8
αὐτὸν ὁ Πακούριος ὅ τι ἂν βούλοιτο αἰτεῖσθαι ἠξίου, ἰσχυρισάμενος ὅτι δὴ οὐδενὸς πρὸς αὐτοῦ ἀτυχήσει. 1.5.32 ὁ δὲ ἄλλο οἱ οὐδὲν γενέσθαι ἠξίου ἢ ὥστε τὸν Ἀρσά1.5.33 κην ἐν ἡμέρᾳ μιᾷ θεραπεῦσαι ᾗ βούλοιτο. τοῦτο τὸν βασιλέα ἠνίασε μὲν ἐς τὰ μάλιστα, εἰ λύειν νόμον οὕτω δὴ παλαιὸν ἀναγκάζοιτο, ὅπως μέντοι παντάπασιν ἀληθίζηται, ξυνεχώρει τὴν δέησιν ἐπιτελῆ γενέ1.5.34 σθαι. ἐπεὶ δὲ βασιλέως ἐπαγγείλαντος γέγονεν ἐν τῷ τῆς Λήθης φρουρίῳ, ἠσπάσατο μὲν τὸν Ἀρσάκην, ἄμφω δὲ ἀλλήλοιν περιβαλόντε ἐθρηνησάτην τε ἡδύν τινα θρῆνον καὶ ἀπολοφυραμένω τὴν παροῦσαν τύχην μόλις ἀπ' ἀλλήλοιν διαλύειν τὰς αὑτοῦ χεῖρας ἑκάτερος 1.5.35 ἔσχεν. ἐπεὶ δὲ τῶν ὀδυρμῶν ἐς κόρον ἐλθόντες ἐπαύσαντο, ἔλουσε μὲν ὁ Ἀρμένιος τὸν Ἀρσάκην καὶ τἄλλα οὐκ ἀπημελημένως ἐκόσμησε, σχῆμα δὲ αὐτῷ περιθέ1.5.36 μενος τὸ βασίλειον ἐπὶ στιβάδος ἀνέκλινεν. ἐνταῦθά τε τοὺς παρόντας Ἀρσάκης βασιλικῶς εἱστία ᾗπερ 1.5.37 εἰώθει τὰ πρότερα. ἐν ταύτῃ τῇ θοίνῃ πολλοὶ μὲν ἐπὶ κύλικι λόγοι ἐλέχθησαν, οἵπερ τὸν Ἀρσάκην ἱκανῶς ἤρεσκον, πολλὰ δὲ ἄλλα ἐς μέσον ἦλθεν, ἅπερ αὐτῷ ἐν ἡδονῇ ἦν· μηκυνομένου τε τοῦ πότου ἄχρι ἐς νύκτα τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ ὑπερφυῶς ἥσθησαν, μόλις δὲ ἀλλήλων ἀπαλλαγέντες διελύθησαν, καταβε1.5.38 βρεγμένοι τῇ εὐπαθείᾳ. τότε δὴ λέγουσι τὸν Ἀρσάκην εἰπεῖν ὡς ἡμέραν τὴν ἡδίστην διατελέσας ἐν ταύτῃ τε ξυγγενόμενος τῷ ποθεινοτάτῳ ἀνθρώπων ἁπάντων, οὐκ ἂν ἔτι ἑκών γε εἶναι ὑποσταίη τὰ φλαῦρα τοῦ 1.5.39 βίου, καὶ ταῦτα εἰπόντα μαχαίρᾳ ἑαυτὸν διαχειρίσασθαι, ἥνπερ ἐν τῇ θοίνῃ ἐξεπίτηδες κεκλοφὼς ἔτυχεν, οὕτω 1.5.40 τε αὐτὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι. τὰ μὲν οὖν κατὰ τοῦτον δὴ τὸν Ἀρσάκην ἡ τῶν Ἀρμενίων συγγραφὴ λέγει ταύτῃ, ᾗπερ ἐρρήθη, κεχωρηκέναι, καὶ τὸν νόμον τότε ἀμφὶ τῷ τῆς Λήθης φρουρίῳ λελύσθαι. ἐμοὶ δὲ ὅθενπερ ἐξέβην ἰτέον. 1.6.1 Καθειρχθέντα δὲ τὸν Καβάδην ἐθεράπευεν ἡ γυνὴ ἐσιοῦσά τε παρ' αὐτὸν καὶ τὰ ἐπιτήδεια ἐσκομίζουσα· ἣν δὴ ὁ τῆς εἱρκτῆς ἄρχων πειρᾶν ἤρξατο· ἦν 1.6.2 γὰρ τὴν ὄψιν ἐς τὰ μάλιστα εὐπρεπής. ὅπερ ἐπεὶ ὁ Καβάδης παρὰ τῆς γυναικὸς ἔμαθεν, ἐκέλευσεν ἐνδιδόναι αὑτὴν τῷ ἀνθρώπῳ ὅ τι βούλοιτο χρῆσθαι. οὕτω δὴ τῇ γυναικὶ ἐς εὐνὴν ξυνελθὼν ὁ τοῦ φρουρίου ἄρχων ἠράσθη τε αὐτῆς ἔρωτα ἐξαίσιον οἷον. 1.6.3 καὶ ἀπ' αὐτοῦ ξυνεχώρει παρὰ τὸν ἄνδρα τὰς εἰσόδους ποιεῖσθαι, ὅπη ἂν αὐτῇ βουλομένῃ εἴη, καὶ αὖθις ἐνθένδε ἀπαλλάσσεσθαι, οὐδενὸς ἐμποδὼν ἱσταμένου. ἦν δέ τις τῶν ἐν Πέρσαις λογίμων Σεόσης ὄνομα, 1.6.4 Καβάδῃ ἐς τὰ μάλιστα φίλος, ὃς ἀμφὶ τὸ φρούριον τοῦτο διατριβὴν εἶχε, καιροφυλακῶν εἴ πως αὐτὸν ἔν1.6.5 δοθεν ἐξελέσθαι δυνήσεται. διά τε τῆς γυναικὸς τῷ Καβάδῃ ἐσήμαινεν ὡς ἵπποι τέ οἱ καὶ ἄνδρες ἐν παρασκευῇ τυγχάνουσιν ὄντες τοῦ φρουρίου οὐ μακρὰν 1.6.6 ἄποθεν, δηλώσας τι χωρίον αὐτῷ. καί ποτε νυκτὸς ἐπιλαβούσης ἀνέπεισε τὴν γυναῖκα Καβάδης ἐσθῆτα μὲν αὐτῷ τὴν οἰκείαν δοῦναι, τὰ δὲ αὑτοῦ ἀμπεχομένην ἱμάτια ἐπὶ τῆς εἱρκτῆς ἀντ' αὐτοῦ καθῆσθαι, 1.6.7 οὗπερ ἐκεῖνος ἐκάθητο. οὕτω μὲν οὖν Καβάδης ἀπηλλάσσετο ἐκ τοῦ δεσμωτηρίου. κατιδόντες δὲ αὐτὸν οἷς ἡ φυλακὴ αὕτη ἐπέκειτο τὴν γυναῖκα ὑπετόπαζον εἶναι· ταῦτά τοι οὔτε κωλύειν οὔτε ἄλλως αὐτὸν ἐνοχλεῖν 1.6.8 ἔγνωσαν. ἅμα τε ἡμέρᾳ τὴν γυναῖκα ἐς τὸ δωμάτιον ἐν τοῖς τοῦ ἀνδρὸς ἱματίοις ἰδόντες καὶ μακρὰν ἀπολελειμμένοι τοῦ ἀληθοῦς ᾤοντο Καβάδην ἐνταῦθα εἶναι. ἥ τε δόκησις αὕτη ἐν ἡμέραις συχναῖς ἤκμαζεν, 1.6.9 ἕως Καβάδης πόρρω που τῆς ὁδοῦ ἐγεγόνει. τὰ μὲν οὖν ἀμφὶ τῇ γυναικὶ ξυνενεχθέντα, ἐπεὶ ἐς φῶς ἡ ἐπιβουλὴ ἦλθε, καὶ ὅντινα αὐτὴν τρόπον ἐκόλασαν, ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν. οὐ γὰρ ὁμολογοῦσι Πέρσαι ἀλλήλοις· διὸ δὴ αὐτὰ λέγειν ἀφίημι. 1.6.10 Καβάδης δὲ λαθὼν ἅπαντας ξὺν τῷ Σεόσῃ ἐς Οὔννους τοὺς Ἐφθαλίτας ἀφίκετο καὶ αὐτῷ τὴν παῖδα γυναῖκα ὁ βασιλεὺς γαμετὴν δίδωσιν, οὕτω τε στράτευμα λόγου πολλοῦ ἄξιον ἅτε κηδεστῇ ἐπὶ Πέρσας 1.6.11 ξυνέπεμψε. τούτῳ τῷ στρατῷ Πέρσαι ὑπαντιάζειν οὐδαμῆ ἤθελον, ἀλλὰ ἄλλος ἄλλῃ ἐς φυγὴν ὥρμηντο. 1.6.12 ἐπεὶ δὲ ὁ Καβάδης ἐν τῇ χώρᾳ