336
χρήματα πολλὰ κεκομισμένοι ἀνε7.39.20 μίγνυντο τῷ Ῥωμαίων στρατῷ. ἄλλοι τε βάρβαροι ἐκ πάσης ἀγειρόμενοι ξυνέρρεον γῆς. καὶ ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος ὁπλίτας χιλίους ἐν παρασκευῇ πεποιημένος αὐτίκα δὴ μάλα ὑπέσχετο πέμψειν. 7.39.21 Τούτων δὴ καὶ πλειοτέρων ἐς τὴν Ἰταλίαν ἀγγελλομένων, οἷα δὴ ἐξεργάζεσθαι εἴωθεν ἐς τὰ ἀνθρώπεια προϊοῦσα ἡ φήμη, Γότθοι ἅμα μὲν ἔδεισαν, ἅμα δὲ καὶ ἐν ἀπόρῳ ἐγένοντο, εἰ σφίσιν ἐς γένος τὸ Θευ7.39.22 δερίχου πολεμητέα εἴη. στρατιῶται δὲ Ῥωμαίων, ὅσοι Γότθοις ἐτύγχανον ἀκούσιοι ξυστρατεύοντες, ἄγγελον πέμψαντες Γερμανῷ σημαίνειν ἐκέλευον ὡς, ἐπειδὰν τάχιστα ἐν Ἰταλίᾳ γενόμενον αὐτὸν ἴδοιεν, ἐνστρατοπεδευομένην τε τὴν αὐτοῦ στρατιὰν, καὶ αὐτοὶ οὐδέν 7.39.23 τι μελλήσαντες ξὺν ἐκείνοις τετάξονται πάντως. οἷς δὴ ἅπασι θαρσήσαντες οἱ τοῦ βασιλέως στρατοῦ ἔν τε Ῥαβέννῃ καὶ εἴ που ἄλλη πόλις σφίσι λελεῖφθαι τετύχηκεν, εὐέλπιδες ἰσχυρότατα γεγενημένοι, τὰ χωρία 7.39.24 βασιλεῖ ἐς τὸ ἀκριβὲς φυλάσσειν ἠξίουν. ἀλλὰ καὶ ὅσοι ξὺν τῷ Βήρῳ τὰ πρότερα ἢ ἄλλοις τισὶ τοῖς πολεμίοις ἐς χεῖρας ἐλθόντες ἡσσημένοι τε τῶν ἐναντίων ἐν τῇ ξυμβολῇ διέφυγόν τε καὶ σκεδαννύμενοι περιῄεσαν, ὅπη ἑκάστῳ τετύχηκεν, ἐπειδὴ ὁδῷ ἰέναι Γερμανὸν ἤκουσαν, ἀθρόοι ἐν Ἰστρίᾳ γεγενημένοι, ἐνταῦθά τε τὸ στράτευμα τοῦτο προσδεχόμενοι, ἡσυχῆ ἔμενον 7.39.25 τότε δὴ ὁ Τουτίλας, ἡμέρα γὰρ ἡ ξυγκειμένη αὐτῷ τε καὶ ∆ιογένει ἀμφὶ Κεντουκέλλαις εἱστήκει, πέμψας παρ' αὐτὸν ἐκέλευέν οἱ κατὰ τὰ ξυγκείμενα τὴν πόλιν 7.39.26 ἐνδοῦναι. ∆ιογένης δὲ τούτου δὴ κύριος ἔφασκεν αὐτὸς οὐκέτι εἶναι. ἀκηκοέναι γὰρ αὐτοκράτορα τοῦδε τοῦ πολέμου τὸν Γερμανὸν καταστῆναί τε καὶ ξὺν τῷ 7.39.27 στρατῷ οὐκ ἄποθεν εἶναι. τῶν δὲ ὁμήρων βουλομένῳ οἱ αὐτῷ εἶναι τοὺς μὲν σφετέρους ἀπολαβεῖν, τοὺς δὲ 7.39.28 πρὸς Γότθων σφίσι δεδομένους ἀποτιννύναι. τούς τε σταλέντας ἀποπεμψάμενος τοῦ τῆς πόλεως φυλακτηρίου ἐπεμελεῖτο, Γερμανόν τε καὶ τὸ ξὺν αὐτῷ καραδοκῶν 7.39.29 στράτευμα. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε, καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ πέμπτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε. 7.40.1 Γερμανοῦ δὲ τὸ στράτευμα ἐν Σαρδικῇ, τῇ Ἰλλυριῶν πόλει, ἀγείραντός τε καὶ διέποντος, ἅπαντά τε ἰσχυρότατα ἐξαρτυομένου τὰ ἐς τὴν τοῦ πολέμου παρασκευὴν, Σκλαβηνῶν ὅμιλος ὅσος οὔπω πρότερον ἀφίκετο ἐς Ῥωμαίων τὴν γῆν. Ἴστρον τε ποταμὸν 7.40.2 διαβάντες ἀμφὶ Νάϊσον ἦλθον. ὧν δὴ ὀλίγους τινὰς ἀποσκεδασθέντας μὲν τοῦ στρατοπέδου, πλανωμένους δὲ καὶ κατὰ μόνας περιιόντας τὰ ἐκείνῃ χωρία τῶν τινες Ῥωμαίων καταλαβόντες τε καὶ ξυνδήσαντες ἀνεπυνθάνοντο ὅτου δὴ ἕνεκα οὗτος δὴ ὁ τῶν Σκλαβηνῶν στρατὸς καὶ ὅ τι κατεργασόμενοι διέβησαν ποτα7.40.3 μὸν Ἴστρον. οἱ δὲ ἰσχυρίσαντο ὡς Θεσσαλονίκην τε αὐτὴν καὶ πόλεις τὰς ἀμφ' αὐτὴν πολιορκίᾳ ἐξαιρήσοντες ἥκοιεν. ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσεν, ἄγαν τε ξυνεταράχθη καὶ πρὸς Γερμανὸν εὐθὺς ἔγραψεν, ὁδὸν μὲν ἐν τῷ παραυτίκα τὴν ἐπὶ Ἰταλίαν ἀναβαλέσθαι, Θεσσαλονίκῃ δὲ καὶ πόλεσι ταῖς ἄλλαις ἀμῦναι, καὶ τὴν Σκλαβηνῶν ἔφοδον ὅση δύναμις ἀποκρούσασθαι. 7.40.4 καὶ Γερμανὸς μὲν ἀμφὶ ταῦτα διατριβὴν εἶχε. Σκλαβηνοὶ δὲ γνόντες διαρρήδην πρὸς τῶν αἰχμαλώτων 7.40.5 Γερμανὸν ἐν Σαρδικῇ εἶναι ἐς δέος ἦλθον. μέγα γὰρ ὄνομα ἐς τούτους δὴ τοὺς βαρβάρους ὁ Γερμανὸς εἶχεν ἐξ αἰτίας τοιᾶσδε. ἡνίκα Ἰουστινιανὸς ὁ Γερμανοῦ θεῖος τὴν βασιλείαν εἶχεν, Ἄνται, οἳ Σκλαβηνῶν ἄγχιστα ᾤκηνται, Ἴστρον ποταμὸν διαβάντες στρατῷ 7.40.6 μεγάλῳ ἐσέβαλον ἐς Ῥωμαίων τὴν γῆν. ἐτύγχανε δὲ Γερμανὸν βασιλεὺς Θρᾴκης ὅλης στρατηγὸν καταστησάμενος οὐ πολλῷ πρότερον. ὃς δὴ ἐς χεῖρας ἐλθὼν τῷ τῶν πολεμίων στρατῷ κατὰ κράτος τε μάχῃ νικήσας σχεδόν τι ἅπαντας ἔκτεινε, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ὁ Γερμανὸς ἐς πάντας ἀνθρώπους καὶ διαφερόντως ἐς τούτους δὴ τοὺς βαρβάρους περιεβάλετο. 7.40.7 δειμαίνοντες οὖν αὐτὸν, ὥσπερ μοι εἴρηται, Σκλαβηνοὶ, ἅμα δὲ καὶ δύναμιν ἀξιολογωτάτην αὐτὸν ἐπάγεσθαι οἰόμενοι