7
Πακούριος τοῖς πεπραγμένοις ὑπερησθεὶς, πέμψας παρὰ τὸν Ἀρσάκην τῶν οἱ ἐπιτηδείων τινὰς τά τε πιστά οἱ παρασχόμενος τὸν 1.5.14 ἄνθρωπον μετεπέμψατο. καὶ ἐπεὶ παρ' αὐτὸν Ἀρσάκης ἀφίκετο, τῆς τε ἄλλης αὐτὸν φιλοφροσύνης ἠξίωσε καὶ 1.5.15 ἅτε ἀδελφὸν ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ἔσχε. καὶ τότε μὲν ὅρκοις δεινοτάτοις τόν τε Ἀρσάκην καταλαβὼν καὶ αὐτὸς οὐδέν τι ἧσσον ὀμωμοκὼς ἦ μὴν εὔνους τε καὶ ξυμμάχους Πέρσας τε τὸ λοιπὸν καὶ Ἀρμενίους ἀλλήλοις εἶναι, αὐτίκα δὴ αὐτὸν ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι. 1.5.16 Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον διέβαλον τὸν Ἀρσάκην τινὲς ὡς δὴ πράγμασι νεωτέροις ἐγχειρεῖν βούλοιτο. οἷσπερ ἀναπεισθεὶς ὁ Πακούριος αὖθις αὐτὸν μετεπέμπετο ὑπειπὼν ὅτι δὴ αὐτῷ τι κοινολογεῖσθαι 1.5.17 ὑπὲρ τῶν ὅλων ἐπιμελὲς εἴη. καὶ ὃς οὐδέν τι μελλήσας ἐς αὐτὸν ἦλθεν, ἄλλους τε τῶν ἐν Ἀρμενίοις μαχιμωτάτων ἐπαγόμενος καὶ Βασσίκιον, ὅσπερ αὐτῷ στρατηγός τε καὶ ξύμβουλος ἦν· ἀνδρίας τε γὰρ καὶ 1.5.18 ξυνέσεως ἐπὶ πλεῖστον ἀφῖκτο. εὐθὺς οὖν ὁ Πακούριος ἄμφω, τόν τε Ἀρσάκην καὶ Βασσίκιον, πολλὰ ὀνειδίζων ἐκάκιζεν, εἰ τὰ ὀμωμοσμένα ἠλογηκότε οὕτω δὴ τάχιστα ἐς ἀπόστασιν ἴδοιεν. οἱ δὲ ἀπηρνοῦντό τε καὶ ἀπώμνυον ἐνδελεχέστατα μηδὲν σφίσιν αὐτοῖς 1.5.19 βεβουλεῦσθαι τοιοῦτο. τὰ μὲν οὖν πρῶτα ὁ Πακούριος αὐτοὺς ἐν ἀτιμίᾳ ἐφύλασσεν, ἔπειτα δὲ τῶν μά1.5.20 γων ἀνεπυνθάνετο ὅ τί οἱ ποιητέα ἐς αὐτοὺς εἴη. οἱ δὲ μάγοι τῶν μὲν ἀρνουμένων καὶ οὐ διαρρήδην ἐληλεγμένων καταγινώσκειν οὐδαμῆ ἐδικαίουν, ὑποθήκην δὲ αὐτῷ τινα ἔφραζον, ὅπως ἂν Ἀρσάκης αὐτὸς ἄντι1.5.21 κρυς αὑτοῦ κατηγορεῖν ἀναγκάζοιτο. τὸ γὰρ τῆς βασιλικῆς σκηνῆς ἔδαφος κόπρῳ καλύπτειν ἐκέλευον, ἥμισυ μὲν ἐκ τῆς Περσῶν χώρας, θάτερον δὲ ἥμισυ ἐκ τῆς Ἀρμενίας. καὶ ὁ βασιλεὺς κατὰ ταῦτα ἐποίει. 1.5.22 τότε δὴ οἱ μάγοι τὴν σκηνὴν ὅλην μαγείαις τισὶ καταλαβόντες ἐκέλευον τὸν βασιλέα ξὺν τῷ Ἀρσάκῃ τοὺς περιπάτους ἐνταῦθα ποιεῖσθαι, ἐπικαλοῦντα τοῖς τε 1.5.23 ξυγκειμένοις καὶ ὀμωμοσμένοις λυμήνασθαι. δεῖν δὲ καὶ αὐτοὺς τῷ διαλόγῳ παραγενέσθαι. οὕτω γὰρ ἂν τῶν λόγων μάρτυρες ἁπάντων εἶεν. αὐτίκα γοῦν ὁ Πακούριος τὸν Ἀρσάκην μεταπεμψάμενος διαύλους ἐν τῇ σκηνῇ ξὺν αὐτῷ ἐποιεῖτο, παρόντων σφίσιν ἐνταῦθα τῶν μάγων, καὶ ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅτου δὴ ἕνεκα τὰ ὀμωμοσμένα ἠλογηκὼς εἶτα Πέρσας τε καὶ 1.5.24 Ἀρμενίους αὖθις τρίβειν ἀνηκέστοις κακοῖς ἐγχειροίη· ὁ δὲ Ἀρσάκης, ἕως μὲν ἐν τῷ χώρῳ οἱ λόγοι ἐγίνοντο οὗ δὴ ὁ χοῦς ἐκ γῆς τῆς Περσίδος ἐπέκειτο, ἀπηρνεῖτό τε καὶ ὅρκοις τοῖς δεινοτάτοις πιστούμενος ἀν1.5.25 δράποδον ἰσχυρίζετο εἶναι Πακουρίου πιστόν· ἐπειδὴ δὲ μεταξὺ λέγων ἐς τῆς σκηνῆς τὸ μέσον ἀφῖκτο, ἵνα δὴ κόπρου τῆς Ἀρμενίας ἐπέβησαν, ἐνταῦθα οὐκ οἶδα ὅτῳ ἀναγκασθεὶς λόγους μὲν τούτους ἐπὶ τὸ θρασύτερον ἐξαπιναίως μεταβιβάζει, ἀπειλῶν δὲ τῷ τε Πακουρίῳ καὶ Πέρσαις οὐκέτι ἀνίει, ἀλλὰ τίσασθαι αὐτοὺς ἐπηγγέλλετο ὕβρεως τῆσδε, ἐπειδὰν αὐτὸς αὑτοῦ 1.5.26 τάχιστα κύριος γένοιτο. καὶ ταῦτα λέγων τε καὶ νεανιευόμενος ἐποιεῖτο τὸν περίπατον ὅλον, ἕως ἀναστρέψας ἐς κόπρον αὖθις τὴν ἐκ γῆς τῆς Περσίδος ἀφίκετο. ἐνταῦθα γὰρ πάλιν ὥσπερ τινὰ παλινῳδίαν ᾄδων ἱκέτης τε ἦν καὶ οἰκτρούς τινας τῷ Πακουρίῳ 1.5.27 προὔφερε λόγους. ἐπεὶ δὲ ἐς χοῦν αὖθις τὸν Ἀρμενίων ἦλθεν, ἐς τὰς ἀπειλὰς ἀπεχώρησε. καὶ πολλάκις οὕτω μεταβληθεὶς ἐφ' ἑκάτερα ἔκρυψε τῶν οἱ ἀπορ1.5.28 ρήτων οὐδέν. τότε δὴ οἱ μὲν μάγοι κατέγνωσαν αὐτοῦ ἔς τε τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἠδικηκέναι. Πακούριος δὲ Βασσικίου μὲν τὸ δέρμα ἐκδείρας ἀσκόν τε αὐτὸ πεποιημένος καὶ ἀχύρων ἐμπλησάμενος ὅλον 1.5.29 ἀπεκρέμασεν ἐπὶ δένδρου τινὸς ὑψηλοῦ λίαν. τὸν μέντοι Ἀρσάκην (ἀποκτεῖναι γὰρ ἄνδρα τοῦ βασιλείου αἵματος ὄντα οὐδαμῆ εἶχεν) ἐν τῷ τῆς Λήθης φρουρίῳ καθεῖρξε. 1.5.30 Χρόνῳ δὲ ὕστερον τῶν τις Ἀρμενίων τῷ τε Ἀρσάκῃ ἐν τοῖς μάλιστα ἐπιτηδείων καί οἱ ἐπισπομένων ἐς τὰ Περσῶν ἤθη ἰόντι, Πέρσαις ἐπί τι ἔθνος ἰοῦσι βαρβαρικὸν ξυνεστράτευσεν· ὃς δὴ ἀνήρ τε ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ, ὁρῶντος Πακουρίου τὰ ποιούμενα, 1.5.31 γέγονε καὶ τῆς νίκης αἰτιώτατος Πέρσαις. διὸ δὴ