241
ἕξουσιν, ἤν που ἐνοχλοῖντο πρὸς τῶν ἐναντίων· τὴν δὲ λείαν φυλάσσειν ἅπασαν, ὅπως ἂν αὐτὴν ὀρθῶς 6.7.34 καὶ δικαίως ἡ στρατιὰ διανέμοιτο. εἶτα ξὺν γέλωτι καὶ τοῦτο ἐπεῖπεν «Οὐ γὰρ δίκαιον ὑφ' ἑτέρων μὲν «τοὺς κηφῆνας πόνῳ μεγάλῳ ἀπόλλυσθαι, ἄλλους δὲ «τοῦ μέλιτος οὐδεμιᾷ ταλαιπωρίᾳ ὀνίνασθαι.» τοσαῦτα μὲν ἐπιστείλας Βελισάριος Ἰωάννην ξὺν τῷ στρατεύματι ἔπεμψεν. 6.7.35 Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον ὅ τε Μεδιολάνων ἱερεὺς ∆άτιος καὶ τῶν πολιτῶν ἄνδρες δόκιμοι ἐς Ῥώμην ἀφικόμενοι Βελισαρίου ἐδέοντο φρουροὺς ὀλίγους σφίσι 6.7.36 ξυμπέμψαι. αὐτοὶ γὰρ ἱκανοὶ ἰσχυρίζοντο εἶναι, οὐ Μεδιόλανον μόνην, ἀλλὰ καὶ Λιγουρίαν ὅλην πόνῳ οὐδενὶ Γότθων τε ἀποστῆσαι καὶ βασιλεῖ ἀνασώσασθαι. 6.7.37 αὕτη δὲ ἡ πόλις ᾤκισται μὲν ἐν Λιγούροις, μέση που μάλιστα Ῥαβέννης τε πόλεως καὶ Ἄλπεων τῶν ἐν Γάλ6.7.38 λων ὁρίοις κειμένη. ἑκατέρωθεν γὰρ ἐς αὐτὴν ὀκτὼ ἡμερῶν ὁδὸς ἀνδρὶ εὐζώνῳ ἐστὶ, πρώτη δὲ πόλεων τῶν ἑσπερίων μετά γε Ῥώμην μεγέθει τε καὶ πολυανθρωπίᾳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ ἐτύγχανεν οὖσα. καὶ αὐτοῖς Βελισάριος ὑποσχόμενος τὴν δέησιν ἐπιτελῆ ποιήσειν κατεῖχεν αὐτοῦ τὴν τοῦ χειμῶνος ὥραν. 6.8.1 Ταῦτα μὲν δὴ ὧδέ πη εἶχε. τῆς δὲ τύχης ὁ φθόνος ὤδινεν ἤδη ἐπὶ Ῥωμαίους, ἐπεὶ τὰ πράγματα εὖ τε καὶ καλῶς σφίσιν ἐπίπροσθεν προϊόντα ἑώρα, κακῷ τε κεραννύναι τινὶ ταῦτα ἐθέλουσα, ἔριν ἐξ οὐδεμιᾶς αἰτίας λόγου ἀξίας ἐπενόει Βελισαρίῳ τε καὶ Κωνσταντίνῳ, ἣ ὅπως τε ἔφυ καὶ ἐς ὅ τι ἐτελεύτησεν, 6.8.2 ἐρῶν ἔρχομαι. Πρεσίδιος ἦν τις, ἀνὴρ Ῥωμαῖος, ᾠκημένος μὲν ἐπὶ Ῥαβέννης, ὢν δὲ οὐκ ἀφανής. οὗτος ὁ Πρεσίδιος, ὅτι δὴ Γότθοις προσκεκρουκὼς, ἡνίκα Οὐίττιγις ἐπὶ Ῥώμην στρατεύειν ἔμελλε, ξὺν ὀλίγοις τισὶ τῶν οἰκετῶν ἐπὶ κυνηγέσιον δῆθεν τῷ λόγῳ στελλόμενος φεύγει, οὔτε τῳ τὴν βουλὴν κοινωσάμενος οὔτε τι τῶν χρημάτων ξὺν αὑτῷ ἔχων, πλήν γε δὴ ὅτι ξιφίδια δύο αὐτὸς ἔφερεν, ὧν τὼ κουλεὼ χρυσῷ τε πολλῷ καὶ λίθοις ἐντίμοις κεκαλλωπισμένω ἐτυχέτην. καὶ ἐπειδὴ ἐν Σπολιτίῳ ἐγένετο, ἐς νεών τινα ἔξω 6.8.3 τοῦ περιβόλου κατέλυσεν. ὃ δὴ Κωνσταντῖνος ἀκούσας (ἐτύγχανε γὰρ ἔτι ἐνταῦθα διατριβὴν ἔχων) τῶν τινα ὑπασπιστῶν Μαξεντίολον πέμψας ἄμφω ἀφαιρεῖται 6.8.4 λόγῳ οὐδενὶ τὼ ἀκινάκα. περιαλγὴς δὲ γεγονὼς τοῖς ξυμπεσοῦσιν ὁ ἄνθρωπος ἐς Ῥώμην ὅτι τάχιστα παρὰ Βελισάριον στέλλεται, οὗ δὴ οὐκ εἰς μακρὰν καὶ Κωνσταντῖνος ἀφίκετο. ἤδη γὰρ ὁ τῶν Γότθων στρατὸς 6.8.5 οὐκ ἄποθεν εἶναι ἠγγέλλετο. ἕως μὲν οὖν ἔν τε θορύβῳ καὶ κινδύνῳ Ῥωμαίοις καθειστήκει τὰ πράγματα, σιωπῇ ὁ Πρεσίδιος ἔμενεν· ὡς δὲ τά τε Ῥωμαίων καθυπέρτερα εἶδε καὶ Γότθων πρέσβεις παρὰ βασιλέα σταλέντας, καθάπερ μοι ἔμπροσθεν εἴρηται, Βελισαρίῳ συχνὰ προσιὼν τήν τε ἀδικίαν ἀπήγγελλε καί οἱ τὰ 6.8.6 δίκαια βοηθεῖν ἠξίου. ὁ δὲ Κωνσταντίνῳ πολλὰ μὲν αὐτὸς, πολλὰ δὲ δι' ἑτέρων μεμφόμενος, παρῄνει ἔργου 6.8.7 τε ἀδίκου καὶ δόξης αἰσχρᾶς ἀπαλλάσσεσθαι. ἀλλὰ Κωνσταντῖνος (χρῆν γάρ οἱ γενέσθαι κακῶς) τούς τε λόγους ἀεὶ ἐρεσχελῶν διεκρούετο καὶ τὸν ἠδικημένον 6.8.8 ἐτώθαζε. Βελισαρίῳ δέ ποτε, ἵππῳ ἐν τῇ ἀγορᾷ ὀχουμένῳ, ἐντυχὼν ὁ Πρεσίδιος τοῦ τε χαλινοῦ τοῦ ἵππου ἐλάβετο καὶ μέγα ἀναβοῶν ἠρώτα εἰ ταῦτα λέγουσιν οἱ βασιλέως νόμοι, ἵνα ἐπειδάν τις τοὺς βαρβάρους φυγὼν ἱκέτης ἐς αὐτοὺς ἵκοιτο, οἵδε ἀφέλωνται βίᾳ 6.8.9 ὅσα ἂν τύχῃ ἐν χερσὶν ἔχων. πολλῶν δὲ περιεστηκότων ἀνθρώπων καὶ τοῦ χαλινοῦ ξὺν ἀπειλῇ κελευόντων μεθίεσθαι, οὐ πρότερον ἀφῆκε, πρὶν δὴ αὐτῷ 6.8.10 ὑπέσχετο Βελισάριος τὰ ξιφίδια δώσειν. τῇ οὖν ὑστεραίᾳ Κωνσταντῖνόν τε καὶ τῶν ἀρχόντων πολλοὺς ἐς οἰκίσκον τινὰ ξυγκαλέσας Βελισάριος ἐν Παλατίῳ, τῶν μὲν τῇ προτεραίᾳ ξυμπεπτωκότων ὑπέμνησε, παρῄνει δὲ ὀψὲ γοῦν τοῦ χρόνου τοὺς ἀκινάκας ἀπο6.8.11 διδόναι. ὁ δὲ οὐκ ἔφη δώσειν· ἥδιον γὰρ ἂν αὐτοὺς ἐς τοῦ Τιβέριδος τὸ ὕδωρ ἐμβάλλοι ἢ τῷ Πρεσιδίῳ 6.8.12 διδοίη. θυμῷ τε ἤδη ἐχόμενος Βελισάριος ἐπυνθάνετο εἰ οὐκ οἴοιτο Κωνσταντῖνος πρὸς αὐτοῦ ἄρχεσθαι. καὶ αὐτὸς τὰ μὲν ἄλλα οἱ ὡμολόγει ἅπαντα πείσεσθαι· βουλομένῳ γὰρ ταῦτα βασιλεῖ εἶναι· τόδε