258
ἀμφὶ τῇ πηγῇ ξυμπεπτωκότων τόν τε πόλεμον αὐτοὺς καὶ τὴν μηχανὴν δεδιέναι ὑπώπτευον. ἀμφότεροι γοῦν τῆς μάχης 6.19.17 ἄσμενοι ἀπέσχοντο. καὶ Γότθοι Βελισαρίῳ σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ παρέδοσαν, ἐφ' ᾧ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέως κατήκοοι ξὺν τῷ Ῥωμαίων στρατῷ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ γεγενημένοι. 6.19.18 Ναρσῆς δὲ ταῦτα ἀκούσας ἐν θαύματί τε καὶ ξυμ6.19.19 φορᾷ τὸ πρᾶγμα ἐποιεῖτο. καὶ αὐτὸς μὲν ἐν Ἀριμίνῳ ἔτι ἡσύχαζεν, Ἰωάννην δὲ τῷ παντὶ στρατῷ ἐπὶ Καισῆναν ἐξηγεῖσθαι ἐκέλευεν. οἱ δὲ κλίμακας φέροντες 6.19.20 ᾔεσαν. ἐπεὶ δὲ ἄγχιστα τοῦ φρουρίου ἐγένοντο, προσέβαλλόν τε καὶ τοῦ περιβόλου ἀπεπειρῶντο. καρτερῶς δὲ τῶν βαρβάρων ἀμυνομένων ἄλλοι τε πολλοὶ αὐτοῦ ἔπεσον καὶ Φανίθεος ὁ τῶν Ἐρούλων ἡγούμενος. 6.19.21 Ἰωάννης δὲ Καισήνης τότε τοῦ φρουρίου ἀποτυχὼν ἀποπειρᾶσθαι οὐκέτι ἠξίου, ἐπεί οἱ ἀνάλωτον ἔδοξεν εἶναι, ξύν τε Ἰουστίνῳ καὶ τῷ ἄλλῳ στρατῷ πρόσω 6.19.22 ἤλαυνε. καὶ πόλιν μὲν ἀρχαίαν ἐκ τοῦ αἰφνιδίου κατέλαβεν, ἣ Φοροκορνήλιος ὠνόμασται, τῶν δὲ βαρβάρων οἱ ἀεί τε ὑποχωρούντων καὶ οὐδαμῆ ἐς χεῖρας ἰόντων, ξύμπασαν βασιλεῖ τὴν Αἰμιλίαν ἀνεσώσατο. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. 6.20.1 Βελισάριος δὲ, ἐπεὶ Οὐρβῖνον ἀμφὶ τροπὰς χειμερινὰς εἷλεν, ἐς μὲν Αὔξιμον ἐν τῷ παραυτίκα ἰέναι ἀξύμφορον ᾤετο εἶναι· χρόνον γὰρ σφίσι τετρίψεσθαι πολὺν ἐν τῇ ἐς αὐτὴν προσεδρείᾳ ὑπώπτευε. 6.20.2 βίᾳ τε γὰρ τὸ χωρίον ἑλεῖν ἐρύματος ἰσχύϊ ἀδύνατον ἦν, καὶ οἱ βάρβαροι πολλοί τε καὶ ἄριστοι ἐνταῦθα, ὥσπερ μοι προδεδήλωται, φυλακὴν ἔχοντες, πολλήν τινα ληϊσάμενοι χώραν μέγα τι τῶν ἐπιτηδείων χρῆμα 6.20.3 ἐσηνέγκαντο σφίσιν. Ἀράτιον δὲ σὺν πολλῇ στρατιᾷ ἐν Φίρμῳ διαχειμάζειν ἐκέλευε φυλάσσειν τε ὅπως τὸ λοιπὸν μὴ κατ' ἐξουσίαν οἱ βάρβαροι τὰς ἐπεκδρομὰς ἐνθένδε ποιούμενοι ἀδεέστερον τὰ ἐκείνῃ χωρία βιάζωνται· αὐτὸς μέντοι ἐπὶ Οὐρβιβεντὸν ἐπῆγε τὸ στρά6.20.4 τευμα. Περάνιος γὰρ αὐτὸν ἐς τοῦτο ἐνῆγεν, ἐπεὶ τοὺς ταύτῃ Γότθους τῶν ἐπιτηδείων ὑποσπανίζειν ἠκηκόει πρὸς τῶν αὐτομόλων, ἤλπιζέ τε, ἢν πρὸς τῇ ἀπορίᾳ τῶν ἀναγκαίων καὶ Βελισάριον παντί που παρόντα τῷ στρατῷ ἴδωσι, ῥᾷον ἐνδώσειν· ὅπερ ἐγένετο. 6.20.5 Βελισάριος γὰρ, ἐπειδὴ τάχιστα ἐς Οὐρβιβεντὸν ἀφίκετο, ἅπαντας μὲν ἐνστρατοπεδεύσασθαι ἐν χώρῳ ἐπιτηδείως κειμένῳ ἐκέλευσεν, αὐτὸς δὲ κύκλῳ περιιὼν διεσκοπεῖτο εἴ πως αὐτὴν βιάζεσθαι οὐκ ἀδύνατα ᾖ. καί οἱ μηχανὴ μὲν οὐδεμία ἔδοξεν εἶναι ὥστε βίᾳ τινὶ 6.20.6 τὸ χωρίον ἑλεῖν. λάθρα δὲ αὐτοῦ ἐξ ἐπιβουλῆς οὐ παντάπασιν ἐδόκει ἀμήχανός οἱ ἡ ἐπικράτησις ἔσεσθαι. 6.20.7 λόφος γάρ τις ἐκ κοίλης γῆς ἀνέχει μόνος, τὰ μὲν ὕπερθεν ὕπτιός τε καὶ ὁμαλὸς, τὰ δὲ κάτω κρημνώδης. ἀμφὶ δὲ τὸν λόφον ἰσομήκεις πέτραι κύκλωσιν αὐτοῦ ποιοῦνταί τινα, οὐκ ἄγχιστά πη οὖσαι, ἀλλ' ὅσον βολὴν 6.20.8 διέχουσαι λίθου. ἐπὶ τούτου δὴ τοῦ λόφου οἱ πάλαι ἄνθρωποι τὴν πόλιν ἐδείμαντο, οὔτε τείχη περιβαλόντες οὔτ' ἄλλο τι ὀχύρωμα ποιησάμενοι, ἐπεὶ φύσει 6.20.9 αὐτοῖς τὸ χωρίον ἀνάλωτον ἔδοξεν εἶναι. μία γὰρ ἐς αὐτὴν ἐκ τῶν πετρῶν εἴσοδος τυγχάνει οὖσα, ἣν φυλασσομένοις τοῖς ταύτῃ ᾠκημένοις οὐδεμίαν ἑτέρωθι 6.20.10 πολεμίων προσβολὴν δεδιέναι ξυμβαίνει. χωρὶς γὰρ τοῦ χωρίου, ᾗ τὴν εἴσοδον ἡ φύσις ἐς τὴν πόλιν ἐτεκτήνατο, ὥσπερ ἐρρήθη, ποταμός τε ἀεὶ μέγας τε καὶ ἀπόρευτος τὰ μεταξὺ ἔχει τοῦ τε λόφου καὶ τῶν πε6.20.11 τρῶν, ὧν ἄρτι ἐμνήσθην. διὸ δὴ καὶ βραχεῖάν τινα οἰκοδομίαν ἐν ταύτῃ τῇ εἰσόδῳ πεποίηνται τὸ παλαιὸν Ῥωμαῖοι. καὶ πύλη τις ἐνταῦθά ἐστιν, ἣν τότε Γότθοι ἐφύλασσον. τὰ μὲν οὖν ἀμφὶ Οὐρβιβεντῷ ταύτῃ πη 6.20.12 ἔχει. Βελισάριος δὲ τῷ παντὶ στρατῷ ἐς τὴν πολιορκίαν καθίστατο, ἢ διὰ τοῦ ποταμοῦ κακουργήσειν τὴν ἐλπίδα ἔχων ἢ λιμῷ παραστήσεσθαι τοὺς πολεμίους. 6.20.13 οἱ δὲ βάρβαροι τέως μὲν οὐ παντάπασι τῶν ἀναγκαίων ἐσπάνιζον, καίπερ ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν αὐτὰ ἔχοντες, ὅμως τῇ ταλαιπωρίᾳ παρὰ δόξαν ἀντεῖχον, ἥκιστα μὲν ἐς τροφῆς κόρον ἐρχόμενοι, ὅσον δὲ μὴ λιμῷ ἀποθνήσκειν, χρώμενοι σιτίοις ἐς ἡμέραν ἑκά6.20.14 στην. ἐπεὶ δὲ ἅπαντα