173
ἐντὸς τοῦ περιβόλου γενόμενος τούς τε πολεμίους ἅπαντας ἔκτεινε καὶ βασιλεῖ Ἀδραμητὸν ἀνεσώσατο, ἥ τε ἀμφὶ Γερμανῷ φήμη 4.23.26 ἐνθένδε ἀρξαμένη ἄχρι ἐς Καρχηδόνα ἐχώρησεν. οἱ δὲ Μαυρούσιοι καὶ ὁ Στότζας ξὺν τοῖς ἑπομένοις ταῦτα ἀκούσαντες κατ' ἀρχὰς μὲν κατωρρώδησάν τε καὶ ἐς τὰς Λιβύης ἐσχατιὰς φεύγοντες ᾤχοντο, ἔπειτα δὲ γνόντες τὸν ἀληθῆ λόγον δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ Ἀδραμητηνῶν φεισάμενοι πάντων τοιαῦτα πρὸς ἐκεί4.23.27 νων πεπόνθασι. διὸ δὴ πανταχῆ ἐπισκήψαντες ἀνόσια Λίβυας ἔργα εἰργάσαντο, οὐδεμιᾶς ἡλικίας φεισάμενοι, γέγονέ τε τότε ἀνθρώπων ἔρημος ἐπὶ πλεῖστον ἡ χώρα. 4.23.28 Λιβύων γὰρ τῶν ἀπολελειμμένων οἱ μὲν ἐς τὰς πόλεις διέφευγον, οἱ δὲ ἔς τε Σικελίαν καὶ νήσους τὰς ἄλλας. 4.23.29 οἱ μέντοι λόγιμοι σχεδόν τι ἅπαντες ἐς Βυζάντιον ἦλθον, ἐν τοῖς καὶ Παῦλος ἦν, ὁ τὴν Ἀδραμητὸν 4.23.30 ἀνασωσάμενος βασιλεῖ. οἵ τε Μαυρούσιοι ἀδεέστερον, ἅτε οὐδενὸς σφίσιν ἐπεξιόντος, ἦγόν τε καὶ ἔφερον ἅπαντα καὶ ξὺν αὐτοῖς ὁ Στότζας ἐν δυνάμει ὢν 4.23.31 ἤδη. Ῥωμαῖοι γὰρ αὐτῷ στρατιῶται πολλοὶ εἵποντο, οἱ μὲν αὐτόμολοι ἥκοντες, οἱ δὲ κατ' ἀρχὰς μὲν αἰχμάλωτοι γεγενημένοι, ἐθελούσιοι δὲ αὐτοῦ μείναντες. 4.23.32 Ἰωάννης δὲ, οὗ δὴ λόγος τις ἦν ἐν Μαυρουσίοις, Σεργίῳ προσκεκρουκὼς ἐς τὰ μάλιστα ἡσυχίαν ἦγεν. 4.24.1 Ἐν τούτοις δὲ βασιλεὺς ἄλλον ἐς Λιβύην 4.24.1 στρατηγὸν Ἀρεόβινδον ξὺν στρατιώταις ὀλίγοις τισὶν ἔπεμψεν, ἄνδρα ἐκ βουλῆς μὲν καὶ εὖ γεγονότα, ἔργων 4.24.2 δὲ πολεμίων οὐδαμῶς ἔμπειρον. καὶ ξὺν αὐτῷ Ἀθανάσιον ἔπαρχον ἄρτι ἐξ Ἰταλίας ἥκοντα ἔστελλε καὶ Ἀρμενίους ὀλίγους τινὰς, ὧν Ἀρταβάνης τε καὶ Ἰωάννηςἦρχον, Ἰωάννου παῖδες, Ἀρσακίδαι μὲν γένος, ἔναγχος δὲ ἀπολιπόντες τὸ Περσῶν στράτευμα, ἔς τε Ῥωμαίους αὖθις ξὺν τοῖς ἄλλοις Ἀρμενίοις αὐτόμολοι ἥκοντες. 4.24.3 συνῆν δὲ τῷ Ἀρεοβίνδῳ ἥ τε ἀδελφὴ καὶ Πρεϊέκτα ἡ γυνὴ, Βιγλεντίας θυγάτηρ τῆς βασιλέως Ἰουστινιανοῦ 4.24.4 ἀδελφῆς. οὐ μὴν οὐδὲ Σέργιον μετεπέμπετο, ἀλλ' αὐτόν τε καὶ Ἀρεόβινδον Λιβύης στρατηγοὺς ἐκέλευεν εἶναι, τήν τε χώραν καὶ τῶν στρατιωτῶν τοὺς κατα4.24.5 λόγους διελομένους. ἐπέβαλε δὲ Σεργίῳ μὲν τὸν πόλεμον διενεγκεῖν πρὸς τοὺς ἐν Νουμιδίᾳ βαρβάρους, Ἀρεοβίνδῳ δὲ τοῖς ἐν Βυζακίῳ Μαυρουσίοις ἀεὶ δια4.24.6 μάχεσθαι. καταπλεύσαντός τε τοῦ στόλου τούτου ἐς Καρχηδόνα Σέργιος μὲν ἐπὶ Νουμιδίας ξὺν τῷ οἰκείῳ στρατῷ ἀπιὼν ᾤχετο, Ἀρεόβινδος δὲ Ἀντάλαν τε καὶ Στότζαν ἐνστρατοπεδεύεσθαι μαθὼν ἀμφὶ πόλιν Σικκαβενερίαν, τριῶν ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, Ἰωάννην τὸν Σισινιόλου ἐπ' αὐτοὺς ἐκέλευεν ἰέναι 4.24.7 τοῦ στρατοῦ ἀπολεξάμενον εἴ τι ἄριστον ἦν· τῷ τε Σεργίῳ ἔγραφε τοῖς ἀμφὶ τὸν Ἰωάννην ἀναμίγνυσθαι, ἐφ' ᾧ κοινῇ ἅπαντες ὁμόσε τοῖς πολεμίοις χω4.24.8 ρήσουσι. Σέργιος μὲν οὖν τῶν τε γεγραμμένων καὶ τοῦ ἔργου τούτου ὀλιγωρεῖν ἔγνω, ὁ δὲ Ἰωάννης ξὺν ὀλίγῳ στρατῷ ἀμυθήτῳ ἠνάγκαστο πολεμίων πλήθει 4.24.9 ἐς χεῖρας ἰέναι. ἦν δὲ αὐτῷ τε καὶ Στότζᾳ μέγα τι ἀεὶ ἐς ἀλλήλους ἔχθος, ἑκάτερός τε αὐτοῖν ηὔχετο φονεὺς θατέρου γενόμενος οὕτω δὴ ἐξ ἀνθρώπων ἀφανι4.24.10 σθῆναι. τότε γοῦν, ἐπειδὴ τάχιστα ἡ μάχη ἐν χερσὶ γίγνεσθαι ἔμελλεν, ἄμφω ἐκ τῶν στρατοπέδων ἐλαύ4.24.11 νοντες ἐπ' ἀλλήλους ἦλθον. ὁ μὲν οὖν Ἰωάννης ἐντείνας τὸ τόξον ἔτι προσιόντα τὸν Στότζαν κατὰ βουβῶνα τὸν δεξιὸν ἐπιτυχὼν βάλλει, ὁ δὲ καιρίαν πληγεὶς αὐτοῦ ἔπεσεν, οὔπω μὲν τεθνεὼς, χρόνον δέ τινα ὀλίγον 4.24.12 ταύτῃ δὴ ἐπιβιωσόμενος τῇ πληγῇ. ἐπελθόντες δὲ πάντες αὐτίκα, ὅσοι τε αὐτῷ εἵποντο καὶ ὁ τῶν Μαυρουσίων στρατὸς, Στότζαν μὲν ὀλιγοψυχοῦντα ἐπὶ δένδρου τινὸς ἔθεντο, αὐτοὶ δὲ θυμῷ πολλῷ ἐπὶ τοὺς πολεμίους χωρήσαντες τόν τε Ἰωάννην καὶ Ῥωμαίους ἅπαντας ἅτε πλήθει πολλῷ ὑπεραίροντες, οὐδενὶ πόνῳ 4.24.13 ἐτρέψαντο. τότε δή φασιν εἰπεῖν τὸν Ἰωάννην ὡς ἡδύν τινα θάνατον θνήσκοι, ἐπεί οἱ τὰ τῆς εὐχῆς ἀμφὶ τῷ Στότζᾳ ἐς πέρας ἀφῖκται. χῶρος δέ τις ἦν κατάντης ἐνταῦθα, οὗ δὴ αὐτὸν ἀποβάλλει ὀκλάσας ὁ 4.24.14 ἵππος. ἐφ' ὃν αὖθις αὐτὸν ἀναθρώσκειν πειρώμενον καταλαβόντες οἱ