392
καθίστασθαι. εὐχῇ τοίνυν αὐτὸν ἐνδε»λεχέστατα ἐς ξυμμαχίαν ἐπαγόμενοι πολλῷ τῷ κατα»φρονήματι ἐπὶ τούτων δὴ τῶν λῃστῶν τὴν ἐπικράτησιν «ἵεσθε, οἵ γε δοῦλοι βασιλέως τοῦ μεγάλου τὸ ἐξ «ἀρχῆς ὄντες καὶ δραπέται γεγενημένοι τύραννόν τε «αὑτοῖς ἀγελαῖόν τινα ἐκ τοῦ συρφετοῦ προστησάμενοι «ἐπικλοπώτερον συνταράξαι τὴν Ῥωμαίων ἀρχὴν ἐπὶ 8.30.3 «καιροῦ τινος ἴσχυσαν. καίτοι τούτους γε ἡμῖν οὐδὲ «ἀντιπαρατάσσεσθαι νῦν τὰ εἰκότα λογιζομένους ὑπώ8.30.4 «πτευσεν ἄν τις. οἱ δὲ θράσει θανατῶντες ἀλογίστῳ «τινὶ καὶ μανιώδη προπέτειαν ἐνδεικνύμενοι προὖπτον «αὐτοῖς θάνατον ἀναιρεῖσθαι τολμῶσιν, οὐ προβεβλη»μένοι τὴν ἀγαθὴν ἐλπίδα, οὐδὲ τί ἐπιγενήσεται σφί»σιν αὐτοῖς ἐκ τοῦ παραλόγου καὶ τοῦ παραδόξου «καραδοκοῦντες, ἀλλὰ πρὸς τοῦ θεοῦ διαρρήδην ἐπὶ «τὰς ποινὰς τῶν πεπολιτευμένων ἀγόμενοι. ὧν γὰρ «ἄνωθέν τι κατεγνώσθη παθεῖν, χωροῦσιν ἐπὶ τὰς 8.30.5 «τιμωρίας αὐτόματοι. χωρὶς δὲ τούτων ὑμεῖς μὲν πο»λιτείας εὐνόμου προκινδυνεύοντες καθίστασθε εἰς «ξυμβολὴν τήνδε, οἱ δὲ νεωτερίζουσιν ἐπὶ τοῖς νόμοις «ζυγομαχοῦντες, οὐ παραπέμψειν τι τῶν ὑπαρχόντων «ἐς διαδόχους προσδοκῶντές τινας, ἀλλ' εὖ εἰδότες «ὡς συναπολεῖται αὐτοῖς ἅπαντα καὶ μετ' ἐφημέρου «βιοτεύουσι τῆς ἐλπίδος. ὥστε καταφρονεῖσθαι τὰ 8.30.6 «μάλιστά εἰσιν ἄξιοι. τῶν γὰρ οὐ νόμῳ καὶ ἀγαθῇ «πολιτείᾳ ξυνισταμένων ἀπολέλειπται μὲν ἀρετὴ πᾶσα, «διακέκριται δὲ, ὡς τὸ εἰκὸς, ἡ νίκη, οὐκ εἰωθυῖα 8.30.7 «ταῖς ἀρεταῖς ἀντιτάσσεσθαι.» τοιαύτην μὲν ὁ Ναρσῆς τὴν παρακέλευσιν ἐποιήσατο. καὶ Τουτίλας δὲ τεθηπότας τὴν Ῥωμαίων στρατιὰν τούς οἱ ἑπομένους ὁρῶν ξυγκαλέσας καὶ αὐτὸς ἅπαντας ἔλεξε τάδε «Ὑστάτην «ὑμῖν παραίνεσιν ποιησόμενος ἐνταῦθα ὑμᾶς, ἄνδρες 8.30.8 «ξυστρατιῶται, ξυνήγαγον. ἄλλης γὰρ, οἶμαι, παρα»κελεύσεως μετὰ τήνδε τὴν ξυμβολὴν οὐκέτι δεήσει, «ἀλλὰ τὸν πόλεμον ἐς ἡμέραν μίαν ἀποκεκρίσθαι ξυμ8.30.9 «βήσεται πάντως. οὕτω γὰρ ἡμᾶς τε καὶ βασιλέα «Ἰουστινιανὸν ἐκνενευρίσθαι τετύχηκε καὶ περιῃρῆ»σθαι δυνάμεις ἁπάσας, πόνοις τε καὶ μάχαις καὶ τα»λαιπωρίαις ὡμιληκότας ἐπὶ χρόνου παμμέγεθες μῆκος, «ἀπειρηκέναι τε πρὸς τὰς τοῦ πολέμου ἀνάγκας, ὥστε, «ἢν τῇ ξυμβολῇ τῇ νῦν τῶν ἐναντίων περιεσόμεθα, «οὐδαμῶς ἀναποδιεῖν τὸ λοιπὸν ἕξουσιν, ἢν δὲ ἡμεῖς «τι προσπταίσωμεν ἐν ταύτῃ τῇ μάχῃ, ἐλπὶς οὐδεμία «εἰς τὸ ἀναμαχήσεσθαι λελείψεται Γότθοις, ἀλλὰ τὴν «ἧσσαν ἑκατέροις σκῆψιν ἐς τὴν ἡσυχίαν εὐπρόσωπον 8.30.10 «διαρκῶς ἕξομεν. ἀπολέγοντες γὰρ ἄνθρωποι πρὸς «τῶν πραγμάτων τὰ πονηρότατα ἐς αὐτὰ ἐπανιέναι «οὐκέτι τολμῶσιν, ἀλλὰ καὶ σφόδρα ἴσως διωθουμένης «αὐτοὺς ἐπὶ ταῦτα τῆς χρείας ταῖς γνώμαις ἀναχαιτί»ζονται, δεδισσομένης αὐτοῖς τὰς ψυχὰς τῆς τῶν κακῶν 8.30.11 «μνήμης. τοσαῦτα, ὦ ἄνδρες, ἀκηκοότες ἀνδραγαθίζε»σθε μὲν τῷ παντὶ σθένει, μηδεμίαν ἐς ἄλλον τινὰ «χρόνον ἀποτιθέμενοι τῆς ψυχῆς ἀρετὴν, ταλαιπωρεῖσθε «δὲ ἀλκῇ τῇ πάσῃ, μηδὲ τὸ σῶμα ταμιευόμενοι ἐς κίν8.30.12 «δυνον ἄλλον. ὅπλων δὲ ὑμῖν γινέσθω καὶ ἵππων «μηδεμία φειδὼ, ὡς οὐκέτι χρησίμων ἐσομένων ὑμῖν. «ἅπαντα γὰρ προκατατρίψασα τὰ ἄλλα ἡ τύχη, μόνην «τῆς ἐλπίδος τὴν κεφαλὴν εἰς τὴν ἡμέραν ἐφύλαξε 8.30.13 «ταύτην. τὴν εὐψυχίαν τοίνυν ἀσκεῖτε καὶ πρὸς εὐτολ»μίαν παρασκευάζεσθε. οἷς γὰρ ἐπὶ τριχὸς ἡ ἐλπὶς, «ὥσπερ τανῦν ὑμῖν, ἕστηκεν, οὐδὲ χρόνου τινὰ βραχυ8.30.14 «τάτην ῥοπὴν ἀναπεπτωκέναι ξυνοίσει. παρεληλυθυίας 8.30.14 «γὰρ τῆς ἀκμῆς τοῦ καιροῦ ἀνόνητος ἡ σπουδὴ τὸ «λοιπὸν γίνεται, κἂν διαφερόντως ὑπέρογκος ᾖ, οὐκ «ἐνδεχομένης τῶν πραγμάτων τῆς φύσεως ἀρετὴν «ἕωλον, ἐπεὶ παρελθούσης τῆς χρείας ἔξωρα καὶ τὰ 8.30.15 «ἐπιγινόμενα ἐπάναγκες εἶναι. οἶμαι τοίνυν προσή»κειν ὑμᾶς ἐπικαιριώτατα ἐνεργολαβεῖν τὴν ἀγώνι»σιν, ὡς ἂν δυνήσεσθε, καὶ τοῖς ἀπ' αὐτῆς ἀγαθοῖς «χρῆσθαι. ἐξεπίστασθέ τε ὡς ἐν τῷ παρόντι ὡς 8.30.16 «ἀξιώλεθρος μάλιστα ἡ φυγὴ γίνεται. φεύγουσι γὰρ «ἄνθρωποι λιπόντες τὴν τάξιν οὐκ ἄλλου τοῦ ἕνεκα «ἢ ὅπως βιώσονται· ἢν δὲ θάνατον ἡ φυγὴ προὖπτον «ἐπάγεσθαι μέλλῃ, ὁ τὸν κίνδυνον