387
κωλύμην ποιεῖσθαι, σκῆψιν δέ τινα οὐ λίαν εὐπρόσωπον δόξασαν εἶναι προβεβλημένοι, ὅτι δὴ Λαγγοβάρδας τοὺς σφίσι πολεμιωτάτους 8.26.20 οὗτος ἐπαγόμενος ἥκει. ἐπὶ τούτοις διαπορουμένῳ τὴν ἀρχὴν τῷ Ναρσῇ καὶ Ἰταλῶν τῶν οἱ παρόντων ἀμφὶ τῷ πρακτέῳ πυνθανομένῳ ἐσήγγελλόν τινες ὡς εἰ καὶ Φράγγοι παρήσουσι σφᾶς τήνδε τὴν δίοδον ποιεῖσθαι, ἀλλ' ἐς Ῥάβενναν ἐνθένδε κομίζεσθαι οὐδαμῆ ἕξουσιν, οὐδὲ τὴν πορείαν ταύτην ποιεῖσθαι ὅτι 8.26.21 μὴ ἄχρι ἐς πόλιν Βερώνην. Τουτίλαν γὰρ ἀπολεξάμενον εἴ τι δόκιμον ἦν ἐν τῷ Γότθων στρατῷ, στρατηγόν τε αὐτοῖς καταστησάμενον Τεΐαν τὸν Γότθον, ἄνδρα διαφερόντως ἀγαθὸν τὰ πολέμια, στεῖλαι ἐς πόλιν Βερώνην Γότθων κατήκοον οὖσαν, ἐφ' ᾧ τῷ Ῥωμαίων στρατῷ διακωλύοι τὴν πάροδον, ὅσα γε δυ8.26.22 νατά. καὶ ἦν δὲ οὕτως. ἐπειδή τε ὁ Τεΐας ἐγένετο ἐν πόλει Βερώνῃ, τὴν ἐκείνῃ δίοδον τοῖς πολεμίοις ἀπέφραξε πᾶσαν, ἀδιέξοδά τε καὶ ὅλως ἄπορα πανταχόσε ἀμφὶ ποταμὸν Πάδον τὰ χωρία εἶναι ἀνάγκῃ χειροποιήτῳ σκευωρησάμενος, καὶ πὴ μὲν λόχμας τε καὶ τάφρους καὶ φάραγγας τεκτηνάμενος, πὴ δὲ τέλμινάς τε ὡς βαθυτάτας καὶ χώρους τεναγώδεις τινὰς αὐτὸς τῷ Γότθων στρατῷ ἐφύλασσεν ἐς τὸ ἀκριβὲς, ὡς ὁμόσε χωρῆσαι Ῥωμαίοις, ἤν τι ἀποπειρῶνται τῆς 8.26.23 ἐνθένδε ὁδοῦ. ταῦτα δὲ Τουτίλας ἐμηχανᾶτο, οἰόμενος διὰ μὲν τῆς παραλίας κόλπου τοῦ Ἰονίου Ῥωμαίοις μήποτε δυνατὰ ἔσεσθαι τὴν πορείαν ποιεῖσθαι, ἐπεὶ ναυσίποροι ποταμοὶ παμπληθεῖς ἐνταῦθα ἐκβολὰς ἔχοντες ἀπόρευτα παντάπασι παρέχονται εἶναι τὰ ἐκείνῃ χωρία· ναῦς δὲ αὐτοὺς τοσαύτας τὸ πλῆθος ὡς ἥκιστα ἔχειν, ὥστε δὴ ἀθρόους παντὶ τῷ στρατῷ διαπορθμεύεσθαι τὸν Ἰόνιον κόλπον, ἢν δέ γε κατ' ὀλίγους ναυτίλλωνται, αὐτὸς ἂν τῷ καταλοίπῳ στρατῷ τῶν Γότθων τοὺς ἑκάστοτε ἀποβαίνοντας πόνῳ οὐδενὶ 8.26.24 ἀναστείλειε. τοιαύτῃ μὲν οὖν γνώμῃ ὅ τε Τουτίλας ἐπήγγελλε ταῦτα καὶ ὁ Τεΐας ἐποίει. Ναρσῇ δὲ λίαν ἀμηχανοῦντι Ἰωάννης ὁ Βιταλιανοῦ, τῶν τῇδε χωρίων ἐμπείρως ἔχων, παρῄνει παντὶ τῷ στρατῷ μὲν κατὰ τὴν παραλίαν ἰέναι, κατηκόων σφίσιν ὄντων, ὡς προδεδήλωται, τῶν τῇδε ἀνθρώπων, παρακολουθεῖν δὲ 8.26.25 τῶν νηῶν τινας καὶ ἀκάτους πολλάς. ἐπειδὰν γὰρ ὁ στρατὸς ἐπὶ ταῖς τῶν ποταμῶν ἐκβολαῖς γένωνται, γέφυραν ἐκ τῶν ἀκάτων τούτων τῷ τοῦ ποταμοῦ ῥοθίῳ ἐναρμοσάμενοι, ῥᾷον ἂν καὶ ἀπονώτερον ποιήσαιντο τὴν διάβασιν. ὁ μὲν Ἰωάννης ταῦτα παρῄνει, πείθεται δὲ Ναρσῆς, καὶ τῷ τρόπῳ τούτῳ παντὶ τῷ στρατῷ ἐπὶ Ῥαβέννης κομίζεται. 8.27.1 Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη γενέσθαι. Ἰλδιγισὰλ Λαγγοβάρδας ἀνὴρ, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ Αὐδουὶν ὄντος ἐχθροῦ, ὃς τούτων δὴ τῶν βαρβάρων ἡγεῖτο (αὐτῷ γὰρ τὴν ἀρχὴν κατὰ γένος προσήκουσαν Αὐδουὶν βιασάμενος ἔσχεν) ἐξ ἠθῶν ἀποδρὰς 8.27.2 τῶν πατρίων ἐπὶ Βυζαντίου κομίζεται. οὗ δὴ αὐτὸν ἀφικόμενον Ἰουστινιανὸς βασιλεὺς ἐν τοῖς μάλιστα φιλοφροσύνης ἠξίωσεν, ἄρχοντά τε κατεστήσατο ἑνὸς τῶν ἐπὶ τοῦ Παλατίου φυλακῆς τεταγμένων λόχων, 8.27.3 οὕσπερ σχολὰς ὀνομάζουσιν. εἵποντο δὲ αὐτῷ τοῦ Λαγγοβαρδῶν ἔθνους ἄνδρες ἀγαθοὶ τὰ πολέμια οὐχ ἥσσους ἢ τριακόσιοι, οἳ δὴ μίαν πρῶτον ἐπὶ Θρᾴκης 8.27.4 δίαιταν εἶχον. τὸν Ἰλδιγισὰλ οὖν Αὐδουὶν μὲν πρὸς βασιλέως Ἰουστινιανοῦ ἐξῃτεῖτο ἅτε φίλος τε Ῥωμαίοις καὶ ξύμμαχος ὢν, μισθὸν τῆς φιλίας τὴν προ8.27.5 δοσίαν αὐτῷ τοῦ ἱκέτου εἰσπραττόμενος. ὁ δὲ τρόπῳ οὐδενὶ ἐδίδου. χρόνῳ δὲ ὕστερον Ἰλδιγισὰλ, ἐνδεέστερον ἢ κατὰ τὴν ἀξίαν αὐτοῦ καὶ τὴν Ῥωμαίων δόξαν ἐπικαλῶν οἱ αὐτῷ τήν τε τιμὴν καὶ τὰ ἐπιτήδεια εἶναι, δυσφορουμένῳ ἐπὶ πλεῖστον ἐῴκει· ὃ δὴ Γόαρ κατενόησε, Γότθος ἀνὴρ, πάλαι τε δορυάλωτος ἐν τῷδε τῷ πολέμῳ ἐκ ∆αλματίας ἐνταῦθα ἥκων, ἡνίκα τὸν πόλεμον Οὐίττιγις ὁ Γότθων βασιλεὺς πρὸς 8.27.6 Ῥωμαίους διέφερε· θυμοειδὴς δὲ ὢν καὶ δραστήριος ἄγαν πρὸς τύχην τὴν παροῦσαν ζυγομαχῶν διαγέγονεν. ἐπειδὴ δὲ Γότθοι μετὰ τὴν Οὐιττίγιδος ἐπικράτησιν ἐς ἀπόστασιν εἶδον, βασιλεῖ ὅπλα ἀντάραντες, κακουργῶν ἐπὶ τῇ πολιτείᾳ διαφανῶς