299
ταῖς ναυσὶ σημαίνειν ἐβούλοντο μὴ πρόσω 7.15.12 ἰέναι, ἀλλ' ἑτέρωσε, ὅπη παρατύχῃ, ἐκτρέπεσθαι. οἱ δὲ τῶν ποιουμένων οὐ ξυνιέντες, ἀλλὰ χαίρειν τε τοὺς ἐν τῷ Πόρτῳ Ῥωμαίους οἰόμενοι καὶ σφᾶς ἐπὶ τὸν λιμένα παρακαλεῖν, τοῦ πνεύματος αὐτοῖς ἐπιφόρου 7.15.13 ὄντος, ἐντὸς τοῦ λιμένος κατὰ τάχος ἐγένοντο. ἔπλεον δὲ ταῖς ναυσὶν ἄλλοι τε Ῥωμαίων πολλοὶ καί τις ἐπίσκοπος Βαλεντῖνος ὄνομα. ἔκ τε τῶν ἐνεδρῶν ἀναστάντες οἱ βάρβαροι τῶν πλοίων ἁπάντων οὐδενὸς ἀμυνο7.15.14 μένου ἐκράτησαν. καὶ τὸν μὲν ἐπίσκοπον ζωγρήσαντες παρὰ τὸν Τουτίλαν ἤγαγον, τοὺς δὲ ἄλλους ἅπαντας ἔκτειναν, καὶ τὰς ναῦς σὺν τοῖς φορτίοις ἐφέλκοντες 7.15.15 ᾤχοντο. τούτου ὁ Τουτίλας ἀνεπυνθάνετο τοῦ ἱερέως ὅσα ἐβούλετο, ἐπενεγκών τε αὐτῷ, ὅτι δὴ ὡς ἥκιστα 7.15.16 ἀληθίζεται, ἄμφω τὼ χεῖρε ἀπέκοψε. ταῦτα μὲν δὴ οὕτω γενέσθαι τετύχηκε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑνδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε. 7.16.1 Βιγίλιος δὲ, ὁ τῆς Ῥώμης ἀρχιερεὺς, βασιλεῖ ἐς Βυζάντιον ἐκ Σικελίας μετάπεμπτος ἦλθεν. ἐτύγχανε γὰρ πολύν τινα χρόνον διὰ τοῦτο ἐν Σικελίᾳ δια 7.16.2 τριβὴν ἔχων. ὑπὸ τοῦτον τὸν χρόνον Ῥωμαῖοι ἐν Πλακεντίᾳ πολιορκούμενοι ἁπάντων ἤδη σφᾶς τῶν ἀναγκαίων παντάπασιν ἐπιλιπόντων ἐς βρώσεις οὐχ 7.16.3 ὁσίας τινὰς, βιαζόμενοι τῷ λιμῷ, ἦλθον. καὶ μὴν καὶ ἀλλήλων ἐγεύσαντο. καὶ διὰ τοῦτο σφᾶς τε αὐτοὺς καὶ 7.16.4 Πλακεντίαν ὁμολογίᾳ Γότθοις παρέδωκαν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε καὶ Ῥώμην πρὸς Τουτίλα πολιορ7.16.5 κουμένην ἅπαντα ἤδη τὰ ἀναγκαῖα ἐπελελοίπει. ἦν δέ τις ἐν τοῖς Ῥώμης ἱερεῦσιν, ὄνομα μὲν Πελάγιος, διάκονος δὲ τὴν τιμὴν, ὃς δὴ ἐν Βυζαντίῳ χρόνον διατρίψας συχνὸν φίλος μὲν ἐς τὰ μάλιστα Ἰουστινιανῷ βασιλεῖ γέγονε, χρήματα δὲ περιβεβλημένος μεγάλα ἐς 7.16.6 Ῥώμην ὀλίγῳ ἔμπροσθεν ἐτύγχανεν ἀφικόμενος. ἐν ταύτῃ τε τῇ πολιορκίᾳ τοῖς τῶν ἀναγκαίων ἀπορουμένοις πλεῖστα τῶν χρημάτων προέμενος, ὢν καὶ πρότερον ἔν γε Ἰταλιώταις ἅπασι δόκιμος, μεῖζον, ὡς τὸ 7.16.7 εἰκὸς, ἐπὶ φιλανθρωπίᾳ κλέος ἀπήνεγκε. τοῦτον Ῥωμαῖοι τὸν Πελάγιον, ἐπειδὴ τὰ ἀμήχανα τῷ λιμῷ ἔπασχον, πείθουσι παρὰ Τουτίλαν τε ἰέναι καὶ ἡμερῶν ὀλίγων τινῶν ἐκεχειρίαν διαπράξασθαι σφίσιν, ἐφ' ᾧ, ἢν μή τις αὐτοῖς ἐπικουρία ταύτης δὴ ἐντὸς τῆς ἐκεχειρίας ἐκ Βυζαντίου ἀφίκηται, σφᾶς τε αὐτοὺς ὁμο7.16.8 λογίᾳ καὶ τὴν πόλιν Γότθοις ἐνδώσουσιν. ἐπὶ ταύτῃ δὴ τῇ πρεσβείᾳ Πελάγιος παρὰ Τουτίλαν ἦλθεν. ἥκοντά τε αὐτὸν ὁ Τουτίλας ἀσπασάμενος αἰδοῖ τε καὶ φιλο7.16.9 φροσύνῃ πολλῇ πρῶτος ἔλεξεν ὧδε «Πᾶσι μὲν, ὡς «ἐπὶ πλεῖστον εἰπεῖν, νόμος βαρβάροις τὸ χρῆμα τῶν «πρέσβεων σέβειν, ἐμοὶ δὲ τοὺς τῆς ἀρετῆς τι μετα»ποιουμένους, οἷος αὐτὸς εἶ, καὶ ἄλλως τιμᾶν ἐν 7.16.10 «σπουδῇ ἄνωθεν γέγονε. τιμὴν δὲ καὶ ὕβριν ἐς ἄνδρα «πρεσβευτὴν οὐ πρᾳότητι προσώπων οὐδὲ ῥημάτων «ὄγκῳ τῶν ὑποδεξαμένων διακεκρίσθαι οἶμαι, ἀλλ' ἔν «γε τῷ ἀληθίζεσθαι ἢ λόγοις οὐχ ὑγιαίνουσιν ἐς 7.16.11 «αὐτὸν χρῆσθαι. τετιμῆσθαι μὲν γὰρ διαφερόντως «ἐκείνῳ ξυμβαίνει, ὅτῳ ἂν ἐκ τοῦ εὐθέος ἀποκαλύ»ψαντες τὸν ἀληθῆ λόγον, οὕτω τὸν ἄνθρωπον ἀπο»πέμποιντο, περιυβρίσθαι δὲ πάντων μάλιστα τῷ «πρεσβευτῇ τούτῳ, ὃς ἂν ὑπούλων τε καὶ ξυμπεπλα7.16.12 «σμένων ἀκούσας ῥημάτων ἀπιὼν οἴχοιτο. τριῶν τοί»νυν ἐκτὸς, ὦ Πελάγιε, τῶν ἄλλων ἁπάντων, ὅτου ἂν 7.16.13 «δεηθείης, οὐ μή ποτε πρὸς ἡμῶν ἀτυχήσεις. ἃ δὴ «φυλασσόμενόν σε σιωπᾶν ἄμεινον, ὅπως μὴ σαυτῷ «αἰτιώτατος γεγονὼς τοῦ μηδὲν ἀνύειν ὧν ἕνεκα ἦλθες 7.16.14 «τὴν ὑπὲρ αὐτῶν μέμψιν ἡμῖν ἀναθήσεις. τῷ γὰρ μὴ «ἐπιτηδείως τοῖς παροῦσιν αἰτεῖσθαι τὸ μηδὲν κατορ»θοῦν ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμπέφυκε. λέγω δὲ, ὅπως «μήτε Σικελιωτῶν τινος ἕνεκα μήτε τῶν Ῥώμης περι»βόλων, ἢ τῶν προσκεχωρηκότων ἡμῖν οἰκετῶν, τοὺς 7.16.15 «λόγους ποιήσεις. οὐ γὰρ οἷόν τέ ἐστιν ἢ Γότθους «φειδοῖ ἐς Σικελιωτῶν τινα χρήσεσθαι, ἢ τόδε τὸ τεῖχος «ἑστάναι, ἢ δούλους τοὺς ξὺν ἡμῖν στρατευσαμένους «τοῖς πάλαι κεκτημένοις δουλεύειν. τοῦ δὲ μὴ δοκεῖν «ἀλογίστῳ ταῦτα προτείνεσθαι γνώμῃ τῷ τὰς αἰτίας 7.16.16 «αὐτίκα