246
ἦγον, ᾗ μάλιστα ἐπιμα6.12.2 χώτατον αὐτοῖς ἔδοξεν εἶναι. ὅπως δὲ μὴ πάθωσιν, ὅπερ αὐτοῖς πρὸ τοῦ Ῥώμης περιβόλου ξυνηνέχθη παθεῖν, οὐ διὰ τῶν βοῶν τὸν πύργον ἦγον, ἀλλ' 6.12.3 αὐτοὶ ἔνδον κρυπτόμενοι ἐφεῖλκον. κλῖμαξ δὲ ἦν τις τοῦ πύργου ἐντὸς εὐρεῖα ἐς ἄγαν, δι' ἧς τὸ τῶν βαρβάρων πλῆθος ἀναβήσεσθαι εὐπετῶς ἔμελλον, ἐλπίδα ἔχοντες ὡς, ἐπειδὰν τάχιστα τὸν πύργον τῷ περιβόλῳ ἐρείσωσιν, ἐνθένδε πόνῳ οὐδενὶ ἐπιβήσονται κατὰ τὰς τοῦ τείχους ἐπάλξεις. οὕτω γὰρ αὐτοῖς ἡ τοῦ πύργου 6.12.4 ὑπερβολὴ εἴργαστο. ἐπειδὴ τοίνυν τοῦ περιβόλου ἄγχιστά πη ξὺν τῇ μηχανῇ ταύτῃ ἐγένοντο, τότε μὲν ἡσυχῆ ἔμενον, ἐπεὶ καὶ ξυνεσκόταζεν ἤδη, φύλακας δὲ ἀμφὶ τὸν πύργον καταστησάμενοι ηὐλίσαντο ἅπαντες, ἐναντίωμα οὐδ' ὁτιοῦν ἔσεσθαι σφίσιν ἐν νῷ ἔχοντες. 6.12.5 οὐδὲ γὰρ οὐδέ τι ἄλλο ἐμπόδιον, οὐδὲ τάφρος ἐν μέσῳ ὅτι μὴ βραχεῖα παντάπασιν ἐτύγχανεν οὖσα. οἵ τε Ῥωμαῖοι ξὺν δέει πολλῷ ὡς ἡμέρᾳ τῇ ἐπιούσῃ ἀπο6.12.6 λούμενοι ἐνυκτέρευσαν. Ἰωάννης δὲ οὔτε ἀπογνοὺς πρὸς τὸν κίνδυνον οὔτε τῷ δέει ξυνταραχθεὶς ἐπενόει τάδε. τοὺς μὲν ἄλλους ἐν τοῖς φυλακτηρίοις ἀπολιπὼν, αὐτὸς δὲ ξὺν τοῖς Ἰσαύροις δικέλλας τε καὶ ἄλλα ἄττα τοιαῦτα ὄργανα φέρουσιν, ἀωρὶ τῶν νυκτῶν, οὐδενὶ τῶν πάντων προειρημένον, ἔξω τοῦ περιβόλου 6.12.7 γενόμενος ἐκέλευσε σιωπῇ τὴν τάφρον ὀρύσσειν. οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ τὸν χοῦν, ὅνπερ ἐνθένδε ἀνῃροῦντο, ἐπὶ θάτερα τῆς τάφρου ἐς τὰ πρὸς τῷ τείχει ἐς ἀεὶ ἐτίθεσαν, ὃς δὴ ἐνταῦθα αὐτοῖς ἀντὶ 6.12.8 τοίχου ἐγίνετο. λαθόντες τε ἐπὶ πλεῖστον τοὺς πολεμίους καθεύδοντας βαθεῖάν τε καὶ εὔρους ἱκανῶς ἔχουσαν τὴν τάφρον δι' ὀλίγου πεποίηνται, οὗ δὴ μάλιστα ἐπιμαχώτατός τε ὁ περίβολος ἦν καὶ προσ6.12.9 βάλλειν ξὺν τῇ μηχανῇ οἱ βάρβαροι ἔμελλον. οἱ δὲ πολέμιοι πόρρω που τῶν νυκτῶν αἰσθόμενοι τοῦ ποιουμένου ἐπὶ τοὺς ὀρύσσοντας ἐβοήθουν δρόμῳ, καὶ Ἰωάννης ξὺν τοῖς Ἰσαύροις, ἐπεί οἱ τὰ ἀμφὶ τῇ τάφρῳ 6.12.10 ὡς ἄριστα εἶχεν, ἐντὸς τοῦ περιβόλου ἐγένετο. Οὐίττιγις δὲ ἅμα ἡμέρᾳ τά τε πεπραγμένα κατανοήσας καὶ περιαλγήσας τοῖς ξυμπεσοῦσι διεχρήσατο μὲν τῶν φυλάκων τινὰς, οὐδὲν δὲ ἧσσον ἐπάγειν τὴν μηχανὴν ἐν σπουδῇ ἔχων ἐκέλευε φακέλλων πλῆθος τοὺς Γότθους ἐν τῇ τάφρῳ κατὰ τάχος ῥίπτειν, οὕτω τε τὸν πύργον 6.12.11 ἐνταῦθα ἐφέλκοντας ἄγειν. καὶ οἱ μὲν ταῦτα, ὥσπερ Οὐίττιγις ἐπέτελλεν, ἔπρασσον προθυμίᾳ τῇ πάσῃ, καίπερ τῶν ἐναντίων καρτερώτατα ἐκ τοῦ τείχους ἀμυνομένων. οἱ δὲ φάκελλοι, ἐμπεσόντος σφίσι τοῦ πύργου, βαρυνόμενοι, ὡς τὸ εἰκὸς, ὑπεχώρουν κάτω. 6.12.12 διὸ δὴ οἱ βάρβαροι πρόσω ἰέναι ξὺν τῇ μηχανῇ οὐδαμῆ εἶχον, ἐπεὶ ἄναντες σφίσι πολλῷ ἔτι μᾶλλον ἐγίνετο, οὗ δὴ ξυννήσαντες τὸν χοῦν ἔτυχον, ὥσπερ μοι ἐρρήθη, 6.12.13 Ῥωμαῖοι. δείσαντες οὖν μὴ νυκτὸς ἐπιγινομένης ἐπεξελθόντες οἱ πολέμιοι τὴν μηχανὴν καύσωσιν, ὀπίσω 6.12.14 αὐτὴν αὖθις ἐφεῖλκον. ὅπερ Ἰωάννης κωλύειν δυνάμει τῇ πάσῃ ἐν σπουδῇ ἔχων τούς τε στρατιώτας ἐξώπλισε 6.12.15 καὶ ξυγκαλέσας ἅπαντας τοιάδε παρεκελεύσατο «Ἄνδρες, «οἷς τοῦδε τοῦ κινδύνου ξὺν ἡμῖν μέτεστιν, εἴ τῳ «ὑμῶν πρὸς ἡδονήν ἐστι βιῶναί τε καὶ τοὺς οἴκοι «ἀπολελειμμένους ἰδεῖν, μὴ ἐπ' ἄλλῳ τῳ κεκτημένος «τὴν τούτων ἐλπίδα ἢ ἐν ταῖς χερσὶ ταῖς αὐτοῦ γνώτω. 6.12.16 «ἡνίκα μὲν γὰρ Βελισάριος ἡμᾶς τὸ ἐξ ἀρχῆς ἔστελλε, «πολλῶν ἡμᾶς ἐλπίς τε καὶ ἔρως ἐς τὴν τοῦ ἔργου 6.12.17 «προθυμίαν ἐνῆγον. οὔτε γὰρ ἐν γῇ τῇ παραλίᾳ «πολιορκηθήσεσθαι ὑπωπτεύομεν, οὕτω δὴ θαλασσο»κρατούντων Ῥωμαίων, οὔτε τοσοῦτον ἡμῶν περιόψε6.12.18 «σθαι τὸν βασιλέως στρατὸν ὑπετόπησεν ἄν τις. χωρὶς «δὲ τούτων τότε μὲν ἡμᾶς ἐς εὐτολμίαν ὥρμα ἐπίδειξίς «τε τῆς ἐς τὴν πολιτείαν εὐνοίας καὶ τὸ ἐκ τῶν ἀγώ6.12.19 «νων ἐσόμενον κλέος ἐς πάντας ἀνθρώπους. νῦν δὲ «οὔτε περιεῖναι ἡμᾶς, ὅτι μὴ διὰ τῆς εὐψυχίας, οἷόν «τέ ἐστιν, ἐπάναγκές τε οὐκ ἄλλου του ἢ τοῦ βιώσε»σθαι ἡμᾶς αὐτοὺς ἕνεκα τοῦτον ὑποστῆναι τὸν κίν6.12.20 «δυνον. ὥστε εἰ μέν τισιν ὑμῶν ἀρετῆς τι μεταποιεῖ»σθαι ξυμβαίνει, πάρεστιν αὐτοῖς ἀνδραγαθιζομένοις, 6.12.21