115
Ἰταλίᾳ ἔκ τε συμμάχων καὶ φίλων 3.9.4 πολεμίοις γενέσθαι. τήν τε γὰρ Ἀμαλαφρίδαν ἐν φυλακῇ ἔσχον καὶ τοὺς Γότθους διέφθειραν ἅπαντας, ἐπενεγκόντες αὐτοῖς νεωτερίζειν ἔς τε Βανδίλους καὶ 3.9.5 Ἰλδέριχον. τίσις μέντοι οὐδεμία πρὸς Θευδερίχου ἐγένετο, ἐπεὶ ἀδύνατος ἐνόμισεν εἶναι στόλῳ μεγάλῳ ἐς Λιβύην στρατεῦσαι, Ἰλδέριχος δὲ φίλος ἐς τὰ μάλιστα Ἰουστινιανῷ καὶ ξένος ἐγένετο, οὔπω μὲν ἥκοντι ἐς βασιλείαν, διοικουμένῳ δὲ αὐτὴν κατ' ἐξουσίαν, ἐπεί οἱ ὁ θεῖος Ἰουστῖνος ὑπέργηρώς τε ὢν ἐβασίλευε καὶ τῶν κατὰ τὴν πολιτείαν πραγμάτων οὐ παντελῶς ἔμπειρος. χρήμασί τε μεγάλοις ἀλλήλους ἐδωροῦντο. 3.9.6 Ἦν δέ τις ἐν τῷ Γιζερίχου γένει Γελίμερ ὁ Γειλάριδος τοῦ Γένζωνος τοῦ Γιζερίχου πόρρω που ἡλικίας ἥκων μετά γε Ἰλδέριχον, καὶ διὰ τοῦτο ἐπίδοξος 3.9.7 ὢν αὐτίκα μάλα ἐς τὴν βασιλείαν ἀφίξεσθαι· ὃς τὰ μὲν πολέμια ἐδόκει τῶν καθ' αὑτὸν ἄριστος εἶναι, ἄλλως δὲ δεινός τε ἦν καὶ κακοήθης καὶ πράγμασί τε νεωτέροις καὶ χρήμασιν ἐπιτίθεσθαι ἀλλοτρίοις ἐξε3.9.8 πιστάμενος. οὗτος ὁ Γελίμερ ἐπεί οἱ μέλλουσαν ἑώρα τὴν ἀρχὴν, οὐκ ἐδύνατο ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν, ἀλλὰ τὰ βασιλέως ἔργα προσποιησάμενος ἐπεβάτευε τῆς τιμῆς, ἀώρου γε αὐτῷ οὔσης, καὶ Ἰλδερίχου δι' ἐπιείκειαν ἐνδιδόντος κατέχειν οὐκέτι οἷός τε ἦν τὴν διάνοιαν, ἀλλὰ Βανδίλων ἑταιρισάμενος εἴ τι ἄριστον ἦν, ἀναπείθει ἀφελέσθαι μὲν Ἰλδέριχον τὴν βασιλείαν, ὡς ἀπόλεμόν τε καὶ ἡσσημένον πρὸς Μαυρουσίων, καὶ Ἰουστίνῳ βασιλεῖ καταπροδιδόντα τὸ τῶν Βανδίλων κράτος, ὡς μὴ ἐς αὐτὸν ἐκ τῆς ἄλλης οἰκίας ὄντα ἡ βασιλεία ἥκοι (τοῦτο γάρ οἱ βούλεσθαι τὴν ἐς Βυζάντιον πρεσβείαν διέβαλλεν), αὐτῷ δὲ παραδιδόναι τὸ Βανδίλων κράτος. οἱ δὲ ἀναπεισθέντες κατὰ ταῦτα 3.9.9 ἐποίουν. οὕτω δὴ Γελίμερ τῆς ἡγεμονίας ἐπιλαβόμενος Ἰλδέριχόν τε, ἕβδομον ἔτος Βανδίλων ἄρξαντα, καὶ Ὁάμερα καὶ τὸν ἀδελφὸν Εὐαγέην ἐν φυλακῇ ἔσχεν. 3.9.10 Ἐπεὶ δὲ ταῦτα Ἰουστινιανὸς ἤκουσεν, ἤδη τὴν βασιλείαν παραλαβὼν, πρέσβεις ἐς Λιβύην ὡς Γελίμερα πέμψας ἔγραψε τάδε «Οὐχ ὅσια ποιεῖς οὐδὲ τῶν «Γιζερίχου διαθηκῶν ἄξια, γέροντά τε καὶ ξυγγενῆ «καὶ βασιλέα Βανδίλων, εἴ τι τῶν Γιζερίχῳ βεβουλευ»μένων ὄφελός ἐστιν, ἐν φυλακῇ ἔχων, καὶ βίᾳ τὴν «ἀρχὴν ἀφαιρούμενος, ἐξὸν αὐτὴν ὀλίγῳ ὕστερον χρόνῳ 3.9.11 «κατὰ νόμον λαβεῖν. μήτε οὖν ἐργάσῃ περαιτέρω «κακὸν μήτε τοῦ βασιλέως ὀνόματος ἀνταλλάξῃ τὴν «τοῦ τυράννου προσηγορίαν, βραχεῖ προτερεύουσαν 3.9.12 «χρόνῳ. ἀλλὰ τοῦτον μὲν, ἄνδρα ὅσον οὔπω τεθνη»ξόμενον, ἔα φέρεσθαι τῷ λόγῳ τὴν τῆς βασιλείας «εἰκόνα, σὺ δὲ ἅπαντα πρᾶττε ὅσα βασιλέα πράττειν «εἰκός· προσδέχου τε ἀπὸ τοῦ χρόνου καὶ τοῦ Γιζε»ρίχου νόμου μόνον λαβεῖν τὸ τοῦ πράγματος ὄνομα. 3.9.13 «ταῦτα γάρ σοι ποιοῦντι τά τε ἀπὸ τοῦ κρείττονος «εὐμενῆ ἔσται καὶ τὰ παρ' ἡμῶν φίλια.» τοσαῦτα 3.9.14 μὲν ἡ γραφὴ ἐδήλου. Γελίμερ δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψε, καὶ τόν τε Ὁάμερα ἐξετύφλωσε τόν τε Ἰλδέριχον καὶ Εὐαγέην ἐν μείζονι φυλακῇ ἐποιή3.9.15 σατο, ἐπικαλέσας φυγὴν ἐς Βυζάντιον μελετᾶν. ὡς δὲ καὶ ταῦτα βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, πρέσβεις ἑτέρους πέμψας ἔργαψε τάδε «Ἡμεῖς μὲν οἰόμενοί σε «οὔποτε τῆς ἡμετέρας συμβουλῆς ἀπ' ἐναντίας ἥξειν 3.9.16 «ἐγράψαμέν σοι τὴν ἐπιστολὴν τὴν προτέραν. ἐπεὶ δὲ «ἀρέσκει σοι τὴν βασιλείαν οὕτω κεκτῆσθαι ὡς νῦν «ἔχεις λαβὼν, ἀπόλαβε ὅ τι ἂν ἐξ αὐτῆς ὁ δαίμων διδῷ. 3.9.17 «σὺ δὲ Ἰλδέριχόν τε καὶ Ὁάμερα τὸν πηρὸν καὶ τού»του τὸν ἀδελφὸν ὡς ἡμᾶς πέμπε, παραψυχὴν ἕξοντας «ἣν ἔχειν εἰσὶ δυνατοὶ ὅσοι τὴν βασιλείαν ἢ τὴν 3.9.18 «ὄψιν ἀφῄρηνται. ὡς οὐκ ἐπιτρέψομέν γε, ἢν μὴ «ταῦτα ποιῇς. ἐνάγει γὰρ ἡμᾶς ἡ ἐλπὶς, ἣν εἰς τὴν 3.9.19 «ἡμετέραν φιλίαν ἔσχον. αἵ τε σπονδαὶ ἡμῖν αἱ πρὸς «Γιζέριχον ἐκποδὼν στήσονται. τῷ γὰρ ἐκδεξαμένῳ «τὴν ἐκείνου βασιλείαν ἐρχόμεθα οὐ πολεμήσοντες, «ἀλλὰ τὰ δυνατὰ τιμωρήσοντες.» 3.9.20 Ταῦτα Γελίμερ ἀναλεξάμενος ἠμείβετο τοῖσδε «Βα»σιλεὺς Γελίμερ Ἰουστινιανῷ βασιλεῖ. οὔτε βίᾳ τὴν «ἀρχὴν ἔλαβον οὔτε τί μοι ἀνόσιον ἐς ξυγγενεῖς τοὺς 3.9.21 «ἐμοὺς εἴργασται. Ἰλδέριχον γὰρ νεώτερα