50
αὐτῷ μάλιστα φίλος ἀνὴρ Ἀρσακίδης, Ἰωάννης ὄνομα, Ἀρταβάνου πατὴρ, ὃς δὴ τῷ Βούζῃ τότε ἅτε φίλῳ θαρσήσας ξύν τε Βασσάκῃ τῷ κηδεστῇ καὶ ἄλλοις ὀλίγοις τισὶ παρ' αὐτὸν ἦλθεν· οἳ δὴ ἐν χωρίῳ γενόμενοί τε καὶ αὐλισθέντες, ἔνθα τῷ Βούζῃ τῇ ὑστεραίᾳ ἐντυχεῖν ἔμελλον, ᾔσθοντο ἐς κύκλωσιν πρὸς τοῦ Ῥω2.3.30 μαίων στρατοῦ ἥκοντες. πολλὰ μὲν οὖν τὸν Ἰωάννην Βασσάκης ὁ γαμβρὸς ἐλιπάρει δρασμοῦ ἔχεσθαι. ἐπεὶ δὲ αὐτὸν πείθειν οὐκ εἶχε, μόνον ἐνταῦθα καταλιπὼν ξὺν τοῖς ἄλλοις ἅπασι λαθὼν τοὺς Ῥωμαίους, ὁδῷ τῇ 2.3.31 αὐτῇ ὀπίσω αὖθις ἀπήλαυνε. Βούζης τε τὸν Ἰωάννην μόνον εὑρὼν ἔκτεινε, καὶ ἀπ' αὐτοῦ οὔτε τινὰ ἐλπίδα ἐς Ῥωμαίους Ἀρμένιοι ξυμβάσεως πέρι τὸ λοιπὸν ἔχοντες οὔτε βασιλέα τῷ πολέμῳ ὑπεραίρειν οἷοί τε ὄντες παρὰ τὸν Περσῶν βασιλέα ἦλθον, Βασσάκου 2.3.32 σφίσιν ἡγουμένου, δραστηρίου ἀνδρός. ὧν τότε οἱ πρῶτοι Χοσρόῃ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε «Εἰσὶ «μὲν ἡμῶν πολλοὶ Ἀρσακίδαι, ὦ δέσποτα, ἐκείνου «Ἀρσάκου ἀπόγονοι, ὃς δὴ οὔτε τῆς Πάρθων βασι»λείας ἀλλότριος ἐτύγχανεν ὢν, ἡνίκα ὑπὸ Πάρθοις «ἔκειτο τὰ Περσῶν πράγματα, καὶ βασιλεὺς ἐπι»φανὴς γέγονε τῶν καθ' αὑτὸν οὐδενὸς ἧσσον. 2.3.33 «πάρεσμεν δὲ τανῦν εἰς ὑμᾶς ἅπαντες δοῦλοί τε καὶ «δραπέται γεγενημένοι, οὐχ ἑκούσιοι μέντοι, ἀλλ' «ἠναγκασμένοι ὡς μάλιστα, τῷ μὲν φαινομένῳ ὑπὸ «τῆς Ῥωμαίων ἀρχῆς, τῷ δὲ ἀληθεῖ λόγῳ ὑπὸ σῆς, ὦ 2.3.34 «βασιλεῦ, γνώμης. εἴπερ ὁ τὴν ἰσχὺν τοῖς ἀδικεῖν «βουλομένοις διδοὺς αὐτὸς ἂν φέροιτο καὶ τὴν αἰτίαν «τῶν ἔργων δικαίως. εἰρήσεται δὲ μικρὸν ἄνωθεν ὅπως «δὴ ἅπασι παρακολουθεῖν τοῖς πεπραγμένοις δυνήσεσθε. 2.3.35 «Ἀρσάκης γὰρ ὁ τῶν προγόνων τῶν ἡμετέρων βασιλεὺς «ὕστατος ἐξέστη τῆς ἀρχῆς τῆς αὑτοῦ Θεοδοσίῳ τῷ «Ῥωμαίων αὐτοκράτορι ἑκών γε εἶναι, ἐφ' ᾧ δὴ ἅπαν»τες οἱ κατὰ γένος αὐτῷ μέλλοντες πάντα τὸν αἰῶνα «προσήκειν τά τε ἄλλα βιοτεύσουσι κατ' ἐξουσίαν καὶ 2.3.36 «φόρου ὑποτελεῖς οὐδαμῆ ἔσονται. καὶ διεσωσάμεθα «τὰ ξυγκείμενα, ἕως ὑμεῖς ταύτας πεποίησθε τὰς δια»βοήτους σπονδὰς, ἃς δὴ κοινόν τινα ὄλεθρον καλῶν 2.3.37 «τις, οἰόμεθα, οὐκ ἂν ἁμάρτοι. φίλων τε γὰρ καὶ «πολεμίων τὸ ἐντεῦθεν ἀφροντιστήσας ἅπαντα ξυν»έχεέ τε καὶ ξυνετάραξε τὰ ἀνθρώπεια ὁ σὸς, ὦ βασι2.3.38 «λεῦ, τῷ λόγῳ μὲν φίλος, ἔργῳ δὲ δυσμενής. ὅπερ «καὶ αὐτὸς οὐκ εἰς μακρὰν εἴσῃ, ἐπειδὰν τάχιστα τοὺς «ἑσπερίους οἷός τε ᾖ παντάπασι καταστρέψασθαι. τί «γὰρ τῶν πρότερον ἀπειρημένων οὐκ ἔπραξεν; ἢ τί 2.3.39 «οὐκ ἐκίνησε τῶν εὖ καθεστώτων; οὐχ ἡμῖν μὲν φόρου «ἀπαγωγὴν ἔταξεν οὐ πρότερον οὖσαν, καὶ Τζάνους «τοὺς ὁμόρους ἡμῖν αὐτονόμους ὄντας δεδούλωται, «τῷ δὲ βασιλεῖ τῶν ἀθλίων Λαζῶν ἄρχοντα Ῥωμαῖον «ἐπέστησε; πρᾶγμα οὔτε τῇ φύσει τῶν πραγμάτων 2.3.40 «ξυμβαῖνον οὔτε λόγῳ ῥᾴδιον ἑρμηνεύεσθαι. οὐ Βοσπο»ρίταις μὲν τοῖς Οὔννων κατηκόοις στρατηγοὺς ἔπεμψε «καὶ τὴν πόλιν προσεποιήσατο οὐδὲν αὐτῷ προσῆκον, «ὁμαιχμίαν δὲ πεποίηται πρὸς τὰς τῶν Αἰθιόπων «ἀρχὰς, ὧν καὶ ἀνήκοοι τὸ παράπαν Ῥωμαῖοι ἐτύγχανον 2.3.41 «ὄντες; ἀλλὰ καὶ Ὁμηρίτας τε καὶ θάλασσαν τὴν «Ἐρυθρὰν περιβέβληται καὶ τὸν φοινικῶνα προστίθησι 2.3.42 «τῇ Ῥωμαίων ἀρχῇ. ἀφίεμεν γὰρ λέγειν τὰ Λιβύων «τε καὶ Ἰταλῶν πάθη. ἡ γῆ τὸν ἄνθρωπον οὐ χωρεῖ «ξύμπασα· μικρόν ἐστιν αὐτῷ πάντων ὁμοῦ τῶν ἀν2.3.43 «θρώπων κρατεῖν. ὁ δὲ καὶ τὸν αἰθέρα περισκοπεῖ «καὶ τοὺς ὑπὲρ τὸν ὠκεανὸν διερευνᾶται μυχοὺς, «ἄλλην αὑτῷ τινα οἰκουμένην περιποιεῖσθαι βουλό2.3.44 «μενος. τί οὖν ἔτι, ὦ βασιλεῦ, μέλλεις; τί δὲ τὴν «κάκιστα ἀπολουμένην εἰρήνην αἰσχύνῃ, ὅπως δηλαδή «σε ὑστάτην ποιήσηται βρῶσιν τῶν ἄλλων ἁπάντων; 2.3.45 «εἰ μέν ἐστί σοι βουλομένῳ μαθεῖν ὁποῖός τις ἂν «Ἰουστινιανὸς ἐς τοὺς αὐτῷ εἴκοντας γένοιτο, ἐγγύθεν «σοι τὸ παράδειγμα παρ' ἡμῶν τε αὐτῶν ἐστι καὶ 2.3.46 «τῶν ταλαιπώρων Λαζῶν· εἰ δὲ, ὅπως ποτὲ εἴωθε τοῖς «τε ἀγνῶσι καὶ οὐδ' ὁτιοῦν ἠδικηκόσι χρῆσθαι, Βανδί»λους τε καὶ Γότθους καὶ Μαυρουσίους διαλογίζου. 2.3.47 «τό τε δὴ κεφάλαιον οὔπω λέλεκται. οὐκ Ἀλαμούν»δαρον μὲν ἐν σπονδαῖς τὸν σὸν, ὦ κράτιστε βασιλεῦ,