340
ἀναγκαιότατον ἔδοξεν εἶναι, οὐ τὰ μυθώδη περὶ αὐτῶν ἀπαγγέλλοντι ἢ ἄλλως ἀρχαῖα, οὐδὲ ὅπη ποτὲ Πόντου τοῦ Εὐξείνου δεθῆναι τὸν Προμηθέα 8.1.13 ποιηταὶ λέγουσι· μύθου γὰρ ἱστορίαν παρὰ πολὺ κεχωρίσθαι οἶμαι· ἀλλ' ἐς τὸ ἀκριβὲς διεξιόντι τά τε ὀνόματα καὶ τὰ πράγματα, ὅσα δὴ τανῦν ἐπιχωριάζει τῶν τόπων ἐκείνων ἑκάστῳ. 8.2.1 Οὗτος τοίνυν ὁ Πόντος ἄρχεται μὲν ἐκ Βυζαντίου καὶ Καλχηδόνος, τελευτᾷ δὲ ἐς Κόλχων τὴν γῆν. 8.2.2 καὶ αὐτὸν ἐν δεξιᾷ ἐσπλέοντι Βιθυνοί τε καὶ οἱ αὐτῶν ἐχόμενοι Ὁνωριάται καὶ Παφλαγόνες ᾤκηνται, οἳ δὴ ἄλλα τε χωρία καὶ Ἡράκλειάν τε καὶ Ἄμαστριν ἐπιθαλασσίας πόλεις ἔχουσι, καὶ μετ' αὐτοὺς οἱ Ποντικοὶ ἐπικαλούμενοι μέχρι ἐς Τραπεζοῦντα πόλιν καὶ τὰ ταύτης ὅρια. ἐνταῦθα πολίσματά τε ἄλλα ἐπιθαλασσίδια καὶ Σινώπη τε καὶ Ἀμισὸς οἰκεῖται, Ἀμισοῦ δὲ ἄγχιστα τό τε Θεμίσκουρον καλούμενον καὶ Θερμώδων ποταμός ἐστιν, οὗ δὴ τὸ τῶν Ἀμαζόνων στρατόπεδον γεγενῆσθαί φασιν. ἀλλὰ περὶ μὲν Ἀμαζόνων γεγράψεταί 8.2.3 μοι οὐ πολλῷ ὄπισθεν. Τραπεζουντίων δὲ τὰ ὅρια διήκει ἔς τε κώμην Σουσούρμενα καὶ τὸ Ῥιζαῖον καλούμενον χωρίον, ὅπερ Τραπεζουντίων διέχει δυοῖν ἡμέραιν ὁδὸν διὰ τῆς παραλίας ἐς Λαζικὴν ἰόντι. 8.2.4 Τραπεζοῦντος δέ μοι ἐπιμνησθέντι οὐ παριτέον τὸ πλείστῳ παραλόγῳ τῇδε ξυμβαῖνον. τὸ γὰρ μέλι ἐν ἅπασι τοῖς περὶ Τραπεζοῦντα χωρίοις πικρὸν γίνεται, ἐνταῦθα μόνον στασιαζομένης τῆς ἀμφ' αὐτὸ δόξης. 8.2.5 τούτων δὲ δὴ τῶν χωρίων ἐν δεξιᾷ τὰ Τζανικῆς ὄρη πάντα ἀνέχει, ἐπέκεινά τε αὐτῶν Ἀρμένιοι Ῥωμαίων 8.2.6 κατήκοοι ᾤκηνται. ἐκ τούτων δὲ τῶν Τζανικῶν ὀρῶν κάτεισι ποταμὸς Βόας ὄνομα, ὃς δὴ ἔς τε λόχμας παμπληθεῖς ἰὼν καὶ χώραν λοφώδη περιερχόμενος φέρεται μὲν ἄγχιστα τῶν Λαζικῆς χωρίων, ποιεῖται δὲ τὰς ἐκβολὰς ἐς τὸν Εὔξεινον καλούμενον Πόντον, οὐ 8.2.7 μέντοι Βόας καλούμενος. ἐπειδὰν γὰρ τῆς θαλάσσης ἐγγὺς ἵκηται, τὸ μὲν ὄνομα μεθίησι τοῦτο, ἑτέρας δὲ τὸ ἐνθένδε προσηγορίας μεταλαγχάνει, ἐκ τῶν οἱ ἐπι8.2.8 γινομένων ὄνομα κτώμενος. Ἄκαμψιν γὰρ αὐτὸν τὸ λοιπὸν καλοῦσιν οἱ ἐπιχώριοι, τούτου δὴ ἕνεκα, ὅτι δὴ κάμψαι αὐτὸν τῇ θαλάσσῃ ἀναμιχθέντα ἀμήχανά ἐστιν, ἐπεὶ ξὺν ῥύμῃ τοσαύτῃ καὶ ὀξύτητι τοῦ ῥοῦ τὰς ἐκβολὰς ποιεῖται, ταραχὴν τοῦ ῥοθίου πολλὴν ἐπίπροσθεν ἐργαζόμενος, ὥστε ὡς πορρωτάτω τῆς θαλάσσης ἰὼν ἄπορον ποιεῖται τὸν ταύτῃ διάπλουν· οἵ τε ναυτιλλόμενοι ἐνταῦθα τοῦ Πόντου, εἴτε Λαζικῆς εὐθὺ πλέοντες εἴτε καὶ ἐνθένδε ἀπάραντες, οὐκέτι ἑξῆς 8.2.9 διαπλεῖν δύνανται. κάμψαι γὰρ τοῦ ποταμοῦ τὸν ῥοῦν οὐδαμῆ ἔχουσιν, ἀλλὰ πορρωτάτω μὲν ἀναγόμενοι τοῦ ἐκείνῃ πελάγους, ἐπὶ μέσον δέ που τὸν Πόντον ἰόντες, οὕτω δὴ ἀπαλλάσσεσθαι τῆς τοῦ ποταμοῦ ἐκβολῆς δύνανται. τὰ μὲν οὖν ἀμφὶ ποταμὸν Βόαν τοιαῦτά ἐστι. 8.2.10 Μετὰ δὲ τὸ Ῥιζαῖον αὐτονόμων ἀνθρώπων ὅροι ἐκδέχονται, οἳ δὴ Ῥωμαίων τε καὶ Λαζῶν μεταξὺ ᾤκηνται. καὶ κώμη τις, Ἀθῆναι ὄνομα, ἐνταῦθα οἰκεῖται, οὐχ ὅτι Ἀθηναίων ἄποικοι, ὥσπερ τινὲς οἴονται, τῇδε ἱδρύσαντο, ἀλλὰ γυνή τις Ἀθηναία ὄνομα ἐν τοῖς ἄνω χρόνοις κυρία ἐγεγόνει τῆς χώρας, ἧσπερ ὁ τάφος ἐν8.2.11 ταῦθα καὶ εἰς ἐμέ ἐστι. μετὰ δὲ Ἀθήνας Ἄρχαβίς τε οἰκεῖται καὶ Ἀψαροῦς, πόλις ἀρχαία, ἣ τοῦ Ῥιζαίου 8.2.12 διέχει ὁδῷ ἡμερῶν τριῶν μάλιστα. αὕτη Ἄψυρτος τὸ παλαιὸν ὠνομάζετο, ὁμώνυμος τῷ ἀνθρώπῳ διὰ τὸ πάθος γεγενημένη. ἐνταῦθα γάρ φασιν οἱ ἐπιχώριοι ἐξ ἐπιβουλῆς Μηδείας τε καὶ Ἰάσονος τὸν Ἄψυρτον ἐξ ἀνθρώπων ἀφανισθῆναι, καὶ δι' αὐτὸ τὴν ἐπωνυμίαν τὸ χωρίον λαβεῖν. ὁ μὲν γὰρ ἐν ἐκείνῳ ἀπέ8.2.13 θνησκε, τὸ δὲ ἀπ' αὐτοῦ ὠνομάζετο. ἀλλὰ πολὺς ἄγαν μετὰ ταῦτα ἐπιρρεύσας ὁ χρόνος καὶ ἀνθρώπων ἀναρίθμοις διαδοχαῖς ἐνακμάσας αὐτὸς διαφθεῖραι μὲν τὴν τῶν πραγμάτων ἐπιβολὴν ἴσχυσεν ἐξ ὧν τὸ ὄνομα ξύγκειται τοῦτο, ἐς δὲ τὸν νῦν φαινόμενον τρόπον 8.2.14 μεταρρυθμῆσαι τὴν προσηγορίαν τῷ τόπῳ. τούτου δὲ τοῦ Ἀψύρτου καὶ τάφος ἐς τῆς πόλεως τὰ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν. αὕτη πόλις ἦν τὸ παλαιὸν πολυάνθρωπος, καὶ τείχους μὲν αὐτὴν περιέβαλε μέγα τι χρῆμα, θεάτρῳ δὲ καὶ ἱπποδρόμῳ ἐκαλλωπίζετο καὶ τοῖς