307
οὐδεμίαν πεποίηντο. καὶ τρίτον οἱ Ἴσαυροι Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐς 7.20.13 τὸ ἔργον τὸν ἄνδρα ἐνῆγον. ὁ δὲ ἄλλους τε ξὺν αὐτοῖς ἔπεμψε καὶ τῶν αὐτῷ κατὰ γένος προσηκόντων τινὰ, οἵπερ ἐς αὐτὸν ἐπανήκοντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἐς τὴν πρᾶξιν ἐπέρρωσαν. 7.20.14 Τουτίλας δὲ, ἐπειδὴ τάχιστα νὺξ ἐγεγόνει, ἅπαν ἡσυχῆ ἐξοπλίσας τὸ στράτευμα ἐπῆγεν ἀμφὶ πύλην Ἀσιναρίαν. καὶ τέσσαρας τῶν ἐν Γότθοις, ἀνδρίας τε καὶ ἰσχύος πέρι εὖ ἥκοντας, ξὺν τοῖς Ἰσαύροις διὰ τῶν βρόχων ἀναβαίνειν ἐς τὰς ἐπάλξεις ἐκέλευεν, ἐς ἐκεῖνον δηλονότι τῆς νυκτὸς τὸν καιρὸν, ἐς ὃν τούτοις δὴ τοῖς Ἰσαύροις ἡ φυλακὴ τοῦ ταύτῃ τείχους ὕπνον 7.20.15 ἐκ περιτροπῆς τῶν ἄλλων αἱρουμένων ἐπέβαλεν. οἵπερ, ἐπειδὴ ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καταβαίνουσι μὲν ἐς πύλας τὰς Ἀσιναρίας, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, καὶ τό τε ξύλον πελέκεσι διαφθείρουσιν, ᾧπερ ἐνέρσει τοίχου ἑκατέρου ἐναρμοσθέντι τὰς πύλας ἐπιζευγνύναι εἰώθεσαν, τά τε σιδήρια ξύμπαντα, οἷς δὴ τὰς κλεῖς ἀεὶ οἱ φύλακες ἐμβαλλόμενοι ἔκλειόν τε τὰς πύλας καὶ κατὰ τὴν χρείαν 7.20.16 ἀνέῳγον. οὕτω δὲ τὰς πύλας ἀναπετάσαντες, ᾗπερ ἐβούλοντο, τῇ πόλει Τουτίλαν τε καὶ τὸν Γότθων στρατὸν οὐδενὶ πόνῳ ἐδέξαντο. Τουτίλας δὲ αὐτοὺς ἐνταῦθα ἐς ἕνα χῶρον ξυναγαγὼν σκεδάννυσθαι οὐδαμῆ εἴασεν· ἔδεισε γὰρ μή τις ἐνέδρα πρὸς τῶν πο7.20.17 λεμίων σφίσι ξυμβαίνῃ. ταραχῆς δὲ, ὡς τὸ εἰκὸς, τῇ πόλει καὶ θορύβου ἐπιπεσόντος οἱ μὲν πλεῖστοι τῶν Ῥωμαίων στρατιωτῶν διὰ πύλης ἑτέρας ξὺν τοῖς ἄρχουσιν ἔφευγον, ὥς πη ἑκάστῳ εὐπετὲς γέγονεν, ὀλίγοι δέ τινες ξὺν Ῥωμαίοις τοῖς ἄλλοις ἐς τὰ ἱερὰ 7.20.18 καταφεύγουσι. τῶν δὲ πατρικίων ∆έκιος καὶ Βασίλειος ξὺν ἑτέροις τισὶν (ἵπποι γὰρ σφίσι παρόντες 7.20.19 ἔτυχον) ξὺν τῷ Βέσσᾳ φυγεῖν ἴσχυσαν. Μάξιμος δὲ καὶ Ὀλύβριος καὶ Ὀρέστης καί τινες ἄλλοι ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν ἔφυγον. τοῦ μέντοι δήμου πεντακοσίους ἄνδρας ἀνὰ πᾶσαν τὴν πόλιν ἀπολελεῖφθαι ξυνέπεσεν, οἵπερ ἐς τὰ ἱερὰ κατέφυγον 7.20.20 μόλις. τῶν γὰρ ἄλλων ἁπάντων οἱ μὲν ἀπιόντες ἤδη πρότερον ἐς ἑτέρας ᾤχοντο χώρας, οἱ δὲ τῷ λιμῷ διεφθάρησαν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται. πολλοὶ μὲν οὖν Τουτίλᾳ νύκτωρ ἤγγελλον ὅτι δὴ Βέσσας τε καὶ οἱ πολέμιοι φεύγουσιν. ὁ δὲ χαρίεντα τὸν λόγον 7.20.21 αὐτοὺς εἰρηκέναι εἰπὼν οὐκ εἴα διώκειν. τί γὰρ ἂν ἥδιον ἀνθρώπῳ γένοιτο, ἔφη, πολεμίων φευγόντων; 7.20.22 Ἐπειδὴ δὲ ἡμέρα τε ἦν ἤδη καὶ οὐδεμία ἔτι ἐνέδρας τινὸς ὑποψία ἐλέλειπτο, Τουτίλας μὲν ἐς τὸν Πέτρου νεὼν τοῦ ἀποστόλου εὐξόμενος ᾔει, Γότθοι 7.20.23 δὲ τοὺς παραπεπτωκότας διέφθειρον. ἀπέθανόν τε τούτῳ τῷ τρόπῳ τῶν μὲν στρατιωτῶν ἓξ καὶ εἴκοσι, τοῦ δὲ δήμου ἑξήκοντα. ἐπεὶ δὲ ὁ Τουτίλας ἀφίκετο ἐς τὸ ἱερὸν, Πελάγιος αὐτῷ ἐς ὄψιν ἦλθε τὰ Χριστιανῶν λόγια ἐν ταῖς χερσὶ φέρων, παντί τε τρόπῳ τὴν ἱκεσίαν προτεινόμενος «Φείδου τῶν σῶν, ὦ δέσποτα» 7.20.24 εἶπε. καὶ ὃς ἐπιτωθάζων τε καὶ ἐνδιαθρυπτόμενος ἔφη «Νῦν με, ὦ Πελάγιε, ἱκετεύσων ἐλήλυθας.» «Ὅτε «με» ὁ Πελάγιος ἀπεκρίνατο «δοῦλον σὸν ὁ θεὸς εἶναι 7.20.25 «πεποίηκεν. ἀλλὰ δούλων τῶν σῶν τὸ λοιπὸν, ὦ δέσ»ποτα, φείδου.» ταύτην ὁ Τουτίλας τὴν ἱκεσίαν δεξάμενος ἀπεῖπε Γότθοις μηδένα τὸ λοιπὸν ἀποκτιννύναι τῶν πάντων Ῥωμαίων, ἀλλὰ τῶν χρημάτων αὐτῷ μὲν τὰ τιμιώτατα ἐξελεῖν, τὰ δὲ ἄλλα σφίσιν αὐτοῖς 7.20.26 κατ' ἐξουσίαν ληΐζεσθαι. πολλὰ μὲν οὖν ἐν ταῖς πατρικίων οἰκίαις εὗρε, πάντων δὲ μάλιστα οὗπερ ὁ Βέσσας κατέλυε. τὰς γὰρ ἀνοσίας, ὥς γε δεδήλωται, τοῦ 7.20.27 σίτου τιμὰς ὁ κακοδαίμων Τουτίλᾳ ἤθροιζεν. οὕτω τε περιέστη τοῖς τε ἄλλοις Ῥωμαίοις καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καὶ οὐχ ἥκιστα Ῥουστικιανῇ, τῇ Βοετίου μὲν γαμετῇ γενομένῃ, παιδὶ δὲ Συμμάχου, καὶ τὴν οὐσίαν ἀεὶ τοῖς δεομένοις προϊεμένῃ, δούλων τε καὶ ἀγροίκων ἀμπεχομένοις ἱμάτια, πρὸς τῶν πολεμίων ἄρτον ἢ ἄλλο τι τῶν ἀναγκαίων αἰτουμένοις 7.20.28 βιοῦν. ἔς τε τὰς οἰκίας περιιόντες καὶ τὰς θύρας ἐς ἀεὶ κόπτοντες τροφὴν διδόναι σφίσιν ἐδέοντο, οὐ 7.20.29 φέροντος αὐτοῖς αἰσχύνην τοῦ ἔργου. καὶ Γότθοι μὲν Ῥουστικιανὴν κτείνειν ἐν σπουδῇ