316
τὰ ἐπὶ Καμπανίας χωρία ἰόντες, 7.26.11 οἵπερ Ἰωάννῃ προσχωρεῖν ἔγνωσαν. Ἰωάννης δὲ ἄν7.26.11 δρας μὲν τῶν ἐκ βουλῆς ὀλίγους τινὰς ἐνταῦθα εὗρε, 7.26.12 γυναῖκας δὲ σχεδόν τι ἁπάσας. Ῥώμης γὰρ ἁλισκομένης πολλοὶ μὲν ἄνδρες φεύγουσι τοῖς στρατιώταις ἐπισπόμενοι ἐς τὸν Πόρτον ἀφίκοντο, ταῖς δὲ γυναιξὶ 7.26.13 πάσαις ἁλῶναι ξυνέβη. Κλημεντῖνος μέντοι, πατρίκιος ἀνὴρ, καταφυγὼν ἔς τινα τῶν ἐκείνῃ νεῶν, τῷ Ῥωμαίων στρατῷ ἕπεσθαι οὐδαμῆ ἤθελεν, ἐπεὶ φρούριον, ὃ Νεαπόλεως ἄγχιστά ἐστι, Τουτίλᾳ τε καὶ Γότθοις ἐνδοὺς πρότερον τὴν βασιλέως, ὡς τὸ εἰκὸς, ὀργὴν ἐδεδίει, Ὀρέστης τε, ὁ Ῥωμαίων γεγονὼς ὕπατος, ἄγχιστα μέν πη ἐτύγχανεν ὢν, ἵππων δὲ ἀπορίᾳ ὡς 7.26.14 ἥκιστα ἐθέλων αὐτοῦ ἔμενε. τοὺς μὲν οὖν ἐκ τῆς συγκλήτου βουλῆς ξὺν τοῖς προσκεχωρηκόσιν ἑβδομήκοντα στρατιώταις ἐς Σικελίαν εὐθὺς ἔστειλεν ὁ Ἰωάννης. 7.26.15 Τουτίλας δὲ ταῦτα ἀκούσας ἐν πένθει ἐποιεῖτο μεγάλῳ καὶ τίσασθαι Ἰωάννην τοῦ ἔργου τούτου ἠπείγετο. διὸ δὴ ξὺν τῷ πλείονι τοῦ στρατοῦ ἐπ' αὐτὸν ἤλαυνε, τῶν οἱ ἑπομένων μοῖράν τινα φρουρᾶς ἕνεκα 7.26.16 ἐνταῦθα ἀπολιπών. ἐτύγχανε δὲ Ἰωάννης ξὺν τοῖς ἀμφ' αὐτὸν, χιλίοις οὖσιν, ἐν Λευκανοῖς στρατόπεδον ποιησάμενος κατασκόπους τε πρότερον πέμψας, οἳ δὴ ἁπάσας διερευνώμενοι τὰς ὁδοὺς ἐφύλασσον μὴ πολε7.26.17 μίων στρατὸς κακουργήσων ἐπ' αὐτοὺς ἴῃ. ἐν νῷ τε τὸ τοιοῦτον Τουτίλας ἔχων, ὅτι δὴ οὐχ οἷόν τέ ἐστι κατασκόπων χωρὶς τοὺς ἀμφὶ τὸν Ἰωάννην ἐν τῷ στρατοπέδῳ καθῆσθαι, τὰς συνειθισμένας ὁδοὺς ἐκλιπὼν διὰ τῶν ὀρῶν, ἅπερ ἐνταῦθα πολλὰ κρημνώδη τε καὶ ὑψηλὰ λίαν ἀνέχει, ἐπ' αὐτοὺς ἤλαυνεν, ὅπερ οὐκ ἄν τις ὑποτοπάζειν ἔσχεν, ἐπεὶ καὶ ἄβατα τὰ ὄρη 7.26.18 ταῦτα νομίζεται εἶναι. οἱ μέντοι ἐπὶ ταύτῃ δὴ τῇ κατασκοπῇ πρὸς τοῦ Ἰωάννου σταλέντες αἰσθόμενοι μὲν πολεμίων στρατὸν ἀμφὶ τὰ ἐκείνῃ χωρία γενέσθαι, οὐδὲν δὲ τούτου δὴ ἕνεκα σαφὲς πεπυσμένοι, ἀλλ', ὅπερ ἐγένετο, δείσαντες ἤλαυνον καὶ αὐτοὶ ἐπὶ τὸ 7.26.19 Ῥωμαίων στρατόπεδον. καὶ ξυνηνέχθη ὁμοῦ τοῖς βαρβάροις ἐνταῦθα γενέσθαι νύκτωρ. ὀργῇ δὲ πολλῇ καὶ οὐ προμηθεῖ γνώμῃ ὁ Τουτίλας ἤδη ἐχόμενος τῆς ἐκ 7.26.20 τοῦ θυμοῦ ἀβελτερίας ἀπώνατο. στράτευμα γὰρ δεκαπλάσιον ἢ τὸ τῶν ἐναντίων ἦν ξὺν αὑτῷ ἔχων εὔδηλόν τε ὂν ὅτι δὴ στρατῷ κρείσσονι ξύμφορόν ἐστιν ἐκ τοῦ ἐμφανοῦς διαμάχεσθαι, δέον τε μᾶλλον αὐτὸν ὄρθρου τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, ὡς μὴ ἐν σκότῳ διαλαθεῖν δυνατοὶ εἶεν, τοῦτο μὲν ὡς ἥκιστα ἐφυλάξατο· ἦ γὰρ ἅπαντας σαγηνεύσας εὐθὺς τοὺς ἐναντίους εἷλεν· ἀλλὰ τῷ θυμῷ χαριζόμενος ἀωρὶ τῶν νυ7.26.21 κτῶν ἐπέστη τῷ τῶν πολεμίων στρατῷ. καὶ αὐτῶν οὐδεὶς μὲν τὸ παράπαν ἐς ἀλκὴν εἶδεν, ἐπεὶ καὶ οἱ πλεῖστοι ἔτι ἐκάθευδον, οὐ μέντοι ἀνελεῖν πολλοὺς δεδύνηνται Γότθοι, ἀλλὰ ἀναστάντες οἱ πλεῖστοι ἅτε 7.26.22 ἐν σκότῳ διαλαθεῖν ἴσχυσαν. ἔξω δὲ τοῦ στρατοπέδου γενόμενοι ἐς τὰ ὄρη, ἅπερ ἄγχιστά πη πολλὰ ἀνέχει, 7.26.23 ἀναδραμόντες ἐσώθησαν. ἐν οἷς Ἰωάννης τε αὐτὸς ἦν καὶ Ἄρουφος ὁ τῶν Ἐρούλων ἡγούμενος. ἀπέθανον 7.26.24 δὲ Ῥωμαῖοι ἐς ἑκατὸν μάλιστα. ἦν δέ τις ξὺν τῷ Ἰωάννῃ Γιλάκιος ὄνομα, Ἀρμένιος γένος, ὀλίγων τινῶν Ἀρμενίων ἄρχων. οὗτος ὁ Γιλάκιος οὔτε ἑλληνίζειν ἠπίστατο οὔτε Λατίνην ἢ Γοτθικὴν ἢ ἄλλην τινὰ ἢ 7.26.25 Ἀρμενίαν μόνην ἀφεῖναι φωνήν. τούτῳ δὴ Γότθοι ἐντυχόντες τινὲς ἐπυνθάνοντο ὅστις ποτὲ εἴη. κτεῖναι γὰρ τὸν παραπίπτοντα οὐδαμῆ ἤθελον, ὡς μὴ ἀλλήλους διαφθείρειν ἐν νυκτομαχίᾳ, ὡς τὸ εἰκὸς, ἀναγκά7.26.26 ζοιντο. ὁ δὲ αὐτοῖς ἄλλο οὐδὲν ἀποκρίνασθαι ἴσχυσε πλήν γε δὴ ὅτι Γιλάκιος στρατηγὸς εἴη. τὸ γὰρ ἀξίωμα, ὃ δὴ πρὸς βασιλέως λαβὼν ἔτυχε, πολλάκις ἀκούσας ἐκμαθεῖν 7.26.27 ἴσχυσε. ταύτῃ τοίνυν οἱ βάρβαροι αἰσθόμενοι ὅτι δὴ πολέμιος εἴη, ἐν μὲν τῷ παρόντι ἐζώγρησαν, οὐ πολλῷ 7.26.28 δὲ ὕστερον τὸν ἄνθρωπον διεχρήσαντο. Ἰωάννης μὲν οὖν καὶ Ἄρουφος ξὺν τοῖς ἑπομένοις ἔφευγόν τε πάσῃ δυνάμει καὶ ἐς τὸν ∆ρυοῦντα δρόμῳ ἀφίκοντο, Γότθοι δὲ τὸ Ῥωμαίων στρατόπεδον ληϊσάμενοι ἀπεχώρησαν. 7.27.1 Τὰ μὲν οὖν ἐν Ἰταλιώταις στρατόπεδα τῇδε ἐφέρετο. βασιλεὺς δὲ Ἰουστινιανὸς