νῦν Ἀρίμινον ἐξέλωσι Γότθοι, στρατηγόν τε «αὐτοῖς Ῥωμαίων δραστήριον καὶ στράτευμα ὅλον καὶ «πόλιν κατήκοον βασιλεῖ δορυάλωτον πεποιῆσθαι ξυμ6.16.11 «βήσεται. καὶ οὐκ ἄχρι τούτου στήσεται τὸ δεινὸν, «ἀλλὰ καὶ ξύμπασαν καταστῆσαι τὴν τοῦ πολέμου δυ»νήσεται τύχην. οὑτωσὶ γὰρ λογίζου περὶ τῶν πολε»μίων, ὡς πλήθει μὲν στρατιωτῶν ἔτι καὶ νῦν ἡμῶν «παρὰ πολὺ προὔχουσιν, ἐς ἀνανδρίαν δὲ οἷς πολλάκις «ἐσφάλησαν ἐμπεπτώκασιν. εἰκότως· τὸ γὰρ τῆς τύχης 6.16.12 «ἐναντίωμα πᾶσαν αὐτῶν τὴν παρρησίαν ἀφείλετο. ἢν «τοίνυν ἐν τῷ παρόντι εὐημερήσωσι, τό τε φρόνημα «οὐκ ἐς μακρὰν ἀπολήψονται καὶ τὸ λοιπὸν οὐκ ἐξ «ἀντιπάλου μόνον ἡμῖν τῆς τόλμης, ἀλλὰ καὶ πολλῷ 6.16.13 «μειζόνως τὸν πόλεμον τόνδε διοίσουσι. φιλοῦσι γὰρ «οἱ τῶν δυσκόλων ἀπαλλασσόμενοι τῶν οὔπω δεδυστυ»χηκότων ἀμείνους ἀεὶ τὰς γνώμας εἶναι.» Ναρσῆς μὲν τοσαῦτα εἶπε. 6.16.14 Στρατιώτης δέ τις ἐξ Ἀριμίνου λαθὼν τῶν βαρβάρων τὴν φυλακὴν ἔς τε τὸ στρατόπεδον ἦλθε καὶ Βελισαρίῳ γράμματα ἔδειξεν, ἃ πρὸς αὐτὸν Ἰωάννης 6.16.15 ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Ἅπαντα ἡμᾶς τὰ «ἐπιτήδεια χρόνου πολλοῦ ἐπιλελοιπέναι καὶ τὸ λοιπὸν «μήτε πρὸς τὸν δῆμον ἀντέχειν ἡμᾶς ἴσθι μήτε τοὺς «ἐπιόντας ἀμύνεσθαι οἵους τε εἶναι, ἀλλ' ἑπτὰ ἡμερῶν «ἀκουσίους ἡμᾶς τε αὐτοὺς καὶ πόλιν τήνδε τοῖς πο6.16.16 «λεμίοις ἐγχειριεῖν· περαιτέρω γὰρ βιάζεσθαι τὴν παρ»οῦσαν ἀνάγκην ἥκιστα ἔχομεν, ἥνπερ ἀπολογεῖσθαι «ὑπὲρ ἡμῶν, ἤν τι οὐκ εὐπρεπὲς δράσωμεν, ἀξιόχρεων 6.16.17 «οἶμαι.» Ἰωάννης μὲν ἔγραψεν ὧδε. Βελισάριος δὲ διηπορεῖτό τε καὶ ἐς ἀμηχανίαν ἐπὶ πλεῖστον ἐξέπιπτε. περί τε γὰρ τοῖς πολιορκουμένοις ἐδείμαινε καὶ τοὺς ἐν Αὐξίμῳ πολεμίους ὑπώπτευε δῃώσειν μὲν ἀδεέστερον ἅπαντα περιιόντας τὰ ἐκείνῃ χωρία, σφῶν δὲ κατόπισθεν τὸ στρατόπεδον ἐνεδρεύσοντας, ἄλλως τε καὶ ἡνίκα ἂν τοῖς ἐναντίοις προσμίξειαν, πολλά τε 6.16.18 κακὰ καὶ ἀνήκεστα, ὡς τὸ εἰκὸς, διεργάσεσθαι. ἔπειτα μέντοι ἐποίει τάδε. Ἀράτιον μὲν ξὺν χιλίοις ἀνδράσιν αὐτοῦ ἔλιπεν, ἐφ' ᾧ πρὸς τῇ θαλάσσῃ στρατόπεδον ποιήσονται, πόλεως Αὐξίμου σταδίους διακοσίους ἀπέχον. 6.16.19 οὓς δὴ ἐκέλευε μήτε πη ἐξανισταμένους ἐνθένδε ἰέναι μήτε διαμάχεσθαι τοῖς πολεμίοις, πλήν γε δὴ ὅσα ἐκ τοῦ στρατοπέδου ἀμυνομένους, ἢν ἐκεῖνοί ποτε ἐπ' 6.16.20 αὐτοὺς ἴωσι. ταύτῃ γὰρ τοὺς βαρβάρους μάλιστα ἤλπιζεν ἄγχιστά που στρατοπεδευομένων