351
ὀπίσω ἐχώρουν, τόν τε Χοριάνην σὺν τῷ ἄλλῳ Περσῶν τε καὶ Ἀλανῶν στρατῷ ἔμενον καὶ οὐκ ἐς μακρὰν ἀνεμίγνυντο σφίσιν. 8.8.29 Ἤδη δὲ καὶ οἱ ἀμφὶ Γουβάζην καὶ ∆αγισθαῖον πεζοὶ ἐς ἱππεῖς τοὺς σφετέρους ἀφίκοντο καὶ ἡ μάχη 8.8.30 ἐν χερσὶν ἀμφοτέρωθεν ἦν. τότε δὴ Φιλήγαγός τε καὶ Ἰωάννης, ἐλάσσους εἶναι ἢ ἐνεγκεῖν ἐπιοῦσαν τὴν τῶν βαρβάρων ἵππον οἰόμενοι, μάλιστα ἐπεὶ ἀπέγνωσαν τὴν Λαζῶν δύναμιν, ἀπὸ τῶν ἵππων ἀποθορόντες ταὐτὸ ποιεῖν ἀναγκάζουσι Ῥωμαίους τε καὶ Λαζοὺς 8.8.31 ἅπαντας. ἐς φάλαγγά τε ὡς βαθυτάτην ταξάμενοι πεζοὶ μετωπηδὸν ἀντίοι τοῖς πολεμίοις ἔστησαν ἅπαντες, 8.8.32 τὰ δόρατα ἐπανατεινόμενοι σφίσιν. οἱ δὲ βάρβαροι οὐκ ἔχοντες ὅ τι γένωνται (οὔτε γὰρ ἐπιδραμεῖν πεζοῖς γε οὖσι τοῖς ἐναντίοις ἐδύναντο οὔτε αὐτῶν ξυνταράξαι τὴν φάλαγγα οἷοί τε ἦσαν) ἐπεὶ αὐτοῖς οἱ ἵπποι ταῖς τε τῶν δοράτων αἰχμαῖς καὶ τῷ τῶν ἀσπίδων πατάγῳ ἀχθόμενοι ἀνεχαίτιζον, ἐπὶ τὰ τόξα ἔβλεπον ἅπαντες, ἐλπίδι θαρσοῦντες ὡς πλήθει βελῶν ῥᾷστα τοὺς πολεμίους 8.8.33 ἐς φυγὴν τρέψονται. καὶ Ῥωμαῖοι ξὺν Λαζοῖς ἅπασι ταὐτὸ τοῦτο ἐποίουν. ἑκατέρωθέν τε συχνὰ ἐς ἀλλήλους τοξεύματα ᾔει, ἔκ τε ἀμφοτέρων πολλοὶ ἔπιπτον. 8.8.34 Πέρσαι μὲν οὖν καὶ Ἀλανοὶ μάλιστα συνεχῆ τὰ βέλη πολλῷ ἔτι μᾶλλον ἢ οἱ ἐναντίοι ἀφίεσαν. ἀλλ' αὐτῶν τὰ πολλὰ ἐς τὰς ἀσπίδας ξυνέβαινεν ἀποκρούεσθαι. ἐν τούτῳ δὲ τῷ πολέμῳ Χοριάνῃ τῷ Περσῶν 8.8.35 ἄρχοντι βεβλῆσθαι ξυνέβη. ὑφ' ὅτου μέντοι οὗτος ἀνὴρ βληθείη, φανερὸν οὐδενὶ γέγονε· τύχῃ γάρ τινι ἐκ τοῦ ὁμίλου ἰὼν ὁ ἄτρακτος ἔς τε τοῦ ἀνθρώπου τὸν αὐχένα παγεὶς εὐθυωρὸν αὐτὸν διεχρήσατο, ἑνός τε θανάτῳ ἀνδρὸς ἥ τε μάχη ἐκλίθη καὶ πρὸς τοὺς 8.8.36 Ῥωμαίους ἡ νίκη ἐχώρει. ὁ μὲν γὰρ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἐπὶ στόμα πεσὼν ἔκειτο, δρόμῳ δὲ πολλῷ ἐπὶ τὸ χαράκωμα οἱ βάρβαροι ᾔεσαν, οἵ τε Ῥωμαῖοι ξὺν τοῖς Λαζοῖς ἐπισπόμενοι πολλοὺς ἔκτεινον, ἐλπίδα ἔχοντες αἱρήσειν αὐτοβοεὶ τὸ τῶν ἐναντίων στρατό8.8.37 πεδον. ἀλλά τις τῶν Ἀλανῶν ἐς εὐψυχίας πέρι καὶ σώματος ἰσχύος εὖ ἥκων, τοξεύειν τε συχνὰ ἐφ' ἑκάτερα διαφερόντως ἐξεπιστάμενος, ἐς τοῦ χάρακος τὴν εἴσοδον στενοτάτην οὖσαν εἱστήκει, ἐμπόδιός τε 8.8.38 τοῖς ἐπιοῦσι παρὰ δόξαν ἐπὶ πλεῖστον ἐγίνετο. Ἰωάννης δὲ, ὁ τοῦ Θωμᾶ παῖς, μόνος ὡς ἀγχοτάτω παρ' αὐτὸν ἥκων ἐξαπιναίως τὸν ἄνθρωπον δόρατι ἔκτεινεν, οὕτω τε Ῥωμαῖοι καὶ Λαζοὶ τοῦ στρατοπέδου ἐκράτησαν. καὶ τῶν βαρβάρων πλεῖστοι μὲν αὐτοῦ διεφθάρησαν, οἱ δὲ λοιποὶ ἀπεκομίσθησαν ἐς τὰ πάτρια ἤθη, ὡς 8.8.39 ἑκάστῳ δυνατὰ γέγονεν. αὕτη μὲν οὖν ἡ Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Κολχίδα γενομένη ἐς τοῦτο ἐτελεύτα. καὶ ἄλλη δὲ Περσῶν στρατιὰ τοὺς ἐν Πέτρᾳ φρουροὺς τῷ τε τῶν ἐπιτηδείων πλήθει καὶ πᾶσι τοῖς ἄλλοις ἐπιρρώσαντες ἀνεχώρησαν. 8.9.1 Ἐν τούτῳ δὲ τάδε ξυνηνέχθη γενέσθαι. Λαζοὶ ∆αγισθαῖον ἐς βασιλέα διέβαλλον, ἐς Βυζάντιον ἥκον8.9.2 τες, προδοσίαν τε καὶ μηδισμὸν ἐπιφέροντες. Πέρσαις γὰρ αὐτὸν ἰσχυρίζοντο ἀναπεισθέντα οὐ βεβουλῆσθαι καταπεπτωκότος τοῦ Πέτρας περιβόλου ἐπιβατεῦσαι, τούς τε πολεμίους θυλάκους μεταξὺ ψάμμου ἐμπλησαμένους καὶ αὐτῶν τὰς ἐπιβολὰς ἀντὶ λίθων ποιησαμένους τοῦ περιβόλου ὅσα καταπεπτώκει ταύτῃ κρα8.9.3 τύνασθαι. ἔλεγόν τε ὡς ∆αγισθαῖος, εἴτε χρήμασιν εἴτε ὀλιγωρίᾳ ἐς τοῦτο ἠγμένος, τὴν ἐπίθεσιν ἐς ἕτερόν τινα χρόνον ἀπέθετο, καὶ τοῦ καιροῦ τὴν ἀκμὴν ἐν τῷ παραυτίκα μεθῆκεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι 8.9.4 οἷός τε ἐγεγόνει. αὐτὸν οὖν βασιλεὺς ἐν τῷ οἰκήματι καθείρξας ἐτήρει· Βέσσαν δὲ, ἐξ Ἰταλίας οὐ πολλῷ ἔμπροσθεν ἥκοντα, στρατηγὸν Ἀρμενίων καταστησάμενος ἐς Λαζικὴν πέμπει, ἄρχειν ἐπαγγείλας τοῦ ἐν8.9.5 ταῦθα Ῥωμαίων στρατοῦ. οὗ δὴ καὶ Βενῖλος, ὁ Βούζου ἀδελφὸς, ξὺν στρατῷ ἤδη σταλεὶς ἔτυχε καὶ Ὀδόναχός τε καὶ ὁ Βάβας ἐκ Θρᾴκης καὶ Οὐλίγαγος Ἔρουλος 8.9.6 γένος. ὅ τε Ναβέδης ἐσβαλὼν ἐς Λαζικὴν στρατῷ ἄλλο μέν τι λόγου ἄξιον οὐδὲν ἔδρασεν, Ἀβασγοῖς δὲ ἀποστᾶσιν ἀπό τε Ῥωμαίων καὶ Λαζῶν ἐπιχωριάσας τῇ στρατιᾷ ταύτῃ, παῖδας τῶν ἐν σφίσι λογίμων ἑξή8.9.7 κοντα ἐν ὁμήρων λόγῳ πρὸς αὐτῶν ἔλαβε. τότε δὲ ποιούμενος ὁ