219
5.23.26 ὀδυρομένων. ἀπέθανον δὲ Γότθων ἐκείνῃ τῇ ἡμέρᾳ τρισμύριοι, ὡς αὐτῶν οἱ ἄρχοντες ἰσχυρίζοντο, καὶ τραυματίαι πλείους ἐγένοντο· ἅτε γὰρ ἐν πλήθει πολλῷ οἵ τε ἀπὸ τῶν ἐπάλξεων τὰ πλεῖστα ἐτύγχανον εἰς αὐτοὺς βάλλοντες καὶ οἱ τὰς ἐπεκδρομὰς ποιούμενοι πάμπολύ τι χρῆμα καταπεπληγμένων τε καὶ φευγόντων 5.23.27 ἀνθρώπων διέφθειρον. ἥ τε τειχομαχία πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς δείλην ὀψίαν. ταύτην μὲν οὖν τὴν νύκτα ηὐλίσαντο ἑκάτεροι, Ῥωμαῖοι μὲν ἐν τῷ περιβόλῳ παιανίζοντες καὶ Βελισάριον ἐν εὐφημίαις ποιούμενοι καὶ τὰ τῶν νεκρῶν σκυλεύματα ἔχοντες, Γότθοι δὲ τούς τε τραυματίας σφῶν θεραπεύοντες καὶ τοὺς τελευτήσαντας ὀδυρόμενοι. 5.24.1 Βελισάριός τε γράμματα βασιλεῖ ἔγραψεν· ἐδήλου δὲ ἡ γραφὴ τάδε «Ἀφίγμεθα εἰς τὴν Ἰταλίαν, «ὥσπερ ἐκέλευες, χώραν τε αὐτῆς περιβεβλημένοι πολ»λὴν καὶ Ῥώμην κατελάβομεν, ἀπωσάμενοι τοὺς ταύτῃ «βαρβάρους, ὧνπερ ἔναγχος τὸν ἄρχοντα Λεύδεριν ἐς 5.24.2 «ὑμᾶς ἔπεμψα. συμβέβηκε δὲ ἡμῖν τῶν στρατιωτῶν «πλῆθος ἔν τε Σικελίᾳ καὶ Ἰταλίᾳ ἐπὶ φυλακῇ τῶν «ὀχυρωμάτων καταστησαμένοις, ὧνπερ δυνατοὶ κατα»κεκρατηκέναι γεγόναμεν, τὸ στράτευμα ἐς πεντακισχι5.24.3 «λίους ἀπολελεῖφθαι. οἱ δὲ πολέμιοι ἥκουσιν ἐφ' ἡμᾶς «ἐς μυριάδας πεντεκαίδεκα συνειλεγμένοι. καὶ πρῶ»τον μὲν ἡμῖν ἐπὶ κατασκοπῇ τῶν ἀνδρῶν γενομένοις «παρὰ Τίβεριν ποταμὸν, ἠναγκασμένοις τε παρὰ γνώμην «αὐτοῖς ἐς χεῖρας ἐλθεῖν, μικροῦ κατακεχῶσθαι δορά5.24.4 «των συμβέβηκε πλήθει. ἔπειτα δὲ τειχομαχήσαντες «οἱ βάρβαροι παντὶ τῷ στρατῷ καὶ μηχαναῖς τισι «προσβαλόντες πανταχόσε τοῦ τείχους, ὀλίγου ἐδέησαν «ἡμᾶς τε αὐτοβοεὶ καὶ τὴν πόλιν ἑλεῖν, εἰ μή τις ἡμᾶς 5.24.5 «ἀνήρπασε τύχη. τὰ γὰρ τῶν πραγμάτων νικῶντα τὴν «φύσιν οὐκ ἂν εἰκότως ἐς ἀνδρῶν ἀρετὴν, ἀλλ' ἐς τὸ 5.24.6 «κρεῖσσον ἀναφέρεσθαι πρέποι. τὰ μὲν οὖν ἄχρι «τοῦδε ἡμῖν πεπραγμένα, εἴτε τύχῃ τινὶ εἴτε ἀρετῇ, «ὡς ἄριστα ἔχει· τὰ δὲ ἐνθένδε βουλοίμην ἂν ἀμείνω 5.24.7 «τοῖς πράγμασι τοῖς σοῖς ἔσεσθαι. ὅσα μέντοι προσή»κει ἐμέ τε εἰπεῖν καὶ ὑμᾶς πρᾶξαι, οὐ μήποτε ἀπο»κρύψομαι, ἐκεῖνο εἰδὼς, ὡς πρόεισι μὲν τὰ ἀνθρώπινα «ὅπη ἂν βουλομένῳ τῷ θεῷ εἴη, οἱ δὲ τῶν ἔργων «ἁπάντων προστάται ἐκ τῶν σφίσιν αὐτοῖς πεπραγμέ»νων τὰς αἰτίας ἢ τοὺς ἐπαίνους ἐς ἀεὶ φέρονται. 5.24.8 «οὐκοῦν ὅπλα τε καὶ στρατιῶται στελλέσθων ἐς ἡμᾶς «τοσοῦτοι τὸ πλῆθος ὥστε τοῖς πολεμίοις ἡμᾶς τὸ «λοιπὸν ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐς πόλεμον τόνδε 5.24.9 «καθίστασθαι. οὐ γὰρ ἅπαντα χρεὼν πιστεύειν τῇ «τύχῃ, ἐπεὶ οὐδὲ ὁμοίως ἐς πάντα τὸν χρόνον φέρε»σθαι πέφυκεν. ἀλλὰ σὲ, ὦ βασιλεῦ, ἐκεῖνο εἰσίτω, «ὡς ἢν νῦν ἡμῶν οἱ βάρβαροι περιέσονται, Ἰταλίας «τε τῆς σῆς ἐκπεσούμεθα καὶ προσαποβαλοῦμεν τὸ «στράτευμα, καὶ προσέσται ἡμῖν τοσαύτη τις οὖσα ἡ 5.24.10 «ὑπὲρ τῶν πεπραγμένων αἰσχύνη. ἐῶ γὰρ λέγειν ὡς «καὶ Ῥωμαίους ἀπολεῖν δόξαιμεν, οἵ γε περὶ ἐλάσσονος «τὴν σωτηρίαν τῆς ἐς τὴν σὴν βασιλείαν πεποίηνται 5.24.11 «πίστεως. ὥστε ἡμῖν καὶ τὴν ἄχρι τοῦδε γενομένην «εὐημερίαν εἰς συμφορῶν ὑπόθεσιν τετελευτηκέναι 5.24.12 «ξυμβήσεται. εἰ γὰρ Ῥώμης ἡμῖν καὶ Καμπανίας καὶ «πολλῷ πρότερον Σικελίας ἀποκεκροῦσθαι τετύχηκε, «τὸ πάντων ἂν ἡμᾶς κουφότατον τῶν κακῶν ἔδακνε 5.24.13 «τὸ μὴ τοῖς ἀλλοτρίοις δεδυνῆσθαι πλουτεῖν. καὶ μὴν «καὶ τοῦτο ἐκλογίζεσθαι ὑμᾶς ἄξιον, ὡς Ῥώμην πώ»ποτε πλείω τινὰ χρόνον οὐδὲ μυριάσι πολλαῖς δια»φυλάξαι δυνατὸν γέγονε, χώραν τε περιβεβλημένην «πολλὴν καὶ τῷ μὴ ἐπιθαλασσίαν εἶναι τῶν ἀναγκαίων 5.24.14 «ἀποκεκλεισμένην ἁπάντων. καὶ Ῥωμαῖοι νῦν μὲν «εὐνοϊκῶς ἡμῖν ἔχουσι, τῶν δὲ κακῶν αὐτοῖς, ὡς τὸ «εἰκὸς, μηκυνομένων, οὐδὲν μελλήσουσιν ὑπὲρ αὑτῶν 5.24.15 «ἑλέσθαι τὰ κρείσσω. οἱ γὰρ ἐξ ὑπογύου τισὶν ἐς «εὔνοιαν καθιστάμενοι, οὐ κακοτυχοῦντες, ἀλλ' εὖ «πάσχοντες, τὸ πιστὸν ἐς αὐτοὺς διασώζειν εἰώθασιν. 5.24.16 «ἄλλως τε καὶ λιμῷ Ῥωμαῖοι ἀναγκασθήσονται πολλὰ 5.24.17 «ὧν οὐκ ἂν βούλοιντο πρᾶξαι. ἐγὼ μὲν οὖν οἶδα «θάνατον ὀφείλων τῇ σῇ βασιλείᾳ, καὶ διὰ τοῦτο ζῶντά «με οὐδεὶς ἂν ἐνθένδε