126
ἐδήλου δὲ ἡ γραφὴ τάδε «Οὔτε «Βανδίλοις πολεμεῖν ἔγνωμεν οὔτε τὰς Γιζερίχου «σπονδὰς λύομεν, ἀλλὰ τὸν ὑμέτερον τύραννον καθ»ελεῖν ἐγχειροῦμεν, ὃς τῶν Γιζερίχου διαθηκῶν ὀλι»γωρήσας τὸν μὲν βασιλέα ὑμῶν καθείρξας τηρεῖ, τῶν «δὲ αὐτοῦ συγγενῶν οὓς μὲν σφόδρα ἐμίσει κατ' «ἀρχὰς ἔκτεινε, τοὺς δὲ λοιποὺς τὰς ὄψεις ἀφελόμενος «ἐν φυλακῇ ἔχει, οὐκ ἐῶν θανάτῳ καταλῦσαι τὰς 3.16.14 «συμφοράς. συλλάβεσθε τοίνυν ἡμῖν καὶ συνελευ»θεροῦτε ὑμᾶς αὐτοὺς οὕτω μοχθηρᾶς τυραννίδος, «ὅπως ἂν δύνησθε τῆς τε εἰρήνης καὶ τῆς ἐλευθερίας «ἀπόνασθαι. ταῦτα γὰρ ὑμῖν παρ' ἡμῶν ἔσεσθαι 3.16.15 «πρὸς τοῦ θεοῦ τὰ πιστὰ δίδομεν.» τοσαῦτα μὲν τὰ βασιλέως γράμματα ἐδήλου. ὁ δὲ ταῦτα παρὰ Βελισαρίου λαβὼν ἐξενεγκεῖν μὲν εἰς τὸ φανερὸν οὐκ ἐτόλμησε, λάθρα δὲ τοῖς φίλοις ἐπιδείξας οὐδὲν ὅ τι καὶ λόγου ἄξιον διεπράξατο. 3.17.1 Βελισάριος δὲ ὡς ἐς παράταξιν ὧδε διακοσμήσας τὸ στράτευμα τὴν ἐπὶ Καρχηδόνα ἐβάδιζε. τῶν δ' ὑπασπιστῶν τριακοσίους ἀπολέξας, ἄνδρας ἀγαθοὺς τὰ πολέμια, Ἰωάννῃ παρέδωκεν, ὅς οἱ ἐπεμελεῖτο τῆς περὶ τὴν οἰκίαν δαπάνης· ὀπτίωνα τοῦτον καλοῦσι 3.17.2 Ῥωμαῖοι. ἀνὴρ δὲ ἦν Ἀρμένιος μὲν γένος, ξυνέσεως δὲ καὶ ἀνδρίας ἐς τὸ ἀκρότατον μάλα ἥκων. τοῦτον δὴ τὸν Ἰωάννην ἐκέλευσε τῇ στρατιᾷ ἡγεῖσθαι, οὐχ ἧσσον ἢ κατὰ εἴκοσι σταδίους διέχοντα, καὶ ἤν τι πολέμιον ἴδοι, κατὰ τάχος σημῆναι, ὅπως δὴ μὴ ἀπαρά3.17.3 σκευοι ἐς μάχην καθίστασθαι ἀναγκάζοιντο. τοὺς δὲ ξυμμάχους Μασσαγέτας ἐκέλευε τοσούτοις ἢ καὶ πλείοσι σταδίοις ἀπέχοντας ἀεὶ κατὰ τὸ ἀριστερὸν μέρος τὴν πορείαν ποιεῖσθαι· αὐτὸς δὲ ὄπισθεν μετὰ τῶν ἀρίστων 3.17.4 ἐβάδιζεν. ὑπώπτευε γὰρ ἐκ τῆς Ἑρμιόνης Γελίμερα σφίσιν ἑπόμενον οὐκ ἐς μακρὰν ἐπιθήσεσθαι. κατὰ γὰρ τὸ δεξιὸν μέρος οὐδὲν ἦν δέος οὐ πόρρω τῆς 3.17.5 ἠιόνος πορευομένοις. τοῖς δὲ ναύταις ἐπήγγελλε παρακολουθεῖν τε ἀεὶ καὶ τοῦ στρατεύματος μὴ πολὺ διεστάναι, ἀλλ' ἐπιφόρου μὲν γινομένου τοῦ πνεύματος χαλάσαντας τὰ μεγάλα ἱστία τοῖς μικροῖς, ἃ δὴ δόλωνας καλοῦσιν, ἕπεσθαι, λωφήσαντος δὲ παντελῶς τοῦ ἀνέμου βιάζεσθαι ὅσον οἷοί τε ὦσιν ἐρέσσοντας. 3.17.6 Εἰς δὲ Σύλλεκτον ἀφικόμενος Βελισάριος σώφρονάς τε τοὺς στρατιώτας παρείχετο καὶ οὔτε ἀδίκων χειρῶν ἄρχοντας οὔτε τι ἄπο τρόπου ἐργαζομένους, αὐτός τε πρᾳότητα καὶ φιλανθρωπίαν πολλὴν ἐνδεικνύμενος οὕτω τοὺς Λίβυας προσεποιήσατο ὥστε τοῦ λοιποῦ καθάπερ ἐν χώρᾳ οἰκείᾳ τὴν πορείαν ποιεῖσθαι, οὔτε ὑποχωρούντων τῶν ταύτῃ ᾠκημένων οὔτε τι ἀποκρύπτεσθαι βουλομένων, ἀλλὰ καὶ ἀγορὰν παρεχομένων καὶ τὰ ἄλλα τοῖς στρατιώταις ᾗ βούλοιντο ὑπηρετούντων. 3.17.7 ὀγδοήκοντα δὲ σταδίους ἀνύοντες εἰς ἡμέραν ἑκάστην ἄχρι ἐς Καρχηδόνα διετελέσαμεν, ἢ κατὰ πόλιν, ἂν οὕτω τύχῃ, ἢ ἐν στρατοπέδῳ ἐκ τῶν παρόντων ὡς 3.17.8 ἀσφαλέστατα αὐλιζόμενοι. οὕτω γοῦν διά τε Λέπτης πόλεως καὶ Ἀδραμητοῦ ἐς Γράσσην τὸ χωρίον ἀφικόμεθα, πεντήκοντα καὶ τριακοσίους σταδίους Καρχη3.17.9 δόνος διέχον. ἔνθα δὴ βασίλειά τε ἦν τοῦ Βανδίλων ἡγουμένου καὶ παράδεισος κάλλιστος ἁπάντων ὧν 3.17.10 ἡμεῖς ἴσμεν. ταῖς τε γὰρ κρήναις κομιδῆ κατάρρυτός ἐστι καὶ ἄλσους ἔχει πάμπολυ χρῆμα. ὀπώρας δὲ τὰ δένδρα μεστά ἐστι ξύμπαντα· ὥστε τῶν στρατιωτῶν ἕκαστος τὴν καλύβην ἐν δένδροις ὀπώρας ἐπήξατο καὶ τῶν καρπῶν τηνικάδε ὡραίων ὄντων ἐς κόρον μὲν αὐτῶν ἀφίκοντο πάντες, αἴσθησις δὲ σχεδόν τι τῆς ὀπώρας ἐλασσουμένης οὐ γέγονε. 3.17.11 Γελίμερ δὲ, ἐπεὶ ἐν Ἑρμιόνῃ τὸ πρῶτον παρόντας ἤκουσε τοὺς πολεμίους, γράφει πρὸς τὸν ἀδελφὸν Ἀμμάταν ἐς Καρχηδόνα, Ἰλδέριχον μὲν καὶ ἄλλους, ὅσους εἴτε κατὰ γένος εἴτε ἄλλως αὐτῷ προσήκοντας ἐν φυλακῇ ἔχει, ἀποκτιννύναι, αὐτὸν δὲ τούς τε Βανδίλους καὶ εἴ τι ἄλλο μάχιμον ἐν τῇ πόλει ἦν ἐν παρασκευῇ ποιήσασθαι, ὅπως τῶν πολεμίων ἐν στενοῖς γενομένων ἀμφὶ τὸ τῆς πόλεως προάστειον, ὃ ∆έκιμον καλοῦσιν, ἀμφοτέρωθεν ξυνιόντας κυκλώσασθαί τε αὐ3.17.12 τοὺς καὶ σαγηνεύσαντας διαφθεῖραι. Ἀμμάτας δὲ κατὰ ταῦτα ἐποίει, καὶ τόν τε Ἰλδέριχον,