160
περὶ λύχνων ἁφὰς, ἡνίκα τὴν πόλιν οἱ πολιορκοῦντες σφίσιν ἐγχειριεῖσθαι τῇ ὑστεραίᾳ ἐκαραδόκουν. ἐν ἐλπίδι τε ταῦτα 4.15.10 ἔχοντες τὴν νύκτα ἐκείνην ηὐλίσαντο. ἐπεὶ δὲ ἡμέρα τε ἐγεγόνει καὶ Βελισάριον παρεῖναι ἔμαθον, λύσαντες ὡς τάχιστα τὸ στρατόπεδον αἰσχρῶς τε καὶ κόσμῳ 4.15.11 οὐδενὶ ἐς φυγὴν ὥρμηντο. Βελισάριος δὲ τοῦ στρατοῦ ἀμφὶ δισχιλίους ἀγείρας καὶ αὐτοὺς ἐς εὔνοιαν τὴν βασιλέως λόγοις τε ὁρμήσας καὶ χρήμασι πολλοῖς ἐπιρρώσας τὴν δίωξιν ἐπὶ τοὺς φεύγοντας ἐποιήσατο. 4.15.12 καὶ αὐτοὺς ἐς Μέμβρησαν πόλιν καταλαμβάνει, πεντήκοντα καὶ τριακοσίοις σταδίοις Καρχηδόνος διέχουσαν. 4.15.13 ἔνθα δὴ ἑκάτεροι στρατοπεδευσάμενοι ἐς μάχην παρεσκευάζοντο, οἱ μὲν ἀμφὶ Βελισάριον ἐς ποταμὸν Βαγράδαν, οἱ δὲ ἕτεροι ἐν χωρίῳ ὑψηλῷ τε καὶ δυσκόλῳ τὸ 4.15.14 χαράκωμα ποιησάμενοι. ἐς γὰρ τὴν πόλιν οὐδέτεροι 4.15.15 εἰσελθεῖν ἔγνωσαν, ἐπεὶ ἀτείχιστος οὖσα ἐτύγχανε. τῇ δὲ ὑστεραίᾳ καθίσταντο ἐς τὴν ξυμβολὴν, οἱ μὲν στασιῶται πλήθει τῷ σφετέρῳ πιστεύοντες, οἱ δὲ ἀμφὶ Βελισάριον ἅτε ἀφρόνων τε καὶ ἀστρατηγήτων ὑπερ4.15.16 φρονοῦντες τῶν πολεμίων. ἃ δὴ Βελισάριος ταῖς τῶν στρατιωτῶν διανοίαις ἐναποθέσθαι βουλόμενος βεβαίως ἅπαντας ξυγκαλέσας ἔλεξε τάδε «Ἐλπίδος μὲν καὶ «εὐχῆς ἧσσον, ἄνδρες συστρατιῶται, βασιλεῖ τε καὶ 4.15.17 «Ῥωμαίοις τὰ πράγματα ἔχει. ἐς ξυμβολὴν γὰρ τανῦν «ἥκομεν, ἐξ ἧς οὐδὲ τὸ νικᾶν ἄκλαυστον ἕξομεν, ἐπὶ 4.15.18 «ξυγγενεῖς τε καὶ ξυντρόφους στρατεύοντες. ἔχομεν «δὲ τοῦ κακοῦ παραψυχὴν τήνδε, οἷς γε οὐ τῆς μάχης «ἄρχοντες αὐτοὶ, ἀλλ' ἀμυνόμενοι ἐς τὸν κίνδυνον 4.15.19 «καθιστάμεθα. ὁ γὰρ ἐς τοὺς φιλτάτους τὴν ἐπιβου»λὴν ποιησάμενος καὶ τὸ ξυγγενὲς διαλύσας οἷς ἔδρα»σεν, οὐ πρὸς τῶν φίλων, ἢν ἀπόληται, θνήσκει, ἀλλ' «ἐν πολεμίου γεγονὼς μοίρᾳ τοῖς ἠδικημένοις ἐκτίνει 4.15.20 «τὴν δίκην. πολεμίους δὲ καὶ βαρβάρους καὶ ὅ τι «ἄν τις εἴποι δεινότερον εἶναι δείκνυσι τοὺς ἐναντίους «οὐ Λιβύη μόνον ὑπὸ ταῖς τούτων χερσὶν ἐς λείαν «ἐλθοῦσα, οὐδὲ οἱ ταύτην οἰκοῦντες οὐ δέον παρ' «ἐκείνων ἀνῃρημένοι, ἀλλὰ καὶ Ῥωμαίων στρατιωτῶν «πλῆθος, οὓς οἱ δυσμενεῖς οὗτοι κτείνειν ἐτόλμησαν, «μίαν αὐτοῖς αἰτίαν τὴν ἐς τὴν πολιτείαν ἐπικαλέσαν4.15.21 «τες εὔνοιαν· οἷς νῦν τιμωροῦντες ἐπ' αὐτοὺς ἥκομεν, «δυσμενεῖς εἰκότως τοῖς πάλαι φιλτάτοις γενόμενοι. 4.15.22 «φύσει μὲν γὰρ οὐδένες τῶν πάντων ἀνθρώπων «οἰκείως ἂν ἢ ἐναντίως ἀλλήλοις ἔχοιεν, αἱ δὲ πράξεις «ἑκάστων ἢ τῷ ὁμοτρόπῳ ἐς ξυμμαχίαν ξυνάπτουσαι «ἢ τῷ διαλλάσσοντι τῆς γνώμης ἐς τὸ δυσμενὲς διακρί»νουσαι φίλους, ἂν οὕτω τύχοι, ἢ πολεμίους ἀλλήλοις 4.15.23 «ποιοῦσιν. ὡς μὲν οὖν ἐπ' ἀνθρώπους ἀνοσίους τε «καὶ πολεμίους στρατεύομεν, ἱκανῶς ἔχετε, ὡς δὲ κα»ταφρονεῖσθαί εἰσι παρ' ἡμῶν ἄξιοι, ἐγὼ δηλώσω. 4.15.24 «ὅμιλος γὰρ ἀνθρώπων οὐ νόμῳ συνιόντων, ἀλλ' ἐκ «τοῦ ἀδίκου ξυνειλεγμένων ἀνδραγαθίζεσθαι ἥκιστα «πέφυκεν, οὐδαμῶς τῆς ἀρετῆς τῷ παρανόμῳ ξυνοικίζε»σθαι δυναμένης, ἀλλ' ἀεὶ τῶν οὐχ ὁσίων ἀφιστα4.15.25 «μένης. οὐ μὴν οὐδὲ τὴν εὐκοσμίαν φυλάξουσιν οὐδὲ 4.15.26 «τῶν ὑπὸ Στότζα παραγγελλομένων ἀκούσουσι. τυραν»νίδα γὰρ ἄρτι καθισταμένην καὶ οὔπω τὴν τοῦ θαρ»σεῖν ἐξουσίαν λαβοῦσαν ὑπερορᾶσθαι πρὸς τῶν ἀρ4.15.27 «χομένων ἀνάγκη. οὔτε γὰρ εὐνοίᾳ τετίμηται, ἐπεὶ «μισεῖσθαι ἡ τυραννὶς πέφυκεν, οὔτε φόβῳ ἄγει τοὺς «ὑπηκόους· ἀφείλετο γὰρ αὐτῆς τὴν παρρησίαν τὸ δε4.15.28 «διέναι. ἀρετῆς δὲ καὶ εὐκοσμίας ἀπολελειμμένων «τῶν πολεμίων ἡσσᾶσθαι πρόχειρον. πολλῷ τοίνυν, «ὅπερ εἶπον, τῷ καταφρονήματι ἐπὶ τούσδε ἡμᾶς τοὺς 4.15.29 «πολεμίους ἰέναι προσήκει. οὐ γὰρ τῷ πλήθει τῶν «μαχομένων, ἀλλὰ τάξει τε καὶ ἀνδρίᾳ φιλεῖ διαμε»τρεῖσθαι τὸ τοῦ πολέμου κράτος.» 4.15.30 Βελισάριος μὲν τοσαῦτα εἶπε. Στότζας δὲ παρεκελεύσατο ὧδε «Ἄνδρες, οἳ ξὺν ἐμοὶ τῆς ἐς Ῥωμαίους «δουλείας ἔξω γεγένησθε, μηδεὶς ὑμῶν ὑπὲρ τῆς ἐλευ»θερίας ἀπαξιούτω θνήσκειν, ἧς ἀνδρίᾳ τε καὶ τῇ 4.15.31 «ἄλλῃ ἀρετῇ τετυχήκατε. οὐ γὰρ οὕτω δεινὸν τὸ τοῖς «κακοῖς ξυγγηράσκοντα τελευτῆσαι τὸν