328
ὑμῖν ἐνσπόνδους τε «τὸ ἀνέκαθεν καὶ γνωρίμους γεγονέναι ξυμβαίνει. 7.34.32 «φιλία δὲ χρόνου μήκει ξυμπλεκομένη τὴν διάλυσιν «οὐκ εὐπετῆ ἔχει. ὥστε ξυμμάχους οὐ δυνατοὺς μό7.34.33 «νον, ἀλλὰ καὶ βεβαίους κεκτήσεσθε. δικαιώματα μὲν «οὖν πρὸς ὑμᾶς ἐς τὴν ξυμμαχίαν ἐπαγωγὰ ταῦτά «ἐστιν ἡμῖν. θεάσασθε δὲ ὁποῖοι Λαγγοβάρδαι τοὺς 7.34.34 «τρόπους εἰσί. δίκῃ μὲν τὰ διάφορα διαλῦσαι, καίπερ «πολλὰ προκαλουμένων ἡμῶν, οὐδαμῆ ἔγνωσαν, θράσει «ἀλογίστῳ ἐχόμενοι· ἐπεὶ δὲ ὁ πόλεμος ἤδη που ἐν «χερσὶ γέγονεν, οἱ δὲ ὀπίσω τῶν πραγμάτων ἀναπο»δίζοντες τῷ τὴν οἰκείαν ἀσθένειαν ξυνεπίστασθαι «παρ' ὑμᾶς ἥκουσιν, ἀξιοῦντες Ῥωμαίους ἀνελέσθαι 7.34.35 «τὸν ὑπὲρ αὐτῶν οὐ δέον ἀγῶνα. πάντως δὲ οἱ κλῶπες «οὗτοι τό τε Σίρμιον καὶ ἄλλα ἐπὶ ∆ακίας ἄττα χωρία «ὑπόθεσιν ὑμῖν τοῦ πολέμου τοῦδε προΐσχονται εἶναι. 7.34.36 «καίτοι πόλεών τε καὶ χώρας τοσοῦτον τῇ σῇ βασιλείᾳ «περίεστιν ὥστε καὶ διερευνᾶσθαι τῶν ἀνθρώπων «τινὰς, οἷς ἂν καὶ δοίης μοῖράν τινα πρὸς ἐνοίκησιν. 7.34.37 «Φράγγους ἀμέλει καὶ τὸ Ἐρούλων ἔθνος καὶ τούτους «Λαγγοβάρδας τοσούτοις ἐδωρήσω πόλεώς τε καὶ χώρας, «ὦ βασιλεῦ, μέτροις, ὁπόσα οὐκ ἄν τις διαριθμήσαιτο. 7.34.38 «ἡμεῖς δὲ τῇ φιλίᾳ τῇ σῇ τὸ θαρσεῖν ἔχοντες, τοῦτο, «ὅπερ ἐβούλου, διαπεπράγμεθα· ὁ δέ τι προΐεσθαι «τῶν ὑπαρχόντων βεβουλευμένος κρείσσω παρὰ πολὺ «τοῦ πρὸς αὐτοῦ τετυχηκότος τῆς χάριτος τὸν προτε»ρήσαντά τε καὶ γνώμῃ τὸ δῶρον αὐτονόμῳ ἑλόμενον «οἴεται εἶναι, ἢν μὴ ἐς τὸν κεκτημένον ὑβρίζων, ἀλλὰ «τῷ φίλος οἱ ἐς τὰ μάλιστα εἶναι θαρσῶν, τὴν τοῦ «πράγματος ἀξίωσιν πεποιῆσθαι δοκεῖ, ὅπερ καὶ Γή7.34.39 «παισιν ἐς Ῥωμαίους τετύχηκεν εἶναι. ὧν ἐνθυμου»μένους ὑμᾶς μάλιστα μὲν κατὰ τὸ ξυμμαχικὸν αἰτοῦ»μεν σὺν ἡμῖν ἐπὶ Λαγγοβάρδας ἰέναι δυνάμει τῇ «πάσῃ· εἰ δὲ μὴ, ἐκποδὼν ἀμφοτέροις στῆναι. ταῦτα «γὰρ βουλευόμενοι δίκαιά τε ποιεῖτε καὶ λίαν ἐπιτη»δείως τῇ Ῥωμαίων ἀρχῇ.» 7.34.40 Καὶ Γήπαιδες μὲν τοσαῦτα εἶπον. βουλευσάμενος δὲ πολλὰ Ἰουστινιανὸς βασιλεὺς αὐτοὺς μὲν ἀποπέμψασθαι ἀπράκτους ἔγνω, ὁμαιχμίαν δὲ πρὸς Λαγγοβάρδας διώμοτον πεποιημένος πλέον αὐτοῖς ἢ ἐς μυρίους ἱππεῖς ἔπεμψεν, ὧν δὴ Κωνσταντιανὸς καὶ Βούζης καὶ 7.34.41 Ἀράτιος ἦρχον. ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης, ὁ Βι7.34.41 ταλιανοῦ ἀδελφιδοῦς, προρρηθὲν αὐτῷ ἐκ βασιλέως, ἐπειδὰν τάχιστα διαμαχήσωνται πρὸς τὸ Γηπαίδων ἔθνος, ἐνθένδε σπουδῇ ἐς τὴν Ἰταλίαν ξὺν τοῖς ἑπομένοις ἰέναι. ἐτύγχανε γὰρ ἐξ Ἰταλίας καὶ αὐτὸς 7.34.42 ἥκων. ξύμμαχοι δὲ αὐτοῖς Ἔρουλοι πεντακόσιοί τε καὶ χίλιοι εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον. 7.34.43 οἱ γὰρ ἄλλοι ξύμπαντες Ἔρουλοι ἐς τρισχιλίους ὄντες ξὺν τοῖς Γήπαισιν ἐτετάχατο, ἐπεὶ Ῥωμαίων ἀποστάντες οὐ πολλῷ ἔμπροσθεν ἔτυχον ἐξ αἰτίας ἥ μοι ἐν τοῖς 7.34.44 ἔμπροσθεν ἐρρήθη. μοῖρα δὲ Ῥωμαίων τῶν παρὰ Λαγγοβάρδας ἐπὶ ξυμμαχίᾳ ἰόντων Ἐρούλων τισὶ ξὺν Ἀόρδῳ τῷ τοῦ ἄρχοντος ἀδελφῷ ἐξαπιναίως ἐπιτυγχά7.34.45 νουσι. μάχης τε καρτερᾶς γενομένης νικῶσι Ῥωμαῖοι, καὶ τόν τε Ἄορδον τῶν τε Ἐρούλων πολλοὺς ἔκτειναν. γνόντες δὲ Γήπαιδες ἄγχιστά πη εἶναι τὸν Ῥωμαίων στρατὸν, τὰ διάφορα εὐθὺς Λαγγοβάρδαις διέλυσαν, ἔς τε σπονδὰς οἱ βάρβαροι οὗτοι ξυνέβησαν ἀλλήλοις, ἀκόν7.34.46 των Ῥωμαίων. ταῦτα ἐπεὶ ὁ Ῥωμαίων στρατὸς ἔμαθον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. οὔτε γὰρ ἔτι ἐδύναντο πρόσω ἰέναι οὔτε ἀναστρέφειν ὀπίσω εἶχον δειμαίνοντες οἱ στρατηγοὶ μὴ Γήπαιδές τε καὶ Ἔρουλοι κα7.34.47 ταθέοντες τὴν Ἰλλυριῶν ληΐσωνται χώραν. αὐτοῦ γοῦν μείναντες ἐς βασιλέα τὰ παρόντα σφίσιν ἀνήνεγκαν. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι. 7.35.1 Βελισάριος μὲν τὴν ἐπὶ τὸ Βυζάντιον οὐδενὶ κόσμῳ ᾔει, γῆς μὲν τῆς Ἰταλῶν πενταετὲς οὐδαμῆ ἀποβὰς, οὐδέ πη ὁδῷ ἰέναι ἐνταῦθα ἰσχύσας, ἀλλὰ φυγῇ κεκρυμμένῃ ἐχόμενος πάντα τοῦτον τὸν χρόνον, ἔκ τε ὀχυρώματος ἀεὶ ἐπιθαλασσίου τινὸς ἐς ἄλλο ἐπὶ 7.35.2 τῆς παραλίας ὀχύρωμα διηνεκὲς ναυτιλλόμενος. καὶ ἀπ' αὐτοῦ ἀδεέστερον τοὺς πολεμίους τετύχηκε Ῥώμην τε