376
αἰφνιδίου κἀκ τοῦ ῥοθίου ἐπαιρομένων ἔν τε τῷ ὕδατι καταδυομένων οὐδέν τι ἄλλο, 8.20.56 πλήν γε ὅσα ἐς τὴν τρόπιν αὐτήν. καὶ αὐτοὶ μὲν ἀνθρώπων οὐδένα ὁρῶσιν οὔτε ξυμπλέοντα οὔτε ἀπαλλασσόμενον τῆς νηὸς, φωνῆς δὲ ἀκούειν τινὸς ἐνθένδε φασὶ τοῖς ὑποδεχομένοις ἀπαγγέλλειν δοκούσης πρὸς ὄνομα τῶν συμπεπλευκότων αὐτοῖς ἕκαστον, τά τε ἀξιώματα ἐπιλεγούσης οἷς πρώην ἐχρῶντο καὶ πατρό8.20.57 θεν αὐτοὺς ἀνακαλούσης. ἢν δὲ καὶ γυναῖκες ξυνδιαπορθμευσάμεναι αὐτοῖς τύχωσι, τῶν ἀνδρῶν ἀποστοματίζουσι τὰ ὀνόματα οἷσπερ ξυνοικοῦσαι ἐβίων. 8.20.58 ταῦτα μὲν οὖν οἱ τῇδε ἄνθρωποι ξυμβαίνειν φασίν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι. 8.21.1 Οὕτω μὲν οὖν τὰ κατὰ τοὺς πολέμους ἐν χώρᾳ ἑκάστῃ ξυνηνέχθη γενέσθαι. ὁ δὲ Γοτθικὸς πόλεμος ἐφέρετο ὧδε. Βελισάριον μὲν ἐς Βυζάντιον μεταπεμψάμενος βασιλεὺς, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, διὰ τιμῆς ἦγε, καὶ οὐδὲ Γερμανοῦ τετελευτηκότος πέμπειν αὐτὸν ἐς τὴν Ἰταλίαν διενοεῖτο, ἀλλὰ καὶ στρατηγὸν τῆς ἑῴας ὄντα, τῶν βασιλικῶν σωματο8.21.2 φυλάκων ἄρχοντα καταστησάμενος, αὐτοῦ κατεῖχεν. ἦν τε τῷ ἀξιώματι πρῶτος ὁ Βελισάριος Ῥωμαίων ἁπάντων, καίτοι τινὲς αὐτῶν πρότεροι ἀνάγραπτοί τε ἐς πατρικίους γεγόνασι καὶ ἐς αὐτὸν ἀναβεβήκεσαν τῶν 8.21.3 ὑπάτων τὸν δίφρον. ἀλλὰ καὶ ὣς αὐτῷ τῶν πρωτείων ἐξίσταντο πάντες, αἰσχυνόμενοι κατὰ τῆς ἀρετῆς τῷ νόμῳ χρῆσθαι καὶ τὸ ἀπ' αὐτοῦ δικαίωμα περιβάλλε8.21.4 σθαι. ταῦτά τε βασιλέα κομιδῆ ἤρεσκεν. Ἰωάννης δὲ ὁ Βιταλιανοῦ διεχείμαζεν ἐν Σάλωσι. προσδεχόμενοί τε αὐτὸν ἐν Ἰταλίᾳ τοῦτον δὴ τὸν χρόνον οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἄπρακτοι ἔμενον. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑκκαιδέκατον ἔτος ἐτελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε. 8.21.5 Τῷ δὲ ἐπιγενομένῳ ἐνιαυτῷ Ἰωάννης μὲν διενοεῖτο ἐκ Σαλώνων τε ἐξανίστασθαι καὶ τῷ στρατῷ ἐξηγεῖ8.21.6 σθαι ὅτι τάχιστα ἐπὶ Τουτίλαν τε καὶ Γότθους. βασιλεὺς δὲ αὐτὸν διεκώλυεν, αὐτοῦ τε μένειν ἐπέστελλεν, ἕως Ναρσῆς ὁ εὐνοῦχος ἀφίκηται. αὐτὸν γὰρ τοῦδε αὐτοκράτορα καταστήσασθαι τοῦ πολέμου ἐβούλευσεν. 8.21.7 ὅτου δὲ δὴ ἕνεκα ταῦτα βουλομένῳ βασιλεῖ εἴη διαρρήδην μὲν τῶν πάντων οὐδενὶ φανερὸν γέγονε· βασιλέως γὰρ βούλευμα ἔκπυστον ὅτι μὴ αὐτοῦ ἐθελουσίου ἀμήχανά ἐστιν· ἃ δὲ ὑποπτεύοντες ἄνθρωποι 8.21.8 ἔλεγον, ἐγὼ δηλώσω. ἔννοια Ἰουστινιανῷ βασιλεῖ γέγονεν ὡς οἱ ἄλλοι τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες Ἰωάννου ἐπακούειν ὡς ἥκιστα ἐθελήσουσιν, οὐκ ἀξιοῦντες καταδεέστεροί τι αὐτοῦ τὸ ἀξίωμα εἶναι. 8.21.9 καὶ ἀπ' αὐτοῦ ἔδεισε μὴ διχοστατοῦντες τῇ γνώμῃ ἢ ἐθελοκακοῦντες τῷ φθόνῳ ξυγχέωσι τὰ πρασσόμενα. 8.21.10 ἤκουσα δὲ καὶ τόνδε τὸν λόγον ἀπαγγέλλοντος Ῥωμαίου ἀνδρὸς, ἡνίκα ἐπὶ Ῥώμης διατριβὴν εἶχον· ἦν 8.21.11 δὲ οὗτος ἀνὴρ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς. ἔλεγεν οὖν ὁ Ῥωμαῖος οὗτος ὡς ἄρχοι μὲν Ἰταλίας ποτὲ Ἀταλάριχος ὁ Θευδερίχου θυγατριδοῦς, βοῶν δέ τις ἀγέλη ἐς Ῥώμην ὑπὸ τοῦτον τὸν χρόνον ἀμφὶ δείλην ὀψίαν ἐξ ἀγροῦ ἥκει διὰ τῆς ἀγορᾶς, ἣν Φόρον Εἰρήνης 8.21.12 καλοῦσι Ῥωμαῖοι. ἐνταῦθα γάρ πη ὁ τῆς Εἰρήνης νεὼς κεραυνόβλητος γενόμενος ἐκ παλαιοῦ κεῖται. ἔστι δέ τις ἀρχαία πρὸ ταύτης δὴ τῆς ἀγορᾶς κρήνη, καὶ βοῦς ἐπὶ ταύτης χαλκοῦς ἕστηκε, Φειδίου, οἶμαι, 8.21.13 τοῦ Ἀθηναίου ἢ Λυσίππου ἔργον. ἀγάλματα γὰρ ἐν χώρῳ τούτῳ πολλὰ τούτοιν δὴ τοῖν ἀνδροῖν ποιήματά ἐστιν. οὗ δὴ καὶ Φειδίου ἔργον ἕτερον· τοῦτο 8.21.14 γὰρ λέγει τὰ ἐν τῷ ἀγάλματι γράμματα. ἐνταῦθα καὶ τὸ τοῦ Μύρωνος βοΐδιον. ἐπιμελὲς γὰρ ἐγεγόνει τοῖς πάλαι Ῥωμαίοις τῆς Ἑλλάδος τὰ κάλλιστα πάντα 8.21.15 ἐγκαλλωπίσματα Ῥώμης ποιήσασθαι. ἕνα δὲ ταῦρον ἔφη τῶν τηνικάδε παριόντων εὐνοῦχον τῆς τε ἀγέλης ἀπολειπόμενον καὶ ταύτης δὴ τῆς κρήνης ἐπιβατεύ8.21.16 σαντα καθύπερθεν βοὸς τοῦ χαλκοῦ στῆναι. τύχῃ δέ τινι παριόντα τινὰ, Τοῦσκον γένος, κομιδῆ ἄγροικον δόξαντα εἶναι, ξυμβάλλοντα τὸ ποιούμενον φάναι (εἰσὶ γὰρ μαντικοὶ καὶ ἐς ἐμὲ Τοῦσκοι) ὡς εὐνοῦχός ποτε 8.21.17 καταλύσει τὸν ἄρχοντα