23
ἀλλήλοις. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. 1.14.44 Μιρράνης δὲ ἄλλους τε πολλοὺς καὶ τοὺς ἀθανάτους λεγομένους ἅπαντας ἐς μέρος τὸ ἀριστερὸν λάθρα ἔπεμψεν. οὓς δὴ κατιδόντες Βελισάριός τε καὶ Ἑρμογένης, τοὺς ἀμφὶ Σουνίκαν τε καὶ Ἀϊγὰν ἑξακοσίους ἐς γωνίαν τὴν ἐν δεξιᾷ ἐκέλευον ἰέναι, οὗ δὴ οἱ ξὺν τῷ Σίμμᾳ τε καὶ Ἀσκὰν ἵσταντο, καὶ αὐτῶν ὄπισθεν 1.14.45 τῶν Βελισαρίῳ ἑπομένων πολλοὺς ἔστησαν. Πέρσαι μὲν οὖν, οἳ κέρας τὸ ἀριστερὸν εἶχον Βαρεσμανᾶ ἡγουμένου σφίσι, ξὺν τοῖς ἀθανάτοις ἐς τοὺς κατ' αὐτοὺς Ῥωμαίους δρόμῳ ἐσέβαλλον. οἱ δὲ οὐχ ὑποστάντες 1.14.46 τὴν ἔφοδον ἐς φυγὴν ὥρμηντο. τότε δὴ οἵ τε ἐν τῇ γωνίᾳ Ῥωμαῖοι καὶ ὅσοι αὐτῶν ὄπισθεν ἦσαν, σπουδῇ 1.14.47 πολλῇ ἐπὶ τοὺς διώκοντας ᾔεσαν. ἅτε δὲ τοῖς βαρβάροις ἐγκάρσιοι ἰόντες, διεῖλον αὐτῶν δίχα τὸ στράτευμα, καὶ τοὺς μὲν πλείστους ἐν δεξιᾷ εἶχον, τινὰς δὲ καὶ ἐγκαταλειφθέντας ἐν ἀριστερᾷ ἐποιήσαντο. ἐν τοῖς καὶ τὸν τοῦ Βαρεσμανᾶ τὸ σημεῖον φέροντα ξυνέπεσεν εἶναι, ὃν δὴ ὁ Σουνίκας τῷ δόρατι ἐπελθὼν 1.14.48 παίει. ἤδη τε Πέρσαι οἱ ἐν τοῖς πρώτοις διώκοντες, αἰσθόμενοι οὗ ἦσαν κακοῦ, στρέψαντές τε τὰ νῶτα καὶ τὴν δίωξιν καταπαύσαντες ἐπ' αὐτοὺς ᾔεσαν, καὶ ἀπ' 1.14.49 αὐτοῦ ἀμφίβολοι πρὸς τῶν πολεμίων ἐγίνοντο. ξυνέντες γὰρ τῶν ποιουμένων οἱ φεύγοντες ἀνέστρεφον αὖθις. οἵ τε γοῦν ἄλλοι Πέρσαι καὶ ὁ τῶν ἀθανάτων λόχος, κεκλιμένον τε τὸ σημεῖον ἰδόντες καὶ ἐς τὸ ἔδαφος καθειμένον, ἐπὶ τοὺς ἐκείνῃ Ῥωμαίους ξὺν τῷ 1.14.50 Βαρεσμανᾷ ὥρμησαν. Ῥωμαῖοι δὲ ὑπηντίαζον. καὶ πρῶτος Σουνίκας τὸν Βαρεσμανᾶν ἔκτεινέ τε καὶ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἔρριψε. καὶ ἀπ' αὐτοῦ ἐς δέος μέγα οἱ βάρβαροι ἐμπεπτωκότες ἀλκῆς μὲν οὐκέτι 1.14.51 ἐμέμνηντο, ἀκοσμίᾳ δὲ πολλῇ ἐχόμενοι ἔφευγον. καὶ αὐτῶν Ῥωμαῖοι κύκλωσίν τινα ποιησάμενοι πεντακισχιλίους μάλιστα ἔκτειναν. οὕτω τε τὰ στρατόπεδα παντάπασιν ἐκινήθη ἑκάτερα, Περσῶν μὲν ἐς ὑπαγωγὴν, 1.14.52 Ῥωμαίων δὲ ἐς τὴν δίωξιν. ἐν τούτῳ τῷ πόνῳ ὅσοι δὴ πεζοὶ ἐν τῷ Περσῶν στρατεύματι ἦσαν, ῥίψαντές τε τοὺς θυρεοὺς καὶ καταλαμβανόμενοι κόσμῳ οὐδενὶ πρὸς τῶν πολεμίων ἐκτείνοντο. Ῥωμαίων μέντοι ἡ 1.14.53 δίωξις δι' ὀλίγου ἐγένετο. Βελισάριος γὰρ καὶ Ἑρμογένης περαιτέρω ἰέναι οὐδαμῆ εἴων, δείσαντες μή τινι ἀνάγκῃ Πέρσαι ὑποστραφέντες τρέψωνται αὐτοὺς οὐδενὶ λόγῳ διώκοντας, ἱκανόν τε αὐτοῖς κατεφαίνετο τὴν 1.14.54 νίκην ἀκραιφνῆ διασώσασθαι. μακροῦ γὰρ χρόνου Ῥωμαίων τῇ μάχῃ ἐκείνῃ τῇ ἡμέρᾳ ἡσσήθησαν Πέρσαι. 1.14.55 οὕτω μὲν ἀπ' ἀλλήλων ἑκάτεροι διεκρίθησαν. Πέρσαι δὲ οὐκέτι μάχην ἐκ τοῦ εὐθέος ἐς Ῥωμαίους διενεγκεῖν ἤθελον. ἐγένοντο μέντοι ἀμφοτέροις τινὲς ἐξ ἐπιδρομῆς ἔφοδοι, ἐν αἷς οὐκ ἔλασσον Ῥωμαῖοι ἔσχον. τὰ μὲν οὖν στρατόπεδα ἐν Μεσοποταμίᾳ τῇδε ἐφέρετο. 1.15.1 Καβάδης δὲ ἄλλο στράτευμα ἐς Ἀρμενίαν τὴν Ῥωμαίων κατήκοον ἔπεμψε. τὸ δὲ στράτευμα τοῦτο Περσαρμενίων τε καὶ Σουνιτῶν ἦσαν, οἳ δὴ Ἀλανοῖς εἰσιν ὅμοροι. Οὖννοί τε αὐτοῖς οἱ Σάβειροι καλού1.15.2 μενοι τρισχίλιοι ξυνῆσαν, μαχιμώτατον ἔθνος. στρατηγὸς δὲ Μερμερόης, Πέρσης ἀνὴρ, ἅπασιν ἐφειστήκει. οἵπερ ἐπειδὴ Θεοδοσιουπόλεως τριῶν ἡμερῶν ὁδῷ διεῖχον, ἐνστρατοπεδευσάμενοί τε ἔμενον ἐν Περσαρμενίων τῇ χώρᾳ καὶ τὰ ἐς τὴν ἐσβολὴν ἐξηρτύοντο. 1.15.3 ἐτύγχανε δὲ Ἀρμενίας μὲν στρατηγὸς ∆ωρόθεος ὢν, ἀνὴρ ξυνετός τε καὶ πολέμων πολλῶν ἔμπειρος. Σίττας δὲ ἀρχὴν μὲν τὴν στρατηγίδα ἐν Βυζαντίῳ εἶχε, παντὶ 1.15.4 δὲ τῷ ἐν Ἀρμενίοις στρατῷ ἐφειστήκει. οἳ δὴ στράτευμα πολεμίων γνόντες ἐν Περσαρμενίοις ἀγείρεσθαι, δορυφόρους δύο εὐθὺς ἔπεμψαν, ἐφ' ᾧ διασκοπήσαντες ἅπασαν σφίσι τῶν πολεμίων τὴν δύναμιν ἐσαγγείλω1.15.5 σιν. ἄμφω τε ἐν τῷ στρατοπέδῳ τῶν βαρβάρων γενόμενοι καὶ ἅπαντα ἐς τὸ ἀκριβὲς κατανοήσαντες 1.15.6 ἀπηλλάσσοντο. ὁδῷ τε ἰόντες ἔς τι τῶν ἐκείνῃ χωρίων Οὔννοις πολεμίοις ἀπροσδόκητοι ἐντυγχάνουσιν. ὑφ' ὧν ἅτερος μὲν, ∆άγαρις ὄνομα, δεθεὶς ἐζωγρήθη, ὁ δὲ δὴ ἄλλος φυγεῖν τε ἴσχυσε καὶ τοῖς στρατηγοῖς 1.15.7 τὸν πάντα λόγον ἀπήγγειλεν. οἱ δὲ ἅπαν τὸ στράτευμα ἐξοπλίσαντες τῶν πολεμίων τῷ