19
δήσαντές τε τὸν ἅπαντα χρόνον ἐν σπηλαίῳ καθεῖρξαν, καὶ τοῦ φρουρίου τὴν οἰκοδομίαν οὐδενὸς ἔτι ἀμυνομένου εἰς ἔδαφος καθεῖλον. 1.13.9 Ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν τῆς ἕω Βελισάριον καταστησάμενος, στρατεύειν ἐπὶ Πέρσας ἐκέλευεν. ὁ δὲ στρατιὰν λόγου πολλοῦ ἀξίαν ἀγείρας 1.13.10 ἐς ∆άρας ἦλθε. καί οἱ Ἑρμογένης ξυνδιακοσμήσων τὸν στρατὸν ἐκ βασιλέως ἀφίκετο, τὸ τοῦ μαγίστρου ἀξίωμα ἔχων, ὃς Βιταλιανῷ παρήδρευε πρότερον, ἡνίκα 1.13.11 βασιλεῖ Ἀναστασίῳ πολέμιος ἦν. καὶ Ῥουφῖνον δὲ πρεσβευτὴν βασιλεὺς ἔπεμψεν, ὃν δὴ ἐν Ἱεραπόλει τῇ πρὸς τῷ Εὐφράτῃ ποταμῷ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευε. λόγοι γὰρ ἤδη πολλοὶ ἀμφοτέροις ἀμφὶ τῇ 1.13.12 εἰρήνῃ ἐγίνοντο. ἄφνω δέ τις Βελισαρίῳ τε καὶ Ἑρμογένει ἀπήγγελλεν ὡς Πέρσαι ἐσβάλλειν ἐπίδοξοί εἰσιν ἐς γῆν τὴν Ῥωμαίων, πόλιν ∆άρας αἱρήσειν ἐν 1.13.13 σπουδῇ ἔχοντες. οἱ δὲ ταῦτα ἀκούσαντες τὰ ἐς τὴν παράταξιν ἐξηρτύοντο ὧδε. τῆς πύλης, ἣ πόλεως Νισίβιδος καταντικρὺ κεῖται, οὐ μακρὰν ἄποθεν, ἀλλ' ὅσον λίθου βολὴν, τάφρον βαθεῖάν τινα ὤρυξαν, διεξόδους πολλὰς ἔχουσαν. οὐκ ἐπ' εὐθείας μέντοι ἡ 1.13.14 τάφρος ἥδε ὀρώρυκτο, ἀλλὰ τρόπῳ τοιῷδε. κατὰ μὲν τὸ μέσον βραχεῖά τις ἐγεγόνει εὐθεῖα, ἐφ' ἑκάτερα δὲ αὐτῆς ὀρθαὶ κεραῖαι πεποίηντο δύο, ἔς τε τὰ πέρατα ταῖν ὀρθαῖν κεραίαιν αὖθις τὰς τάφρους ἐπὶ πλεῖστον 1.13.15 εὐθείας ἐξῆγον. οἱ μὲν οὖν Πέρσαι οὐκ ἐς μακρὰν στρατῷ πολλῷ ἦλθον, ἔν τε Ἀμμώδιος χωρίῳ, πόλεως ∆άρας μέτρῳ εἴκοσι σταδίων ἀπέχοντι, ἐστρατοπεδεύ1.13.16 σαντο ἅπαντες. ἄρχοντες δὲ ἄλλοι τε ἦσαν καὶ Πιτυάξης καὶ Βαρεσμανᾶς ἑτερόφθαλμος. στρατηγὸς δὲ εἷς ἅπασιν ἐφειστήκει, Πέρσης ἀνὴρ, μιρράνης μὲν τὸ ἀξίωμα (οὕτω γὰρ τὴν ἀρχὴν καλοῦσι Πέρσαι), 1.13.17 Περόζης δὲ ὄνομα. ὃς δὴ αὐτίκα παρὰ Βελισάριον πέμψας τὸ βαλανεῖον ἐν παρασκευῇ ἐκέλευε ποιεῖσθαι· λοῦσθαι γάρ οἱ ἐνταῦθα τῇ ὑστεραίᾳ βουλομένῳ εἶναι. 1.13.18 διὸ δὴ Ῥωμαῖοι τὰ ἐς τὴν ξυμβολὴν καρτερώτατα ἐξηρτύοντο, ὡς ἡμέρᾳ τῇ ἐπιγενησομένῃ μαχούμενοι. 1.13.19 Ἅμα τε ἡλίῳ ἀνίσχοντι τοὺς πολεμίους ἐπὶ σφᾶς προϊόντας ὁρῶντες ἐτάξαντο ὧδε. εὐθείας μὲν τὰ ἔσχατα τῆς ἀριστερᾶς, ἣ ἔνερθεν ἦν τῆς ὀρθῆς κεραίας μέχρι ἐς τὸν λόφον, ὃς ταύτῃ ἀνέχει, Βούζης εἶχε ξὺν ἱππεῦσι πολλοῖς καὶ Φάρας Ἔρουλος ξὺν ὁμογενέσι 1.13.20 τριακοσίοις· ἐν δεξιᾷ δὲ αὐτῶν τῆς τάφρου ἐκτὸς κατὰ τὴν γωνίαν, ἣν ἥ τε ὀρθὴ κεραία καὶ ἡ ἐνθένδε εὐθεῖα ἐποίει, Σουνίκας τε ἦν καὶ Αἰγὰν Μασσαγέται γένος, ξὺν ἱππεῦσιν ἑξακοσίοις, ὅπως, ἢν οἵ τε ἀμφὶ Βούζην καὶ Φάραν τραπεῖεν, αὐτοὶ πλάγιοι κατὰ τάχος ἰόντες κατὰ νώτου τε τῶν πολεμίων γινόμενοι τοῖς ἐκείνῃ Ῥωμαίοις ἀμύνειν εὐπετῶς δύνωνται. ἐπὶ θά1.13.21 τερα δὲ τρόπῳ τῷ αὐτῷ ἐτετάχατο· τῆς μὲν γὰρ εὐθείας τὰ ἔσχατα ἱππεῖς πολλοὶ εἶχον, ὧν Ἰωάννης τε ὁ Νικήτου ἦρχε καὶ Κύριλλός τε καὶ Μάρκελλος· ξυνῆν δὲ αὐτοῖς καὶ Γερμανὸς καὶ ∆ωρόθεος· ἐς γωνίαν δὲ τὴν ἐν δεξιᾷ ἱππεῖς ἐτάξαντο ἑξακόσιοι, ὧν Σίμμας τε καὶ Ἀσκὰν Μασσαγέται ἦρχον, ἵνα, ὅπερ εἴρηται, τῶν ἀμφὶ τὸν Ἰωάννην τρεπομένων, ἂν οὕτω τύχῃ, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι κατὰ νώτου τῶν Περσῶν ἴωσι. 1.13.22 πανταχῆ δὲ τῆς τάφρου οἵ τε τῶν ἱππέων κατάλογοι καὶ ὁ πεζὸς στρατὸς ἵστατο. ὧν δὴ ὄπισθεν οἵ τε ἀμφὶ Βελισάριον καὶ Ἑρμογένην κατὰ μέσους εἱστή1.13.23 κεσαν. ὧδε μὲν Ῥωμαῖοι ἐς πεντακισχιλίους τε καὶ δισμυρίους ξυνιόντες ἐτάξαντο, Περσῶν δὲ ὁ στρατὸς μυριάδες μὲν τέσσαρες ἱππέων τε καὶ πεζῶν ἦσαν, ἐφεξῆς δὲ ἅπαντες μετωπηδὸν ἵσταντο, ὡς βαθύτατον 1.13.24 τῆς φάλαγγος τὸ μέτωπον ποιησόμενοι. χρόνον μὲν οὖν πολὺν μάχης ἐς ἀλλήλους οὐδέτεροι ἦρχον, ἀλλὰ θαυμάζουσί τε τὴν Ῥωμαίων εὐκοσμίαν Πέρσαι ἐῴκεσαν καὶ ὅ τι χρήσονται τοῖς παροῦσιν ἀπορουμένοις. 1.13.25 Τῆς δὲ ἡμέρας ἀμφὶ δείλην ὀψίαν μοῖρά τις τῶν ἱππέων, οἳ κέρας τὸ δεξιὸν εἶχον, ἀποσχισθέντες τοῦ ἄλλου στρατοῦ τοῖς ἀμφὶ Βούζην τε καὶ Φάραν ἐπῆλθον. 1.13.26 οἱ δὲ ὀπίσω κατὰ βραχὺ ὑπεχώρησαν. Πέρσαι δὲ αὐτοὺς οὐκ ἐδίωξαν, ἀλλ' αὐτοῦ ἔμενον, κύκλωσιν, οἶμαι, πρὸς τῶν πολεμίων τινὰ δείσαντες. μετὰ δὲ Ῥωμαῖοι μὲν οἱ φυγόντες ἐκ τοῦ