192
ἀποβιβάσας τὸ στράτευμα ἐς τὴν ἤπειρον αὐτὸς μὲν ἐνταῦθα ἡσύχαζε, πεντακοσίους δὲ τοῦ στρατοῦ ἀπολέξας Σιφίλαν τε αὐτοῖς ἄρχοντα ἐπιστήσας, τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, ἐκέλευε τὴν στενοχωρίαν καταλαβεῖν, ἣν δὴ ἐν τῷ τῆς πόλεως προαστείῳ ἐπύθετο εἶναι. καὶ Σιφίλας 5.7.35 μὲν κατὰ ταῦτα ἐποίει. Κωνσταντιανὸς δὲ καὶ ἡ στρατιὰ πᾶσα ἐς Σάλωνας τῇ ὑστεραίᾳ ἐσελάσαντες 5.7.36 τῷ πεζῷ καὶ ταῖς ναυσὶ προσωρμίσαντο. Κωνσταντιανὸς μὲν οὖν Σαλώνων τοῦ περιβόλου ἐπεμελεῖτο, ἀνοικοδομούμενος σπουδῇ ἅπαντα ὅσα αὐτοῦ κατεπεπτώκει· Γρίπας δὲ καὶ ὁ τῶν Γότθων στρατὸς, ἐπειδὴ Ῥωμαῖοι Σάλωνας ἔσχον, ἑβδόμῃ ἡμέρᾳ ἐνθένδε ἀναστάντες ἐπὶ Ῥαβέννης ἀπεκομίσθησαν, οὕτω τε Κωνσταντιανὸς ∆αλματίαν τε καὶ Λιβουρνίαν ξύμπασαν ἔσχε, Γότθους προσαγαγόμενος ἅπαντας, οἳ ταύτῃ 5.7.37 ἵδρυντο. τὰ μὲν οὖν ἀμφὶ ∆αλματίαν ταύτῃ πη ἔσχε· καὶ ὁ χειμὼν ἔληγε, καὶ πρῶτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος συνέγραψε. 5.8.1 Βελισάριος δὲ φύλακας ἔν τε Συρακούσῃ καὶ Πανόρμῳ ἀπολιπὼν τῷ ἄλλῳ στρατῷ ἐκ Μεσήνης διέβη ἐς Ῥήγιον (ἔνθα δὴ οἱ ποιηταὶ τήν τε Σκύλλαν γεγονέναι μυθοποιοῦσι καὶ Χάρυβδιν), καὶ αὐτῷ προσε5.8.2 χώρουν ὁσημέραι οἱ ταύτῃ ἄνθρωποι. τῶν τε γὰρ χωρίων ἀτειχίστων σφίσιν ἐκ παλαιοῦ ὄντων, φυλακὴν αὐτῶν οὐδαμῆ εἶχον καὶ κατὰ ἔχθος τὸ Γότθων μάλιστα τῇ γὰρ παρούσῃ ἀρχῇ, ὡς τὸ εἰκὸς, ἤχθοντο. 5.8.3 ἐκ δὲ Γότθων αὐτόμολος παρὰ Βελισάριον Ἐβρίμους ξὺν πᾶσι τοῖς ἑπομένοις ἦλθεν, ὁ Θευδάτου γαμβρὸς, ὃς τῇ ἐκείνου θυγατρὶ Θευδενάνθῃ ξυνῴκει. αὐτίκα τε παρὰ βασιλέα σταλεὶς, γερῶν τε ἄλλων ἔτυχε καὶ 5.8.4 ἐς τὸ πατρικίων ἀξίωμα ἦλθε. τὸ δὲ στράτευμα ἐκ Ῥηγίου πεζῇ διὰ Βριττίων τε καὶ Λευκανῶν ᾔει, παρηκολούθει τε ἄγχιστα τῆς ἠπείρου ὁ τῶν νηῶν στόλος. 5.8.5 ἐπεὶ δὲ ἐς Καμπανίαν ἀφίκοντο, πόλει ἐνέτυχον ἐπιθαλασσίᾳ, Νεαπόλει ὄνομα, χωρίου τε φύσει ἐχυρᾷ 5.8.6 καὶ Γότθων πολλῶν φρουρὰν ἐχούσῃ. καὶ τὰς μὲν ναῦς Βελισάριος ἐκέλευεν ἐν τῷ λιμένι ἔξω βελῶν ὄντι ὁρμίζεσθαι, αὐτὸς δὲ τῆς πόλεως ἐγγὺς στρατόπεδον ποιησάμενος πρῶτον μὲν τὸ φρούριον, ὃ ἐν τῷ προαστείῳ ἐστὶν, ὁμολογίᾳ εἷλεν, ἔπειτα δὲ καὶ τοῖς ἐν τῇ πόλει δεομένοις ἐπέτρεπε τῶν τινας λογίμων ἐς τὸ στρατόπεδον πέμψαι, ἐφ' ᾧ ἐπείπωσί τε ὅσα αὐτοῖς βουλομένοις ἐστὶ καὶ τοὺς λόγους ἀκούσαντες 5.8.7 τοὺς αὐτοῦ ἐς τὸ πᾶν ἀγγείλωσιν. αὐτίκα οὖν οἱ Νεαπολῖται Στέφανον πέμπουσιν. ὃς ἐπεὶ παρὰ Βελισάριον ἧκεν, ἔλεξε τοιάδε «Οὐ δίκαια ποιεῖς, ὦ «στρατηγὲ, ἐπ' ἄνδρας Ῥωμαίους τε καὶ οὐδὲν ἀδι»κοῦντας στρατεύων, οἳ πόλιν τε μικρὰν οἰκοῦμεν καὶ «βαρβάρων δεσποτῶν φρουρὰν ἔχομεν, ὥστε οὐδ' 5.8.8 «ἀντιπρᾶξαι, ἢν ἐθέλωμεν, ἐφ' ἡμῖν εἶναι. ἀλλὰ καὶ «φρουροῖς τοῖσδε ξυμβαίνει παῖδάς τε καὶ γυναῖκας «καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς Θευδάτου χερσὶν ἀπολι5.8.9 «ποῦσιν ἐπὶ τῇ ἡμετέρᾳ φυλακῇ ἥκειν. οὐκοῦν, ἤν «τι ἐς ὑμᾶς πράξωσιν, οὐ τὴν πόλιν, ἀλλὰ σφᾶς αὐτοὺς 5.8.10 «καταπροδιδόντες φανήσονται. εἰ δὲ δεῖ τἀληθὲς οὐδὲν «ὑποστειλάμενον εἰπεῖν, οὐδὲ τὰ ξύμφορα ὑμῖν αὐτοῖς «βουλευσάμενοι ἐφ' ἡμᾶς ἥκετε. Ῥώμην μὲν γὰρ «ἑλοῦσιν ὑμῖν καὶ Νεάπολις οὐδενὶ πόνῳ ὑποχειρία «ἔσται, ἐκείνης δὲ, ὡς τὸ εἰκὸς, ἀποκρουσθέντες οὐδὲ 5.8.11 «ταύτην ἀσφαλῶς ἕξετε. ὥστε τηνάλλως ὁ χρόνος «ὑμῖν ἐν τῇ προσεδρείᾳ τετρίψεται ταύτῃ.» τοσαῦτα μὲν Στέφανος εἶπε. 5.8.12 Βελισάριος δὲ ἀμείβεται ὧδε «Τὸ μὲν εὖ ἢ ἄλλως «ἡμᾶς βουλευσαμένους ἐνθάδε ἥκειν οὐ Νεαπολίταις «σκοπεῖν δώσομεν. ἃ δέ ἐστι τῆς ὑμετέρας βουλῆς «ἄξια, βουλόμεθα σκοπουμένους ὑμᾶς οὕτω δὴ πράσ5.8.13 «σειν ὅσα ἂν ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλῃ. δέξασθε «τοίνυν τῇ πόλει τὸν βασιλέως στρατὸν ἐπὶ τῇ ἐλευ»θερίᾳ ὑμῶν τε καὶ τῶν ἄλλων Ἰταλιωτῶν ἥκοντα, 5.8.14 «καὶ μὴ τὰ πάντων ἀνιαρότατα ἐφ' ὑμῖν ἕλησθε. ὅσοι «μὲν γὰρ δουλείαν ἢ ἄλλο τι ἀναδυόμενοι τῶν αἰσχρῶν «ἐς πόλεμον χωροῦσιν, οὗτοι δὴ ἔν γε τῷ ἀγῶνι εὐ»ημεροῦντες εὐτυχήματα διπλᾶ ἔχουσι, ξὺν τῇ νίκῃ «καὶ τὴν τῶν κακῶν ἐλευθερίαν κτησάμενοι, καὶ ἡσσώ»μενοι φέρονταί τι αὑτοῖς παραμύθιον, τὸ μὴ ἑκόντες 5.8.15 «τῇ χείρονι ἕπεσθαι τύχῃ. οἷς δὲ