36
ἦσαν. ὅ τε γὰρ περίβολος ἐπιμαχώτατος ἦν ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ πολιορκίᾳ Περσῶν ῥᾷστα ἁλώσιμος, αὐτοί τε τὰ ἐπιτήδεια οὐ διαρκῶς εἶχον, οὐ μὴν οὐδὲ μηχανὰς οὐδέ τι ἄλλο ἀξιόχρεων καθ' ὅ τι ἀμύνωνται. 1.21.9 Σίττας δὲ καὶ ὁ Ῥωμαίων στρατὸς ἐς χωρίον μὲν Ἀτταχᾶς ἦλθον, Μαρτυροπόλεως ἑκατὸν σταδίοις διέχον, ἐς τὰ πρόσω δὲ οὐκ ἐτόλμων ἰέναι, ἀλλ' αὐτοῦ ἐνστρα1.21.10 τοπεδευσάμενοι ἔμενον. ξυνῆν δὲ αὐτοῖς καὶ Ἑρμογένης αὖθις ἐπὶ πρεσβείᾳ ἐκ Βυζαντίου ἥκων. ἐν τούτῳ δὲ τοιόνδε τι ξυνηνέχθη γενέσθαι. 1.21.11 Κατασκόπους ἐκ παλαιοῦ ἔν τε Ῥωμαίοις καὶ Πέρσαις δημοσίᾳ σιτίζεσθαι νόμος, οἳ δὴ λάθρα ἰέναι παρὰ τοὺς πολεμίους εἰώθασιν, ὅπως περισκοπήσαντες ἐς τὸ ἀκριβὲς τὰ πρασσόμενα εἶτα ἐπανιόντες τοῖς 1.21.12 ἄρχουσιν ἐσαγγείλωσι. τούτων πολλοὶ μὲν εὐνοίᾳ, ὡς τὸ εἰκὸς, χρῆσθαι ἐς τοὺς ὁμογενεῖς ἐν σπουδῇ ἔχουσι, τινὲς δὲ καὶ τοῖς ἐναντίοις προΐενται τὰ ἀπόρρητα. 1.21.13 τότε οὖν ἐκ Περσῶν κατάσκοπός τις ἐς Ῥωμαίους σταλεὶς ἐς ὄψιν τε Ἰουστινιανῷ βασιλεῖ ἥκων, ἄλλα τε πολλὰ ἐξεῖπεν ἐν τοῖς βαρβάροις πρασσόμενα καὶ ὡς γένος Μασσαγετῶν ἐπὶ τῷ Ῥωμαίων πονηρῷ αὐτίκα δὴ μάλα ἐς τὰ Περσῶν ἤθη ἐξίασιν, ἐνθένδε τε ἐς Ῥωμαίων τὴν γῆν ἰόντες τῷ Περσῶν στρατῷ ἕτοιμοί 1.21.14 εἰσιν ἀναμίγνυσθαι. ὁ δὲ ταῦτα ἀκούσας, πεῖράν τε ἤδη τοῦ ἀνθρώπου ἀληθείας πέρι ἐς αὑτὸν ἔχων, χρήμασιν αὐτὸν ἁδροῖς τισι χαρισάμενος πείθει ἔς τε τὸ Περσῶν στρατόπεδον ἰέναι, ὃ δὴ Μαρτυροπολίτας ἐπολιόρκει, καὶ τοῖς ταύτῃ βαρβάροις ἀγγεῖλαι, ὅτι δὴ οἱ Μασσαγέται οὗτοι χρήμασιν ἀναπεισθέντες τῷ Ῥωμαίων βασιλεῖ μέλλουσιν ὅσον οὔπω ἐπ' αὐτοὺς ἥξειν. 1.21.15 ὁ δὲ κατὰ ταῦτα ἐποίει, ἔς τε τὸ τῶν βαρβάρων στρα1.21.15 τόπεδον ἀφικόμενος τῷ τε Χαναράγγῃ καὶ τοῖς ἄλλοις ἀπήγγελλε στράτευμα Οὔννων πολεμίων σφίσιν οὐκ ἐς 1.21.16 μακρὰν ἐς τοὺς Ῥωμαίους ἀφίξεσθαι. οἱ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, κατωρρώδησάν τε καὶ ἐπὶ τοῖς παροῦσι διηποροῦντο. 1.21.17 Ἐν τούτῳ δὲ ξυνέβη πονήρως τῷ Καβάδῃ νοσῆσαι τὸ σῶμα, καὶ Περσῶν ἕνα τῶν οἱ ἐν τοῖς μάλιστα ἐπιτηδειοτάτων καλέσας, Μεβόδην ὄνομα, ἐκοινολογεῖτο ἀμφί τε τῷ Χοσρόῃ καὶ τῇ βασιλείᾳ, δεδιέναι τε Πέρσας ἔφασκε μή τι τῶν αὐτῷ βεβουλευμένων 1.21.18 ἀλογῆσαι ἐν σπουδῇ ἕξουσιν. ὁ δέ οἱ τῆς γνώμης τὴν δήλωσιν ἐν γράμμασιν ἀπολιπεῖν ἠξίου, θαρσοῦντα ὡς οὐ μή ποτε αὐτὴν ὑπεριδεῖν τολμήσωσι Πέρσαι. 1.21.19 Καβάδης μὲν οὖν ἄντικρυς διετίθετο βασιλέα Χοσρόην Πέρσαις καθίστασθαι. τὸ δὲ γράμμα ὁ Μεβόδης αὐτὸς ἔγραφε καὶ ὁ Καβάδης αὐτίκα ἐξ ἀνθρώπων 1.21.20 ἠφάνιστο. καὶ ἐπεὶ τὰ νόμιμα πάντα ἐπὶ τῇ τοῦ βασιλέως ταφῇ ἐγεγόνει, ὁ μὲν Καόσης τῷ νόμῳ θαρσῶν ἐπεβάτευε τῆς τιμῆς, ὁ δὲ Μεβόδης ἐκώλυε, φάσκων οὐδένα χρῆναι αὐτόματον ἐς τὴν βασιλείαν ἰέναι, ἀλλὰ 1.21.21 ψήφῳ Περσῶν τῶν λογίμων. καὶ ὃς ἐπέτρεπε ταῖς ἀρχαῖς τὴν περὶ τοῦ πράγματος γνῶσιν, οὐδὲν ἐνθένδε 1.21.22 ἔσεσθαί οἱ ἐναντίωμα ὑποτοπάζων. ἐπεὶ δὲ ἅπαντες οἱ Περσῶν λόγιμοι ἐς τοῦτο ἀγηγερμένοι ἐκάθηντο, τὸ μὲν γράμμα ὁ Μεβόδης ἀναλεξάμενος τὴν Καβάδου ἀμφὶ τῷ Χοσρόῃ ἐδήλου γνώμην, ἀναμνησθέντες δὲ τῆς Καβάδου ἀρετῆς ἅπαντες βασιλέα Πέρσαις αὐτίκα Χοσρόην ἀνεῖπον. 1.21.23 Οὕτω μὲν ὁ Χοσρόης τὴν ἀρχὴν ἔσχεν. ἐν δὲ Μαρτυροπόλει Σίττας τε καὶ Ἑρμογένης ἀμφὶ τῇ πόλει δειμαίνοντες, ἀμύνειν γὰρ κινδυνευούσῃ οὐδαμῆ εἶχον, ἔπεμψάν τινας ἐς τοὺς πολεμίους, οἳ τοῖς στρατηγοῖς 1.21.24 ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε «Λελήθατε ὑμᾶς αὐτοὺς «βασιλεῖ τε τῷ Περσῶν καὶ τοῖς τῆς εἰρήνης ἀγαθοῖς «καὶ πολιτείᾳ ἑκατέρᾳ ἐμποδὼν οὐ δέον γινόμενοι. «πρέσβεις γὰρ ἐκ βασιλέως ἐσταλμένοι τανῦν πάρεισιν, «ἐφ' ᾧ παρὰ τὸν Περσῶν βασιλέα ἰόντες τά τε διά»φορα διαλύσουσι καὶ τὰς σπονδὰς πρὸς αὐτὸν θή»σονται· ἀλλ' ὡς τάχιστα ἐξανιστάμενοι τῆς Ῥωμαίων «γῆς ξυγχωρεῖτε τοῖς πρέσβεσι πράσσειν ᾗ ἑκατέ1.21.25 «ροις ξυνοίσειν μέλλει. ἕτοιμοι γάρ ἐσμεν ὑπὲρ τού»των αὐτῶν καὶ ὁμήρους διδόναι ἄνδρας δοκίμους, «ὡς δὴ ἔργῳ οὐκ εἰς μακρὰν ἐπιτελῆ ἔσται.» Ῥωμαίων 1.21.26 μὲν οἱ πρέσβεις τοσαῦτα εἶπον. ἐτύγχανε δὲ καὶ