362
οὕτω δὴ ἐς τῆς Ἀρχαιοπόλεως τὴν πολιορκίαν καθίστασθαι, ὡς μὴ ὄπισθεν αὐτοὶ ἰόντες κακουργή8.13.25 σωσι τὸ Περσῶν στράτευμα. ὡς ἀγχοτάτω δὲ τοῦ Ἀρχαιοπόλεως περιβόλου γενόμενος ἠσπάσατο ἐρεσχελῶν τε τοὺς ταύτῃ Ῥωμαίους, καί τι νεανιευσάμενος ὡς 8.13.26 αὐτίκα δὴ μάλα ἐπανήξει σφίσι. βουλομένῳ γάρ οἱ αὐτῷ ἔφασκεν εἶναι Ῥωμαίους τοὺς ἄλλους προσειπεῖν πρότερον, οἳ δὴ ἐνστρατοπεδεύονται ἀμφὶ ποταμὸν 8.13.27 Φᾶσιν. οἱ δὲ ἀποκρινάμενοι ἰέναι μὲν αὐτὸν ἐκέλευον ὅπη βούλοιτο, ἰσχυρίσαντο μέντοι ὡς, ἢν τοῖς ἐκείνῃ 8.13.28 Ῥωμαίοις ἐντύχῃ, οὐ μή ποτε αὐτοῖς ἐπανήξει. ταῦτα ἐπεὶ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔμαθον, κατωρρώδησάν τε καὶ ἥσσους οἰόμενοι εἶναι ἢ φέρειν τῶν ἐπιόντων τὴν δύναμιν ἐς τὰς σφίσι παρεσκευασμένας ἀκάτους ἐμβάντες ποταμὸν Φᾶσιν διεπορθμεύσαντο ἅπαντες, τῶν σφίσι παρόντων ἐπιτηδείων, ὅσα μὲν διακομίζειν οἷοί τε ἦσαν, ἐν ταῖς ἀκάτοις ἐνθέμενοι, τὰ δὲ ἄλλα ἐς τὸν ποταμὸν ἐμβεβλημένοι, ὅπως μὴ 8.13.29 αὐτοῖς οἱ πολέμιοι τρυφᾶν δύνωνται. γενόμενος οὖν ἐνταῦθα παντὶ τῷ στρατῷ ὁ Μερμερόης οὐ πολλῷ ὕστερον, ἔρημόν τε παντάπασιν ἰδὼν τὸ τῶν πολεμίων στρατόπεδον ἤσχαλλέ τε καὶ ἀπορούμενος ἐδυσφορεῖτο. 8.13.30 καύσας τε τὸ Ῥωμαίων χαράκωμα καὶ τῷ θυμῷ ζέων ἀνέστρεφεν αὐτίκα καὶ τὸ στράτευμα ἐπὶ τὴν Ἀρχαιόπολιν ἦγε. 8.14.1 Κεῖται δὲ Ἀρχαιόπολις ἐπὶ λόφου τινὸς σκληροῦ ἐσάγαν, καὶ ποταμὸς αὐτὴν παραρρεῖ ἐξ ὀρῶν κατιὼν, 8.14.2 ἅπερ τῆς πόλεως καθύπερθέν ἐστι. πύλαι δὲ αὐτῇ αἱ μὲν κάτω εἰσὶ, φέρουσαι παρὰ τοῦ λόφου τὴν ὑπώρειαν, οὐκ ἀπρόσοδοι μέντοι, ἀλλ' ὅσον ἄνοδον ἐκ τοῦ πεδίου τινὰ ἐς αὐτὰς οὐχ ὁμαλῆ εἶναι· αἱ δὲ ἄνω ἐς τὸ κρημνῶδες ἐξάγουσαι αὐτὰς δυσπρόσοδοι ἐσάγαν εἰσί. χῶροι γὰρ λοχμώδεις πρὸ τούτων τῶν πυλῶν 8.14.3 εἰσιν, ἐπὶ πλεῖστον διήκοντες. ἐπεί τε ὕδατος ἄλλου τοῖς τῇδε ᾠκημένοις οὐδαμῆ μέτεστι, τείχη δύο ἐνθένδε οἱ τὴν πόλιν δειμάμενοι ἄχρι ἐς τὸν ποταμὸν ἐτεκτήναντο, ὅπως ἂν σφίσιν ἐν τῷ ἀσφαλεῖ τὸ τοῦ ποταμοῦ ὕδωρ ἀρύεσθαι δυνατὰ εἴη. Μερμερόης οὖν παντὶ σθένει τειχομαχεῖν ἐνταῦθα σπουδάζων τε 8.14.4 καὶ διατεινόμενος ἐποίει τάδε. πρῶτα μὲν τοῖς Σαβείροις ἐπήγγειλε κριοὺς παμπληθεῖς ἐργάζεσθαι, οἵους ἂν φέρειν ἄνθρωποι ἐπὶ τῶν ὤμων δυνατοὶ εἶεν, ἐπεὶ μηχανὰς μὲν τὰς συνειθισμένας τρόπῳ οὐδενὶ ἐς Ἀρχαιοπόλεως τὸν περίβολον ἐπάγεσθαι εἶχε, κατὰ τὸν τοῦ ὄρους πρόποδα κείμενον, ἠκηκόει δὲ ὅσα τοῖς Ῥωμαίων ἐνσπόνδοις Σαβείροις ἀμφὶ τὸ Πέτρας τεῖχος ἐργασθείη οὐ πολλῷ ἔμπροσθεν, καὶ τοῖς ἐπινενοημένοις ἑπόμενος τὴν ἐκ τῆς πείρας ὠφέλειαν μετῄει. 8.14.5 οἱ δὲ τὰ ἐπαγγελλόμενα ἐποίουν. κριούς τε αὐτίκα συχνοὺς ἐτεκτήναντο, ᾗπέρ μοι ἔναγχος Ῥωμαίοις εἰργάσθαι Σαβείρους ἐρρήθη. ἔπειτα δὲ τοὺς μὲν ∆ολομίτας καλουμένους κατὰ τῆς πόλεως τὰ κρημνώδη στέλλει ἐνοχλεῖν ἐπιστείλας τοὺς ταύτῃ πολεμίους δυ8.14.6 νάμει τῇ πάσῃ. οἱ δὲ ∆ολομῖται οὗτοι βάρβαροι μέν εἰσιν, ᾠκημένοι ἐν Πέρσαις μέσοις, οὐ μὴν κατήκοοι 8.14.7 γεγόνασι βασιλέως τοῦ Περσῶν πώποτε. ἱδρυμένοι γὰρ ἐν ὄρεσιν ἀποτόμοις τε καὶ ὅλως ἀβάτοις αὐτόνομοι ὄντες ἐκ παλαιοῦ διαγεγόνασιν ἐς τόδε τοῦ χρόνου· μισθαρνοῦντες δὲ ἀεὶ συστρατεύουσι Πέρσαις 8.14.8 ἐπὶ πολεμίους τοὺς σφετέρους ἰοῦσι. καὶ πεζοὶ μέν εἰσιν ἅπαντες, ξίφος τε καὶ ἀσπίδα φέρων ἕκαστος 8.14.9 καὶ ἀκόντια ἐν ταῖς χερσὶ τρία. θεῖν δὲ λίαν ἔν τε τοῖς κρημνοῖς καὶ τῶν ὀρῶν ταῖς ὑπερβολαῖς ἐξεπίστανται, 8.14.10 ὥσπερ ἐν πεδίῳ ὑπτίῳ. καὶ διὰ τοῦτο Μερμερόης αὐτοὺς τῇδε τειχομαχεῖν ἔταξεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ πύλας τὰς κάτω τούς τε κριοὺς καὶ 8.14.11 τοὺς ἐλέφαντας ἐπαγόμενος ᾔει. οἱ μὲν οὖν Πέρσαι ξὺν τοῖς Σαβείροις ἐς τὸ τεῖχος συχνὰ βάλλοντες, τοῖς τε τοξεύμασι καλύψαντες τὸν ταύτῃ ἀέρα, οὐ μακράν που ἐγένοντο ἀναγκάσαι τοὺς ἐνταῦθα Ῥω8.14.12 μαίους ἐκλιπεῖν τὰς ἐπάλξεις. οἱ δὲ ∆ολομῖται τὰ δοράτια ἐκ τῶν κρημνῶν ἐκτὸς τοῦ περιβόλου ἐσακοντίζοντες πολλῷ ἔτι μᾶλλον τοὺς κατ' αὐτοὺς πο8.14.13 λεμίους ἐλύπουν. πανταχόθι τε Ῥωμαίοις τὰ πράγματα πονηρά τε καὶ κινδύνων ἔμπλεα