262
6.21.41 τὰ κρέα τοῖς κυσὶν ἔρριψαν. Βηργεντῖνος δὲ (καὶ γὰρ ἐντὸς ὢν Μεδιολάνου ἔτυχε) διά τε Βενετίων καὶ τῶν ταύτῃ ἐθνῶν ξὺν τοῖς ἑπομένοις ἐς ∆αλματίαν κομίζεται. καὶ παρὰ βασιλέα ἐνθένδε ἦλθε, πάθος ἀγγέλ6.21.42 λων μέγα τοῦτο, ὃ Ῥωμαίοις ξυνέπεσε γενέσθαι. καὶ ἀπ' αὐτοῦ οἱ Γότθοι πόλεις τε τὰς ἄλλας ὁμολογίᾳ εἷλον, αἳ Ῥωμαίων ἔτυχον φρουρὰς ἔχουσαι, καὶ Λιγουρίας αὖθις ὅλης ἐκράτησαν· Μαρτῖνος δὲ καὶ Οὐλίαρις ξὺν τῷ στρατῷ ἐπὶ Ῥώμης ἀνέστρεφον. 6.22.1 Ταῦτα μὲν δὴ ὧδέ πη ἔσχε. Βελισάριος δὲ οὔπω τι πεπυσμένος τῶν ἐν Λιγουρίᾳ ξυμπεπτωκότων, ἐπειδὴ ὁ χειμὼν ἐτελεύτα ἤδη, τῷ παντὶ στρατῷ ἐς 6.22.2 Πικηνὸν ᾔει. τά τε ἀμφὶ Μεδιολάνῳ τετυχηκότα ἐν ταύτῃ δὴ τῇ πορείᾳ μαθὼν ἐν μεγάλῳ ἐποιήσατο 6.22.3 πένθει. καὶ Οὐλίαριν μὲν ἐς ὄψιν οἱ ἐλθεῖν οὐκέτι τὸ λοιπὸν εἴασεν, ἅπαντα δὲ τὰ ξυμπεσόντα βασιλεῖ 6.22.4 ἔγραψε. βασιλεὺς δὲ τούτων μὲν ἕνεκα δεινόν τι εἰργάσατο οὐδένα, τὴν δὲ Βελισαρίου τε καὶ Ναρσοῦ διαφορὰν ἀκούσας, Ναρσῆν τε αὐτίκα μεταπεμψάμενος αὐτοκράτορα παντὸς τοῦ πολέμου Βελισάριον κατεστή6.22.5 σατο. ὧδε μὲν ἐς Βυζάντιον Ναρσῆς ἐπανῆκε, τῶν στρατιωτῶν ὀλίγους τινὰς ἄγων. Ἔρουλοι δὲ μένειν ἐν Ἰταλίᾳ Ναρσοῦ ἐνθένδε ἀναχωροῦντος οὐκέτι ἠξίουν, καίτοι Βελισαρίου πολλὰ ὑποσχομένου σφίσι πρός τε αὐτοῦ καὶ βασιλέως ἀγαθὰ μένουσιν ἔσεσθαι, ἀλλὰ συσκευασάμενοι ἅπαντες τὰ μὲν πρῶτα ἐπὶ Λι6.22.6 γουρίας ἀπεχώρησαν. οὗ δὴ ἐντυχόντες τῷ Οὐραΐα στρατῷ, ἀνδράποδά τε καὶ ἄλλα ζῷα ὅσα ἐπῆγον τοῖς πολεμίοις ἀπέδοντο, καὶ χρήματα πολλὰ κεκομισμένοι ἀπώμοσαν, μήποτε Γότθοις ἀντιτάξεσθαι ἢ εἰς χεῖρας 6.22.7 ἰέναι. οὕτω τε εἰρηναίαν τὴν ἀναχώρησιν ποιησάμενοι ἐς τὰ ἐπὶ Βενετίας χωρία ἦλθον. ἐνταῦθα αὐτοῖς Βιταλίῳ ξυγγενομένοις τῶν ἐς βασιλέα Ἰουστινιανὸν 6.22.8 ἡμαρτημένων μετέμελεν. ἀφοσιούμενοί τε τὸ ἔγκλη6.22.8 μα Οὐίσανδον μὲν τῶν ἀρχόντων ἕνα ξὺν τοῖς ἑπομένοις αὐτοῦ εἴασαν, οἱ δὲ λοιποὶ ἐς Βυζάντιον ἀπεκομίσθησαν ἅπαντες, Ἀλουίθ τε ἡγουμένου σφίσι καὶ Φιλιμοὺθ, ὅσπερ Φανιθέου τετελευτηκότος ἐν Καισήνῃ τὴν ἀρχὴν ἔσχεν. 6.22.9 Οὐίττιγις δὲ καὶ οἱ ξὺν αὐτῷ Γότθοι Βελισάριον ἅμα ἦρι ἀρχομένῳ ἐπὶ σφᾶς τε καὶ Ῥάβενναν ἥξειν ἀκούοντες ἐν δείματι μεγάλῳ καθίσταντο καὶ τὰ παρόντα σφίσιν ἐν βουλῇ ἐποιοῦντο. καὶ αὐτοῖς πολλὰ βουλευσαμένοις (οὐ γὰρ ἀξιόμαχοι τοῖς πολεμίοις κατὰ μόνας ᾤοντο εἶναι) ἔδοξεν ἄλλων τινῶν βαρβάρων 6.22.10 ἐπικουρίαν ἐπάγεσθαι. Γερμανῶν μὲν οὖν τοῦ τε δολεροῦ καὶ ἀπίστου ἤδη ἐν πείρᾳ γεγενημένοι ἀπέσχοντο, ἀγαπῶντες, ἢν μὴ καὶ αὐτοὶ ξὺν Βελισαρίῳ ἐπὶ σφᾶς 6.22.11 ἴωσιν, ἀλλ' ἀμφοτέροις ἐκποδὼν στήσωνται. ἐς δὲ Λαγγοβαρδῶν τὸν ἄρχοντα Οὐάκην πρέσβεις ἔπεμψαν, χρήματά τε μεγάλα προτεινόμενοι καὶ ἐς τὴν ὁμαιχμίαν 6.22.12 παρακαλοῦντες. οἳ δὴ, ἐπεὶ βασιλεῖ φίλον τε καὶ ξύμμαχον τὸν Οὐάκην ἔγνωσαν εἶναι, ἄπρακτοι ἀνε6.22.13 χώρησαν. Οὐίττιγις τοίνυν τοῖς παροῦσιν, ὡς τὸ εἰκὸς, ἀπορούμενος τῶν πρεσβυτέρων ἀεὶ ξυνεκάλει πολλούς. παρ' ὧν δὴ συχνὰ ἐπυνθάνετο ὅ τί ποτέ οἱ βουλευομένῳ τε καὶ πράσσοντι ἄμεινον τὰ πράγματα 6.22.14 ἕξει. γνῶμαι οὖν πολλαὶ πρὸς τῶν ἐς τὴν βουλὴν ξυνιόντων ἐλέγοντο, αἱ μὲν ἐπιτηδείως τοῖς παροῦσιν οὐδαμῆ ἔχουσαι, αἱ δέ τι καὶ λόγου ἄξιον φέρουσαι. 6.22.15 ἐν αἷς καὶ τόδε ἐς τὸν λόγον ἦλθεν, ὡς οὐ πρότερόν ποτε Ῥωμαίων βασιλεὺς τοῖς ἐν τῇ ἑσπερίᾳ βαρβάροις πολεμεῖν ἴσχυσε, πλήν γε δὴ ὅτε αἱ σπονδαὶ ἐς Πέρσας 6.22.16 γεγένηνται. τούς τε γὰρ Βανδίλους καὶ Μαυρουσίους τηνικαῦτα ἀπολωλέναι καὶ Γότθοις τὰ παρόντα ξυμπεπτωκέναι. ὥστε, ἤν τις καὶ νῦν Ἰουστινιανῷ αὐτοκράτορι τὸν Μήδων βασιλέα ξυγκρούῃ, οὐ μήποτε Ῥωμαῖοι, τούτου δὴ ἐκπεπολεμωμένου σφίσι τοῦ ἔθνους, πόλεμον ἄλλον διενεγκεῖν πρὸς οὐδένας ἀνθρώπων τὸ 6.22.17 λοιπὸν ἕξουσι. ταῦτα Οὐιττίγιδί τε αὐτῷ ἤρεσε καὶ Γότθοις τοῖς ἄλλοις. ἔδοξεν οὖν πρέσβεις παρὰ τὸν Μήδων βασιλέα Χοσρόην στέλλεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν γινόμενοι ξυγχέωσι τὰ πρασσόμενα, ἀλλὰ Ῥωμαίους, οἵπερ