333
αὐτοῖς, ἄλλως τε καὶ παρὰ βασιλέα στέλλεσθαι 7.37.17 βουλομένοις, τανῦν πάρεστιν· ἐς χρόνον δὲ ἀναβαλέσθαι τινὰ τὴν πρᾶξιν ἐδέοντο, ἐφ' ᾧ βασιλεῖ μὲν ἐν τούτῳ τὰ σφίσι παρόντα σημήνωσιν, οὐδεμιᾶς δὲ μεταξὺ βοηθείας ἐκ βασιλέως ἐνταῦθα ἰούσης οὕτω δὴ ἀπαλλάσσοιντο, Γότθοις μὲν τὴν πόλιν ἐνδόντες, οὐκ ἀπροφάσιστον δὲ αὐτοὶ τὴν ἀναχώρησιν ποιησάμενοι. 7.37.18 ταῦτα ἐπεὶ Τουτίλαν ἤρεσκε, τακτὴ ἡμέρα ξυνέκειτο, ἄνδρες δὲ τριάκοντα ἑκατέρωθεν ἐν ὁμήρων λόγῳ ἐπὶ τῇ ὁμολογίᾳ δέδονται ταύτῃ καὶ Γότθοι τὴν προσε7.37.19 δρείαν διαλύσαντες ἐπὶ Σικελίας ἐχώρησαν. ἐπεὶ δὲ ἀφίκοντο ἐς τὸ Ῥήγιον, οὐ πρότερον διέβησαν τὸν τῇδε πορθμὸν, ἕως φρουρίου τοῦ ἐν Ῥηγίῳ ἀπεπειρά7.37.20 σαντο. ἦρχον δὲ τοῦ ἐνταῦθα φυλακτηρίου Θουριμούθ τε καὶ Ἱμέριος, οὕσπερ Βελισάριος ἐνταῦθα καταστη7.37.21 σάμενος ἔτυχεν. οἵπερ ἐπεὶ πολλούς τε καὶ ἀρίστους ξὺν αὑτοῖς εἶχον, τειχομαχοῦντάς τε ἀπεκρούσαντο τοὺς πολεμίους καὶ ἐπεξελθόντες τὸ πλέον ἐν ξυμβολῇ 7.37.22 ἔσχον. ὕστερον μέντοι πλήθει τῶν ἐναντίων παρὰ πολὺ ἐλασσούμενοι ἐντὸς τοῦ περιβόλου κατακλει7.37.23 σθέντες ἡσύχαζον. Τουτίλας δὲ μοῖραν μὲν τοῦ Γότθων στρατοῦ αὐτοῦ εἴασε φρουρᾶς ἕνεκα, τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ χρόνῳ ὑστέρῳ ἐξαιρήσειν καραδοκῶν τοὺς ταύτῃ Ῥωμαίους, ἐς δὲ Ταραντηνοὺς στράτευμα πέμψας τὸ ἐκείνῃ φρούριον παρεστήσατο οὐδενὶ πόνῳ, καὶ Γότθοι δὲ, οὕσπερ ἐλίπετο ἐν Πικηνῶν τῇ χώρᾳ, πόλιν Ἀρίμινον τηνικάδε προδοσίᾳ εἷλον. 7.37.24 Ταῦτα ἀκούσας Ἰουστινιανὸς βασιλεὺς Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ αὐτοκράτορα ἐβούλευσε πολέμου τοῦ πρὸς Γότθους τε καὶ Τουτίλαν καταστήσασθαι, καί οἱ ἐν παρασκευῇ ἐπέστελλεν εἶναι· ἐπεί τε ὁ περὶ τούτου λόγος ἐς Ἰταλίαν ἦλθε, Γότθοι μὲν ἐν φροντίδι μεγάλῃ ἐγένοντο. δεξιὰ γάρ τις ἡ ἀμφὶ Γερμανῷ 7.37.25 δόξα ἐς πάντας ἀνθρώπους οὖσα ἐτύγχανεν. εὐέλπιδες δὲ Ῥωμαῖοί τε γεγενημένοι εὐθὺς ἅπαντες καὶ οἱ τοῦ βασιλέως στρατοῦ τῷ τε κινδύνῳ καὶ τῇ ταλαιπωρίᾳ 7.37.26 πολλῷ ἔτι μᾶλλον ἀντεῖχον. ἀλλὰ βασιλεὺς οὐκ οἶδα ὅπως μεταμαθὼν Λιβέριον ἄνδρα Ῥωμαῖον, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἐς τὸ ἔργον κατα7.37.27 στήσασθαι ἀντὶ Γερμανοῦ ἔγνω. καὶ ὁ μὲν παρασκευασάμενος ὡς τάχιστα, ὅτι δὴ αὐτίκα ξὺν στρατῷ ἀποπλεύσει, ἐπίδοξος ἦν. ἀλλ' ἐπεὶ βασιλεῖ μετέμελεν 7.37.28 αὖθις, ἡσυχῆ καὶ αὐτὸς ἔμενε. τότε δὴ Βῆρος ξὺν ἀνδράσιν, οὓς ἀγείρας μαχιμωτάτους ἀμφ' αὑτὸν ἔτυχε, Γότθοις τοῖς ἐν Πικηνῷ οὖσιν ἐς χεῖρας ἐλθὼν πόλεως Ῥαβέννης οὐ πολλῷ ἄποθεν, τῶν τε ἑπομένων πολλοὺς ἀποβάλλει καὶ αὐτὸς θνήσκει, ἀνὴρ ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ γενόμενος. 7.38.1 Ὑπὸ τοῦτον τὸν χρόνον στράτευμα Σκλαβηνῶν οὐ πλέον ἢ ἐς τρισχιλίους ἀγηγερμένοι, ποταμόν τε Ἴστρον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, διέβησαν, καὶ πόνῳ οὐδενὶ ποταμὸν Εὗρον εὐθὺς διαβάντες 7.38.2 δίχα ἐγένοντο. εἶχε δὲ αὐτῶν ἁτέρα μὲν συμμορία ὀκτακοσίους τε καὶ χιλίους, ἡ δὲ δὴ ἑτέρα τοὺς κατα7.38.3 λοίπους. ἑκατέροις μὲν οὖν καίπερ ἀλλήλων ἀπολελειμμένοις ἐς χεῖρας ἐλθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔν τε Ἰλλυριοῖς καὶ Θρᾳξὶν, ἡσσήθησάν τε ἐκ τοῦ ἀπροσδοκήτου καὶ οἱ μὲν αὐτοῦ διεφθάρησαν, 7.38.4 οἱ δὲ κόσμῳ οὐδενὶ διαφυγόντες ἐσώθησαν. ἐπεὶ δὲ οἱ στρατηγοὶ πάντες οὕτω παρ' ἑκατέρων τῶν βαρβαρικῶν στρατοπέδων, καίπερ ἐλασσόνων παρὰ πολὺ ὄντων, ἀπήλλαξαν, Ἀσβάδῳ ἡ ἑτέρα τῶν πολεμίων 7.38.5 ξυμμορία ξυνέμιξεν. ἦν δὲ οὗτος ἀνὴρ βασιλέως μὲν Ἰουστινιανοῦ δορυφόρος, ἐπεὶ ἐς τοὺς Κανδιδάτους καλουμένους τελῶν ἔτυχε, τῶν δὲ ἱππικῶν καταλόγων ἦρχεν, οἳ ἐν Τζουρουλῷ τῷ ἐν Θρᾴκῃ φρουρίῳ ἐκ 7.38.6 παλαιοῦ ἵδρυνται, πολλοί τε καὶ ἄριστοι ὄντες. καὶ αὐτοὺς οἱ Σκλαβηνοὶ τρεψάμενοι οὐδενὶ πόνῳ πλείστους μὲν αἰσχρότατα φεύγοντας ἔκτειναν, Ἄσβαδον δὲ καταλαβόντες ἐν μὲν τῷ παραυτίκα ἐζώγρησαν, ὕστερον δὲ αὐτὸν ἐς πυρὸς ἐμβεβλημένον φλόγα ἔκαυσαν, ἱμάντας πρότερον ἐκ τοῦ νώτου τοῦ ἀνθρώπου ἐκδείραντες. 7.38.7 ταῦτα διαπεπραγμένοι τὰ χωρία ξύμπαντα, τά τε Θρᾳκῶν καὶ Ἰλλυριῶν, ἀδεέστερον ἐληΐζοντο, καὶ φρούρια