331
λαθραιότατα ἐς λόγους ἐλθόντες ὡμολόγησαν τὴν πόλιν 7.36.8 ἐνδώσειν, τακτή τε ξυνέκειτο ἡμέρα τῇ πράξει. καὶ ἐπεὶ παρῆν ἡ κυρία, Τουτίλας μηχανᾶται τοιάδε. ἐς ποταμὸν Τίβεριν ἐν πρώτῃ τῶν νυκτῶν φυλακῇ δύο πλοῖα μακρὰ καθῆκεν, ἄνδρας ἐνταῦθα χρῆσθαι ταῖς 7.36.9 σάλπιγξιν ἐπισταμένους ἐνθέμενος. οἷς δὴ ἐπέστελλε διὰ μὲν τοῦ Τιβέριδος ἐρέσσοντας ἐπίπροσθεν ἰέναι, ἐπειδὰν δὲ τοῦ περιβόλου ἄγχιστα ἥκωσι, ταῖς σάλπιγξιν 7.36.10 ἐνταῦθα ἠχεῖν δυνάμει τῇ πάσῃ. αὐτὸς δὲ τὸν Γότθων στρατὸν ἄγχιστα πύλης τῆς εἰρημένης, ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, λανθάνων τοὺς πολεμίους 7.36.11 ἐν παρασκευῇ εἶχε. λογισάμενός τε ὡς ἤν τινες τοῦ Ῥωμαίων στρατοῦ ἅτε ἐν σκότῳ διαλαθόντες ἐκ τῆς πόλεως διαδρᾶναι οἷοί τε ὦσιν, ἴωσιν ἐς Κεντουκέλλας, ἐπεὶ ὀχύρωμα ἕτερον τῶν τῇδε χωρίων οὐδαμῆ σφίσιν ἐλέλειπτο, ἀνδρῶν μαχίμων ἐνέδραις τισὶ προλοχίζειν ἔγνω τὴν ἐνταῦθα ὁδὸν φέρουσαν, οἷς δὴ ἐπήγγελλε 7.36.12 τοὺς φεύγοντας διαχρήσασθαι. οἱ μὲν οὖν ἐν τοῖς πλοίοις ὄντες, ἐπεὶ τῆς πόλεως ἄγχι ἐγένοντο, ἐχρῶντο 7.36.13 ἤδη κατὰ τὰ σφίσιν ἐπηγγελμένα ταῖς σάλπιγξι. Ῥωμαῖοι δὲ καταπλαγέντες ἐς μέγα τε δέος καὶ θόρυβον καταστάντες ἐξαπιναίως ἀπολιπόντες οὐδενὶ λόγῳ τὰ σφέτερα φυλακτήρια ἐβοήθουν ἐνταῦθα δρόμῳ, τὴν 7.36.14 ἐπιβουλὴν ἐς τὸ ἐκείνῃ τεῖχος εἶναι οἰόμενοι. μόνοι τε οἱ προδιδόντες Ἴσαυροι ἐπὶ τῇ αὐτῶν φυλακῇ μείναντες τάς τε πύλας κατ' ἐξουσίαν ἀνέῳγον καὶ 7.36.15 τῇ πόλει τοὺς πολεμίους ἐδέξαντο. καὶ πολὺς μὲν τῶν παραπεπτωκότων ἐνταῦθα γεγένηται φόνος, πολλοὶ δὲ φεύγοντες δι' ἑτέρων πυλῶν ᾤχοντο, οἱ δὲ τὴν ἐπὶ Κεντουκέλλας ἰόντες ὑπό τε τοῖς ἐνεδρεύουσι γενόμενοι διεφθάρησαν. ὀλίγοι μέντοι αὐτῶν διέφυγον μόλις, ἐν οἷς καὶ ∆ιογένην πληγέντα φασὶ διασεσῶσθαι. 7.36.16 Ἦν δέ τις ἐν τῷ Ῥωμαίων στρατῷ Παῦλος μὲν ὄνομα, Κίλιξ δὲ γένος, ὃς τὰ μὲν πρῶτα ἐφειστήκει τῇ Βελισαρίου οἰκίᾳ, ὕστερον δὲ καταλόγου ἱππικοῦ ἄρχων ἔς τε Ἰταλίαν ἐστράτευσε καὶ ξὺν τῷ ∆ιογένει 7.36.17 ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ ἐτέτακτο. οὗτος ὁ Παῦλος, ἁλισκομένης τότε τῆς πόλεως, ξὺν ἱππεῦσι τετρακοσίοις ἔς τε τὸν Ἀδριανοῦ τάφον ἀνέδραμε καὶ τὴν γέφυραν ἔσχε τὴν ἐς Πέτρου τοῦ ἀποστόλου τὸν νεὼν φέρουσαν. 7.36.18 τοῦ δὲ Γότθων στρατοῦ, ὄρθρου τε ὄντος καὶ μέλλοντός τι ὑποφαίνειν ἡμέρας, τούτοις δὴ τοῖς ἀνδράσιν ἐς χεῖρας ἐλθόντος, ἐνταῦθα ἰσχυρότατα τοὺς πολεμίους ὑφιστάμενοι τὸ πλέον ἔσχον· τῶν τε βαρβάρων ἅτε πλήθους τε μεγάλου καὶ στενοχωρίας ἐν αὐτοῖς 7.36.19 οὔσης πολλοὺς ἔκτειναν. ὅπερ ἐπεὶ ὁ Τουτίλας εἶδε, κατέπαυσε μὲν αὐτίκα τὴν μάχην, Γότθους δὲ τοῖς πολεμίοις ἀντικαθεζομένους ἡσυχάζειν ἐκέλευεν, οἰό7.36.20 μενος λιμῷ τοὺς ἄνδρας αἱρήσειν. ταύτην μὲν οὖν τὴν ἡμέραν Παῦλός τε καὶ οἱ τετρακόσιοι ἀπόσιτοι διαγεγόνασι, τήν τε νύκτα οὕτως ηὐλίσαντο· τῇ δὲ ἐπιγενομένῃ ἐβουλεύσαντο μὲν σιτίζεσθαι τῶν ἵππων τισὶν, ὄκνησις δὲ αὐτοὺς τῷ τῆς ἐδωδῆς οὐ ξυνειθισμένῳ διεκρούσατο μέχρι ἐς δείλην ὀψίαν, καίπερ πιεζομένους 7.36.21 τῷ λιμῷ ἐς τὰ μάλιστα. τότε δὲ πολλὰ λογισάμενοι ἐν σφίσιν αὐτοῖς, καὶ ἀλλήλους ἐς εὐτολμίαν παρακαλέσαντες, ἐβουλεύσαντο ἄμεινον σφίσιν εἶναι εὐπρεπεῖ 7.36.22 θανάτῳ αὐτίκα δὴ μάλα καταλῦσαι τὸν βίον. ὁρμῆσαι μὲν γὰρ ἔγνωσαν ἐπὶ τοὺς πολεμίους ἐκ τοῦ αἰφνιδίου, κτεῖναι δὲ αὐτῶν ὅσους ἂν ἑκάστῳ δυνατὰ εἴη, 7.36.23 οὕτω τε ἀνδρείως τῆς τελευτῆς τυχεῖν ἅπαντες. ἀλλήλους τοίνυν ἐξαπιναίως περιπλακέντες καὶ τῶν προσώπων καταφιλήσαντες τὴν ἐπὶ θανάτῳ ἠσπάζοντο, 7.36.24 ὡς ἀπολούμενοι εὐθὺς ἅπαντες. ὅπερ κατανοήσας ὁ Τουτίλας ἔδεισε μὴ θανατῶντες ἄνθρωποι καὶ σωτηρίας πέρι ἐλπίδα οὐδεμίαν τὸ λοιπὸν ἔχοντες ἀνήκεστα 7.36.25 ἔργα Γότθους δράσωσι. πέμψας οὖν παρ' αὐτοὺς δυοῖν προὐτείνετο αὐτοῖς αἵρεσιν, ὅπως ἢ τοὺς ἵππους ἀφέντες ἐνταῦθα καὶ τὰ ὅπλα καταθέμενοι, ἀπομόσαντές τε μηκέτι ἐπὶ Γότθους στρατεύεσθαι, κακῶν ἀπαθεῖς ἐς Βυζάντιον ἀπαλλάσσωνται, ἢ τὰ σφέτερα αὐτῶν ἔχοντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ Γότθοις τὸ λοιπὸν 7.36.26 ξυστρατεύσωσι. τούτους Ῥωμαῖοι τοὺς λόγους ἄσμενοι