200
δὲ «ὄνομα οὐκ ἐν τῷ καθήκοντι χρόνῳ τισὶν ἐγγενόμενον, 5.11.21 «εἶτα ἐς ἧτταν ἐχώρησεν. οὐ γὰρ τοῖς τῶν πραγμάτων «ὀνόμασιν, ἀλλὰ τῷ ξυμφόρῳ τῶν ἔργων ἕπεσθαι «ἄξιον. ἀνδρός τε γὰρ ἀρετὴν οὐκ ἀρχόμεναι δηλοῦσιν 5.11.22 «αἱ πράξεις, ἀλλὰ τελευτῶσαι μηνύουσι. φεύγουσι δὲ «τοὺς πολεμίους οὐχ οἳ ἂν μετὰ μείζονος τῆς παρα»σκευῆς αὐτίκα μάλα ἐπ' αὐτοὺς ἥκοιεν, ἀλλ' ὅσοι τὰ «σφέτερα αὐτῶν σώματα ἐς ἀεὶ διασώζειν βουλόμενοι «ἐκποδὼν ἵστανται. πόλεώς τε τῆσδε ἁλώσεως πέρι 5.11.23 «μηδενὶ ὑμῶν γινέσθω τι δέος. ἤν τε γὰρ Ῥωμαῖοι «ἡμῖν εὐνοϊκῶς ἔχωσι, τὴν πόλιν ἐν βεβαίῳ Γότθοις «φυλάξουσιν, ἀνάγκης τε πεῖραν οὐδεμιᾶς ἕξουσιν, 5.11.24 «ἐπεὶ ἐν βραχεῖ αὐτοῖς ἐπανήξομεν χρόνῳ. καὶ ἤν «τι ὕποπτον αὐτοῖς ἐς ἡμᾶς ἐστιν, ἐλάσσω βλάψουσι, «τῇ πόλει τοὺς πολεμίους δεξάμενοι. ἄμεινον γὰρ πρὸς 5.11.25 «δυσμενεῖς ἐκ τοῦ ἐμφανοῦς διαμάχεσθαι. ὅπως μέντοι «μηδέν τι ξυμβήσεται τοιοῦτον, ἐγὼ προνοήσω. ἄνδρας «τε γὰρ πολλοὺς καὶ ἄρχοντα ξυνετώτατον ἀπολεί»ψομεν, οἳ Ῥώμην φυλάξαι ἱκανοὶ ἔσονται, ὥστε καὶ «ταῦτα ἡμῖν ἐν καλῷ κείσεται καὶ οὐδὲν ἂν ἐκ τῆσδε «ἡμῶν τῆς ἀναχωρήσεως γένοιτο βλάβος.» 5.11.26 Οὐίττιγις μὲν τοσαῦτα εἶπεν. ἐπαινέσαντες δὲ Γότθοι ἅπαντες παρεσκευάζοντο ἐς τὴν πορείαν. μετὰ δὲ Σιλβερίῳ τε τῷ τῆς πόλεως ἱερεῖ καὶ Ῥωμαίων τοῖς τε ἐκ βουλῆς καὶ τῷ δήμῳ πολλὰ παραινέσας Οὐίττιγις, καὶ τῆς Θευδερίχου ἀρχῆς ὑπομνήσας, ἐνεκελεύετο ἅπασιν ἐς Γότθων τὸ ἔθνος εὐνοϊκῶς ἔχειν, ὅρκοις αὐτοὺς δεινοτάτοις ὑπὲρ τούτων καταλαβὼν, ἄνδρας τε ἀπολέξας οὐχ ἧσσον ἢ τετρακισχιλίους, καὶ αὐτοῖς ἄρχοντα ἐπιστήσας Λεύδεριν, ἡλικίας τε πόρρω ἥκοντα καὶ δόξαν ἐπὶ ξυνέσει πολλὴν ἔχοντα, ἐφ' ᾧ Ῥώμην φυλάξουσι σφίσιν· οὕτω δὴ τῷ ἄλλῳ στρατῷ ἐς Ῥάβενναν ᾔει, τῶν ἐκ βουλῆς πλείστους ἐν ὁμήρων 5.11.27 λόγῳ ξὺν αὑτῷ ἔχων. καὶ ἐπεὶ ἐνταῦθα ἀφίκετο, Ματασοῦνθαν τὴν Ἀμαλασούνθης θυγατέρα, παρθένον τε καὶ ὡραίαν ἤδη οὖσαν, γυναῖκα γαμετὴν οὔτι ἐθελούσιον ἐποιήσατο, ὅπως δὴ βεβαιοτέραν τὴν ἀρχὴν 5.11.28 ἕξει τῇ ἐς γένος τὸ Θευδερίχου ἐπιμιξίᾳ. ἔπειτα δὲ ἅπαντας Γότθους πανταχόθεν ἀγείρας διεῖπέ τε καὶ διεκόσμει, ὅπλα τε καὶ ἵππους διανέμων κατὰ λόγον ἑκάστῳ, μόνους δὲ Γότθους, οἳ ἐν Γαλλίαις φυλακὴν εἶχον, δέει τῶν Φράγγων οὐχ οἷός τε ἦν μεταπέμπε5.11.29 σθαι. οἱ δὲ Φράγγοι οὗτοι Γερμανοὶ μὲν τὸ παλαιὸν ὠνομάζοντο. ὅντινα δὲ τρόπον τὸ ἐξ ἀρχῆς καὶ ὅπη ᾠκημένοι Γαλλίας τε ἐπεβάτευσαν καὶ διάφοροι Γότθοις γεγένηνται, ἐρῶν ἔρχομαι. 5.12.1 Τὴν θάλασσαν ἔκ τε ὠκεανοῦ καὶ Γαδείρων ἐσπλέοντι χώρα μὲν ἡ ἐν ἀριστερᾷ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, Εὐρώπη ὠνόμασται, ἡ δὲ ἀντιπέρας αὐτῇ Λιβύη ἐκλήθη, ἣν δὴ προϊόντες Ἀσίαν 5.12.2 καλοῦσι. Λιβύης μὲν οὖν τὰ ἐπέκεινα ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν· ἔρημος γάρ ἐστιν ἐπὶ πλεῖστον ἀνθρώπων, καὶ ἀπ' αὐτοῦ ἡ πρώτη τοῦ Νείλου ἐκροὴ οὐδαμῆ ἔγνωσται, ὃν δὴ ἐπ' Αἰγύπτου ἐνθένδε φέρε5.12.3 σθαι λέγουσιν. Εὐρώπη δὲ εὐθὺς ἀρχομένη Πελοποννήσῳ βεβαιότατα ἐμφερής ἐστι καὶ πρὸς θαλάσσῃ ἑκατέρωθι κεῖται. καὶ χώρα μὲν ἣ πρώτη ἀμφί τε τὸν ὠκεανὸν καὶ δύοντα ἥλιόν ἐστιν Ἱσπανία ὠνόμασται, ἄχρι ἐς Ἄλπεις τὰς ἐν ὄρει τῷ Πυρηναίῳ 5.12.4 οὔσας. Ἄλπεις δὲ καλεῖν τὴν ἐν στενοχωρίᾳ δίοδον οἱ ταύτῃ ἄνθρωποι νενομίκασι. τὸ δὲ ἐνθένδε μέχρι τῶν Λιγουρίας ὁρίων Γαλλία ἐκλήθη. ἔνθα δὴ καὶ Ἄλπεις ἕτεραι Γάλλους τε καὶ Λιγούρους διορίζουσι. 5.12.5 Γαλλία μέντοι Ἱσπανίας πολλῷ εὐρυτέρα, ὡς τὸ εἰκὸς, ἐστὶν, ἐπεὶ ἐκ στενοῦ ἀρχομένη Εὐρώπη ἐς ἄφατόν τι 5.12.6 εὖρος ἀεὶ προϊόντι κατὰ λόγον χωρεῖ. χώρα δὲ αὕτη ἑκατέρα τὰ μὲν πρὸς βορρᾶν ἄνεμον πρὸς τοῦ ὠκεανοῦ περιβάλλεται, τὰ δὲ πρὸς νότον θάλασσαν τὴν Τυρρη5.12.7 νικὴν καλουμένην ἔχει. ἐν Γάλλοις δὲ ἄλλοι τε ποταμοὶ καὶ Ῥοδανός τε καὶ Ῥῆνος ῥέουσι. τούτοιν τὴν ὁδὸν τὴν ἐναντίαν ἀλλήλοιν ἰόντοιν ἅτερος μὲν ἐκδίδωσιν ἐς τὴν Τυρρηνικὴν θάλασσαν, Ῥῆνος δὲ ἐς τὸν 5.12.8 ὠκεανὸν τὰς ἐκβολὰς ποιεῖται. λίμναι τε ἐνταῦθα πολλαὶ, οὗ δὴ Γερμανοὶ τὸ παλαιὸν ᾤκηντο, βάρβαρον ἔθνος, οὐ πολλοῦ λόγου τὸ κατ' ἀρχὰς