94
γεγόνασι Ῥωμαίοις τε καὶ Πέρσαις ἐς ἐνιαυτοὺς πέντε, δέκατόν τε καὶ ἔνατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. 2.28.12 Ὀλίγῳ δὲ ὕστερον Ἀρέθας τε καὶ Ἀλαμούνδαροςοἱ τῶν Σαρακηνῶν ἄρχοντες πόλεμον πρὸς ἀλλήλους κατὰ μόνας διέφερον, οὔτε Ῥωμαίων οὔτε Περσῶν 2.28.13 ἀμυνόντων σφίσι. καὶ Ἀλαμούνδαρος μὲν ἕνα τῶν Ἀρέθα παίδων ἵππους νέμοντα ἐξ ἐπιδρομῆς ἑλὼν τῇ Ἀφροδίτῃ εὐθὺς ἔθυσε, καὶ ἀπ' αὐτοῦ ἐγνώσθη οὐ καταπροΐεσθαι τὰ Ῥωμαίων πράγματα Πέρσαις Ἀρέθαν. 2.28.14 μετὰ δὲ ξυνίασι μὲν ἐς μάχην ἑκάτεροι παντὶ τῷ στρατῷ, νικῶσι δὲ κατὰ κράτος οἱ ξὺν τῷ Ἀρέθᾳ, τρεψάμενοί τε τοὺς πολεμίους πολλοὺς ἔκτειναν. καὶ παρ' ὀλίγον Ἀρέθας ἦλθε δύο τῶν Ἀλαμουνδάρου παίδων ζῶντας ἑλεῖν, οὐ μέντοι γε εἷλε. τὰ μὲν οὖν 2.28.15 Σαρακηνῶν ταύτῃ πη εἶχεν. Χοσρόης δὲ, ὁ Περσῶν βασιλεὺς, ἔνδηλος γέγονε τὴν ἐκεχειρίαν νῷ δολερῷ πρὸς Ῥωμαίους πεποιημένος, ἐφ' ᾧ δὴ αὐτοὺς διὰ τὴν εἰρήνην ἀναπεπτωκότας λαβὼν ἀνήκεστόν τι ἐργάσεται. 2.28.16 τρίτῳ γὰρ τῆς ἐκεχειρίας ἐνιαυτῷ μηχανᾶται τοιάδε· ἤστην ἐν Πέρσαις ἀδελφοὶ δύο, Φάβριζός τε καὶ Ἰσδιγούσνας, ἀρχὰς μὲν περιβεβλημένω ἐνταῦθα μεγίστας καὶ ἄλλως λογισμῷ πονηροτάτω Περσῶν ἁπάντων καὶ δόξαν ἐπὶ τῇ δεινότητι καὶ κακοτροπίᾳ πολλὴν 2.28.17 ἔχοντε. βουλευσάμενος οὖν πόλιν ∆άρας καταλαβεῖν ἐξ ἐπιδρομῆς καὶ Λαζικῆς ἐξοικίσαι Κόλχους ἅπαντας, Πέρσας δὲ ἀντ' αὐτῶν οἰκήτορας καταστήσασθαι, τὼ ἄνδρε τούτω ἐς ἄμφω τὰ ἔργα ὑπηρετήσοντας εἵλετο· 2.28.18 ἕρμαιον γὰρ καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο εἶναι γῆν τὴν Κολχίδα σφετερισαμένῳ ἐν τῷ βεβαίῳ τῆς κτήσεως ἔχειν, ξύμφορον λογισαμένῳ τῇ Περσῶν ἀρχῇ 2.28.19 κατὰ πολλὰ ἔσεσθαι τοῦτό γε. τήν τε γὰρ Ἰβηρίαν ἐν τῷ ἀσφαλεῖ ἐς τὸ ἔπειτα ἕξειν, οὐκ ἂν ἔτι ἐχόντων Ἰβήρων ἐφ' οὕστινας ἀνθρώπων ἀποστάντες σωθή2.28.20 σονται· ἐπειδὴ γὰρ οἱ τούτων δὴ λογιμώτατοι τῶν βαρβάρων ὁμοῦ Γουργένῃ τῷ βασιλεῖ ἐς ἀπόστασιν εἶδον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθε λόγοις ἐρρήθη, οὔτε βασιλέα σφίσι καταστήσεσθαι τὸ ἐνθένδε ξυνεχώρουν Πέρσαι οὔτε αὐτογνωμονοῦντες Περσῶν κατήκοοι Ἴβηρες ἦσαν, ἀλλ' ὑποψίᾳ τε καὶ ἀπιστίᾳ ἐς ἀλλήλους 2.28.21 πολλῇ εἴχοντο. ἔνδηλοί τε Ἴβηρες ἦσαν δυσανασχετοῦντές τε ἰσχυρότατα καὶ νεωτεριοῦντες οὐ πολλῷ ὕστερον, 2.28.22 ἤν τινός ποτε καιροῦ λαβέσθαι δυνατοὶ εἶεν. καὶ πρὸς Οὔννων τῶν Λαζικῇ προσοίκων ἀδῄωτον μὲν τὴν Περσῶν ἀρχὴν ἐς ἀεὶ ἔσεσθαι, ῥᾷον δὲ καὶ ἀπονώτερον αὐτοὺς τῇ Ῥωμαίων ἀρχῇ ἐπιπέμψειν, ἡνίκα ἂν αὐτῷ βουλομένῳ εἴη. οὐ γὰρ ἄλλο οὐδὲν τοῖς ἐν Καυκάσῳ 2.28.23 οἰκοῦσι βαρβάροις ἢ ἐπιτείχισμα Λαζικὴν εἶναι. μάλιστα δὲ πάντων κατὰ τοῦτο ξυνοίσειν πρὸς Λαζικῆς ἐπικράτησιν ἤλπιζε Πέρσαις, ὅτι δὴ ἐξ αὐτῆς ὁρμώμενοι δυνήσονται οὐδενὶ πόνῳ καταθέοντες καὶ πεζῇ καὶ ναυσὶ τὰ ἐπὶ τοῦ Εὐξείνου καλουμένου πόντου χωρία Καππαδόκας μὲν καὶ τοὺς αὐτῶν ἐχομένους Γαλάτας καὶ Βιθυνοὺς παραστήσεσθαι, ἐξ ἐπιδρομῆς δὲ Βυζαν2.28.24 τίους αἱρήσειν, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. τούτων μὲν δὴ ἕνεκα προσποιεῖσθαι Χοσρόης Λαζικὴν ἤθελεν, ἐπὶ Λαζοῖς δὲ τὸ θαρσεῖν ὡς ἥκιστα εἶχεν. 2.28.25 ἐπειδὴ γὰρ Ῥωμαῖοι ἐκ τῆς Λαζικῆς ἀνεχώρησαν, Λαζῶν τὸ πλῆθος τῇ Περσῶν ἀρχῇ ἐπιεικῶς ἤχθετο. μονότροποι γὰρ, εἴπερ ἄλλοι τινὲς, οἱ Πέρσαι εἰσὶ 2.28.26 καὶ τὰ ἐς τὴν δίαιταν ὑπεράγαν σκληροί. καὶ αὐτοῖς οἵ τε νόμοι δυσπρόσοδοί εἰσι πρὸς πάντων ἀνθρώπων καὶ τὰ ἐπιτάγματα οὐδαμῆ ἀνεκτά. πρὸς μέντοι Λαζοὺς καὶ διαφερόντως τὸ διαλλάσσον τῆς τε γνώμης ἀεὶ καὶ τῆς διαίτης παρὰ πολὺ διαφαίνεται, ἐπεὶ Λαζοὶ μὲν Χριστιανοί εἰσι πάντων μάλιστα, Πέρσαις δὲ ἀπ' 2.28.27 ἐναντίας αὐτῶν τὰ ἐς τὸ θεῖον ἅπαντα ἔχει. χωρὶς δὲ τούτων ἅλες μὲν τῆς Λαζικῆς οὐδαμῆ γίνονται, οὐ μὴν οὔτε σῖτος οὔτε οἶνος οὔτε τι ἄλλο ἀγαθὸν 2.28.28 φύεται. ἐκ δὲ Ῥωμαίων τῶν παραλίων ἅπαντα ταῖς ναυσὶν ἐπεισέρχεται σφίσι, καὶ ταῦτα οὐ χρυσίον τοῖς συμβάλλουσι προϊεμένοις, ἀλλὰ δέρρεις τε καὶ ἀνδράποδα καὶ εἴ τι ἄλλο ἐνταῦθα κατὰ πολὺ περιεῖναι 2.28.29 ξυμβαίνει· τούτου τε, ὡς τὸ εἰκὸς, ἀποκεκλεισμένοι τὸ