199
διέχον, ὅπερ Ῥωμαῖοι καλοῦσι Ῥεγάτα· ἐνταῦθα ἐνστρατοπεδεύσασθαι σφίσιν ἔδοξεν ἄριστον εἶναι· πεδία γὰρ πολλὰ ἐνταῦθά ἐστιν 5.11.2 ἱππόβοτα. ῥεῖ δὲ καὶ ποταμὸς, ὃν ∆εκεννόβιον τῇ Λατίνων φωνῇ καλοῦσιν οἱ ἐπιχώριοι, ὅτι δὴ ἐννεακαίδεκα περιιὼν σημεῖα, ὅπερ ξύνεισιν ἐς τρισκαίδεκα καὶ ἑκατὸν σταδίους, οὕτω δὴ ἐκβάλλει ἐς θάλασσαν, ἀμφὶ πόλιν Ταρακίνην, ἧς ἄγχιστα ὄρος τὸ Κίρκαιόν ἐστιν, οὗ τὸν Ὀδυσσέα τῇ Κίρκῃ ξυγγενέσθαι φασὶν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, ἐπεὶ ἐν νήσῳ Ὅμηρος τὰ 5.11.3 τῆς Κίρκης οἰκία ἰσχυρίζεται εἶναι. ἐκεῖνο μέντοι ἔχω εἰπεῖν, ὡς τὸ Κίρκαιον τοῦτο, ἐπὶ πολὺ τῆς θαλάσσης διῆκον, νήσῳ ἐμφερές ἐστι, καὶ τοῖς τε πλέουσιν ἄγχιστα τοῖς τε ἐς τὴν ἐκείνῃ ἠϊόνα βαδίζουσι νῆσος δοκεῖ ἐπὶ πλεῖστον εἶναι. καὶ ἐπειδάν τις ἐν αὐτῷ γένηται, τότε δὴ μεταμανθάνει ψευσθῆναι τῆς δόξης 5.11.4 τὰ πρότερα. καὶ διὰ τοῦτο Ὅμηρος ἴσως νῆσον τὸ χωρίον ὠνόμασεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἄνειμι. 5.11.5 Γότθοι, ἐπειδὴ ἐς Ῥεγάτα ξυνελέγησαν, βασιλέα σφίσι τε καὶ Ἰταλιώταις Οὐίττιγιν εἵλοντο, ἄνδρα οἰκίας μὲν οὐκ ἐπιφανοῦς ὄντα, ἐν μάχαις δὲ ταῖς ἀμφὶ Σίρμιον λίαν εὐδοκιμηκότα τὸ πρότερον, ἡνίκα 5.11.6 τὸν πρὸς Γήπαιδας πόλεμον Θευδέριχος διέφερε. Θευδάτος μὲν οὖν ταῦτα ἀκούσας ἐς φυγήν τε ὥρμητο καὶ τὴν ἐπὶ Ῥάβενναν ἤλαυνεν. Οὐίττιγις δὲ κατὰ τάχος Ὄπταριν ἔπεμψεν, ἄνδρα Γότθον, ἐπιστείλας αὐτῷ ἢ ζῶντα ἢ νε5.11.7 κρὸν ἀγαγεῖν Θευδάτον. ἐτύγχανε δὲ τῷ Θευδάτῳ οὗτος ὁ Ὄπταρις χαλεπῶς ἔχων ἐξ αἰτίας τοιᾶσδε. κόρην τινὰ Ὄπταρις ἐπίκληρόν τε καὶ τὴν ὄψιν εὐπρεπῆ οὖσαν 5.11.8 ἐμνηστεύετο. ταύτην Θευδάτος ἀφελόμενος τὸν μνηστῆρα τοῦτον, χρήμασιν ἀναπεισθεὶς, ἑτέρῳ ἠγγύησε. διὸ δὴ τῷ τε θυμῷ καὶ Οὐιττίγιδι χαριζόμενος, πολλῇ Θευδάτον σπουδῇ τε καὶ προθυμίᾳ, οὔτε νύκτα ἀνεὶς 5.11.9 οὔτε ἡμέραν, ἐδίωκε. καὶ αὐτὸν ἐν ὁδῷ ἔτι πορευόμενον καταλαμβάνει, ἐς ἔδαφός τε ὕπτιον ἀνακλίνας ὥσπερ ἱερεῖόν τι ἔθυσεν. αὕτη τε Θευδάτῳ καταστροφὴ τοῦ τε βίου καὶ τῆς ἡγεμονίας, τρίτον ἐχούσης ἔτος, ἐγένετο. 5.11.10 Οὐίττιγις δὲ, ἅμα Γότθοις τοῖς παροῦσιν, ἐς Ῥώμην ἐσήλαυνε. γνούς τε τὰ Θευδάτῳ ξυνενεχθέντα, ἥσθη τε καὶ αὐτοῦ τὸν παῖδα Θευδέγισκλον ἐν φυλακῇ 5.11.11 ἐποιήσατο. καὶ ἐπειδὴ τὰ Γότθων πράγματα ἥκιστά οἱ ἐν παρασκευῇ ἔδοξεν εἶναι, βέλτιον ἐνόμισεν ἐς Ῥάβενναν πρῶτον ἰέναι, ἐνταῦθά τε πάντα ἐξαρτυσαμένῳ ὡς ἄριστα οὕτω δὴ καθίστασθαι ἐς τὸν πόλεμον. 5.11.12 ξυγκαλέσας οὖν ἅπαντας ἔλεξε τοιάδε «Αἱ μέγισται «τῶν πράξεων, ἄνδρες συστρατιῶται, οὐ καιρῶν 5.11.13 «ὀξύτητι, ἀλλ' εὐβουλίᾳ φιλοῦσιν ὀρθοῦσθαι. πολλά»κις γὰρ μέλλησίς τε εἰς τὸν καιρὸν ἐλθοῦσα μᾶλλον «ὤνησε καὶ σπουδὴ οὐκ ἐν δέοντι ἐπιδειχθεῖσα πολλοῖς 5.11.14 «ἀνεχαίτισε τὴν τοῦ κατορθώσειν ἐλπίδα. ῥᾷον γὰρ «οἱ πλεῖστοι ἀπαράσκευοι μὲν, ἐξ ἀντιπάλου δὲ τῆς «δυνάμεως μαχόμενοι, ἡσσῶνται ἢ ὅσοι τὴν ἐλάσσω «ἰσχὺν ὡς ἄριστα παρασκευασάμενοι ἐς τὸν ἀγῶνα 5.11.15 «κατέστησαν. μὴ τοίνυν τῷ παραυτίκα φιλοτίμῳ «ἐπαιρόμενοι τὰ ἀνήκεστα ἡμᾶς αὐτοὺς ἐργασώμεθα· «κρεῖσσον γὰρ ἐν χρόνῳ βραχεῖ αἰσχυνομένους τὴν «εὔκλειαν ἀπέραντον διασώσασθαι ἢ τὴν ἐν τῷ παραυ»τίκα φυγόντας ὕβριν ἐς ἅπαντα τὸν αἰῶνα, ὡς τὸ 5.11.16 «εἰκὸς, ἐγκαλύπτεσθαι. καίτοι καὶ ὑμεῖς δή που ἐπί»στασθε ὡς τό τε Γότθων πλῆθος καὶ ξύμπασαν σχε»δόν τι τὴν τῶν ὅπλων σκευὴν ἔν τε Γαλλίαις καὶ «Βενετίαις καὶ χώραις ταῖς ἑκαστάτω ξυμβαίνει εἶναι. 5.11.17 «καὶ μὴν καὶ πρὸς τὰ Φράγγων ἔθνη οὐχ ἥσσω τοῦδε «πόλεμον διαφέρομεν, ὃν δὴ οὐκ εὖ διαθεμένους ἐφ' «ἕτερον χωρεῖν πολλὴ ἄνοια. τοὺς γὰρ ἐς ἀμφίβολόν «τι καθισταμένους καὶ οὐ πρὸς ἕνα πολέμιον ὁρῶντας 5.11.18 «τῶν ἐναντίων ἡσσᾶσθαι εἰκός. ἐγὼ δέ φημι χρῆναι «νῦν μὲν εὐθὺ Ῥαβέννης ἐνθένδε ἰέναι, τὸν δὲ πρὸς «Φράγγους πόλεμον διαλύσαντας τἄλλα τε διῳκημένους «ὡς ἄριστα οὕτω δὴ Βελισαρίῳ παντὶ τῷ Γότθων 5.11.19 «στρατῷ διαμάχεσθαι. καί μοι τὴν ἀναχώρησιν τήνδε «ὑμῶν ὑποστελλέσθω μηδεὶς, μηδὲ φυγὴν αὐτὴν ὀνο5.11.20 «μάζειν ὀκνείτω. δειλίας μὲν γὰρ προσηγορία ἐπιτη»δείως προσπεσοῦσα πολλοὺς ὤρθωσεν, ἀνδρείας