77
θερα»πεύσοντάς τε καὶ κομιοῦντας ἐς Ῥωμαίων τὴν γῆν 2.19.41 «ἐλάσσους αὐτῶν παρὰ πολὺ τὸν ἀριθμὸν εἶναι. τού»των δὲ τοιούτων ὄντων, ἤν τι ξυμβαίη πολέμιον ἢ «αὐτοῦ μένουσιν ἢ ὀπίσω ἰοῦσιν ἡμῖν ἀπαντῆσαι, οὐδ' «ἄν τις ἀπαγγεῖλαι τοῖς ἐν ∆άρας Ῥωμαίοις δύναιτο 2.19.42 «τὸ ξυμπεσὸν πάθος. τὸ γὰρ ἐπίπροσθέ πη ἰέναι «οὐδὲ λόγῳ οἶμαι δυνατὸν εἶναι. ἕως οὖν ἔτι λείπεταί «τις ἐλπὶς, τὰ ἐς τὴν ἐπάνοδον βουλεύεσθαί τε καὶ 2.19.43 «πράσσειν ξυνοίσει. τοῖς γὰρ ἐς κίνδυνον ἄλλως τε «καὶ τοιοῦτον καθεστηκόσι μὴ τὴν σωτηρίαν διασκο»πεῖσθαι, ἀλλὰ τὴν ἐς τοὺς πολεμίους ἐπιβουλὴν 2.19.44 «πολλὴ ἄνοια.» τοσαῦτα Ἰωάννης τε εἶπε καὶ οἱ λοιποὶ πάντες ἐπῄνεσαν, ἔς τε θόρυβον καθιστάμενοι 2.19.45 τὴν ἀναχώρησιν κατὰ τάχος ποιεῖσθαι ἠξίουν. διὸ δὴ Βελισάριος πρότερον τοὺς νοσοῦντας ἐν τοῖς ὑπο2.19.46 ζυγίοις ἐνθέμενος ὑπῆγεν ὀπίσω τὸ στράτευμα. ἐπειδή τε τάχιστα ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο, ἅπαντα μὲν τὰ τῷ Ἀρέθα εἰργασμένα ἔγνω, δίκην μέντοι λαβεῖν οὐδεμίαν παρ' αὐτοῦ ἴσχυσεν, ἐπεί οἱ ἐς ὄψιν οὐκέτι ἦλθεν. ἡ μὲν οὖν Ῥωμαίων ἐσβολὴ ἐς τοῦτο 2.19.17 πέρι τοῖς Ἀσσυρίοις τὰ πράγματα εἴη. οἱ μὲν οὖν ἀμφὶ τὸν Ἀρέθαν Τίγρην ποταμὸν διαβάντες ἐν 2.19.18 Ἀσσυρίοις ἐγένοντο. οὗ δὴ χώραν τε ἀγαθὴν εὑρόντες καὶ μακροῦ χρόνου ἀδῄωτον, ταύτην τε ἀφύλακτον οὖσαν, ἐξ ἐπιδρομῆς πολλὰ ληισάμενοι τῶν ἐκείνῃ 2.19.19 χωρίων χρήματα μεγάλα περιεβάλλοντο. τότε δὲ Βελισάριος τῶν τινας Περσῶν ξυλλαβὼν, ἐνδεῖν τοῖς ἐν 2.19.20 τῷ φρουρίῳ τὰ ἐπιτήδεια παντελῶς ἔμαθεν. οὐ γὰρ, ὥσπερ ἐν ∆άρας τε καὶ Νισίβιδι πόλει, ἐν δημοσίῳ τὰς ἐπετείους τροφὰς ἀποτίθεσθαι νενομίκασιν, ἀλλὰ πολεμίων στρατοῦ ἀπροσδοκήτου σφίσιν ἐπιπεσόντος 2.19.21 ἐσκομισάμενοί τι τῶν ἀναγκαίων οὐκ ἔφθησαν. ἄφνω δὲ πολλῶν ἐς τὸ φρούριον καταφυγόντων, τῶν ἐπιτη2.19.22 δείων τῇ ἀπορίᾳ, ὡς τὸ εἰκὸς, ἐπιέζοντο. ἃ δὴ Βελισάριος γνοὺς Γεώργιον ἔπεμψεν, ἄνδρα ξυνετώτατόν τε καὶ τῶν ἀπορρήτων αὐτῷ κοινωνοῦντα, ἀποπειρασόμενον τῶν ἐν ταύτῃ ἀνθρώπων, εἴ πως ὁμολογίᾳ 2.19.23 τινὶ δύναιτο τὸ χωρίον ἑλεῖν. Γεώργιος δὲ παραίνεσίν τε ποιησάμενος καὶ πολλὰ ἐς αὐτοὺς ἐπαγωγὰ εἰπὼν ἔπεισε τὰ πιστὰ λαβόντας ἀμφὶ τῇ σωτηρίᾳ σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον ἐνδοῦναι Ῥωμαίοις. 2.19.24 οὕτω Βελισάριος τὸ Σισαυράνων ἑλὼν τοὺς μὲν οἰκήτορας ἅπαντας Χριστιανούς τε καὶ Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας, ἀθῴους ἀφῆκε, τοὺς δὲ Πέρσας ξὺν τῷ Βλησχάμῃ ἐς Βυζάντιον ἔπεμψε, καὶ τὸν τοῦ φρουρίου 2.19.25 περίβολον ἐς ἔδαφος καθεῖλε. βασιλεύς τε οὐ πολλῷ ὕστερον τούτους τε τοὺς Πέρσας καὶ τὸν Βλησχάμην ἐς Ἰταλίαν Γότθοις πολεμήσοντας ἔπεμψε. τὰ μὲν οὖν ἀμφὶ τῷ Σισαυράνων φρουρίῳ ταύτῃ ἐχώρησεν. 2.19.26 Ἀρέθας δὲ, δείσας μὴ τὴν λείαν πρὸς Ῥωμαίων ἀφαιρεθείη, οὐκέτι ἀναστρέφειν ἐς τὸ στρατόπεδον 2.19.27 ἤθελε. πέμψας οὖν τῶν οἱ ἑπομένων τινὰς ἐπὶ κατασκοπῇ δῆθεν τῷ λόγῳ ἐκέλευε λάθρα ὡς τάχιστα ἐπανήκοντας σημῆναι σφίσιν, ὅτι δὴ πολύς τις πολεμίων στρατὸς ἀμφὶ τοῦ ποταμοῦ τὴν διάβασιν εἴη. 2.19.28 διὸ δὴ Τραϊανῷ τε καὶ Ἰωάννῃ παρῄνει ἑτέρᾳ ἰοῦσιν 2.19.29 ὁδῷ ἐπανήκειν ἐς Ῥωμαίων τὴν γῆν. παρὰ μὲν οὖν Βελισάριον οὐκέτι ἦλθον, ἔχοντες δὲ ποταμὸν Εὐφράτην ἐν δεξιᾷ οὕτω δὴ ἐς Θεοδοσιούπολιν τὴν πρὸς 2.19.30 τῷ Ἀβόρρᾳ ποταμῷ ἵκοντο. Βελισάριος δὲ καὶ ὁ Ῥωμαίων στρατὸς οὐδὲν περὶ τοῦ στρατεύματος τούτου πυθόμενοι ἤσχαλλον, ἔς τε δέος καὶ ὑποψίαν οὔτε 2.19.31 φορητήν τινα οὔτε μετρίαν ἐμπίπτοντες. χρόνου τε σφίσιν ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ τριβέντος συχνοῦ ξυνέβη πολλοῖς τῶν στρατιωτῶν πυρετῷ δυσκόλῳ ἐνταῦθα ἁλῶναι· αὐχμηρὰ γὰρ Μεσοποταμία ἡ Περσῶν 2.19.32 κατήκοος ὑπερφυῶς ἐστιν. οὗπερ ἀήθεις ὄντες Ῥωμαῖοι καὶ διαφερόντως οἱ ἐκ Θρᾴκης ὁρμώμενοι, ἐν χωρίῳ ἐκτόπως αὐχμώδει καὶ καλύβαις τισὶ πνιγηραῖς ὥρᾳ θέρους δίαιταν ἔχοντες, ἐνόσησαν οὕτως ὥστε 2.19.33 ἡμιθνῆτες τὸ τριτημόριον τοῦ στρατοῦ ἔκειντο. ἅπας μὲν οὖν ὁ στρατὸς ἐνθένδε τε ἀπαλλάσσεσθαι καὶ ὅτι τάχιστα ἐς τὴν οἰκείαν γῆν