237
ἥλατο, 6.5.19 καί τινας τῶν ἐναντίων αὐτοῦ ἔκτεινε. περιστάντων δὲ αὐτὸν συχνά τε ἀκοντιζόντων τῶν ἐναντίων ὁ μὲν ἵππος πληγεὶς ἔπεσεν, αὐτὸς δὲ παρὰ δόξαν διὰ μέσων 6.5.20 τῶν πολεμίων διέφυγε. πεζὸς δὲ ξὺν τοῖς ἑταίροις ἐπὶ πύλας Πιγκιανὰς ᾔει. ἔτι τε διώκοντας τοὺς βαρβάρους καταλαβόντες καὶ κατὰ νώτου βάλλοντες ἔκτειναν. 6.5.21 ὅπερ δὴ οἱ ἀμφὶ Τραϊανὸν κατιδόντες, ἐπιβεβοηθηκότων σφίσι καὶ τῶν ταύτῃ ἐν παρασκευῇ καθεστώτων 6.5.22 ἱππέων, ἐπὶ τοὺς διώκοντας δρόμῳ ἐχώρουν. τότε δὴ οἱ Γότθοι καταστρατηγηθέντες τε καὶ τῶν πολεμίων ἐν μέσῳ ἐκ τοῦ ἀπροσδοκήτου ἀπειλημμένοι, οὐδενὶ 6.5.23 κόσμῳ ἐκτείνοντο. πολύς τε αὐτῶν γέγονε φόνος καὶ ὀλίγοι κομιδῆ ἐς τὰ στρατόπεδα διέφυγον μόλις, οἵ τε λοιποὶ περὶ πᾶσι τοῖς χαρακώμασι δείσαντες αὐτοῦ φραξάμενοι τὸ λοιπὸν ἔμενον, αὐτίκα δὴ μάλα ἐπιέναι 6.5.24 σφίσι τοὺς Ῥωμαίους οἰόμενοι. ἐν τούτῳ τῷ ἔργῳ τῶν τις βαρβάρων Τραϊανὸν βάλλει ἐς τὸ πρόσωπον, ὀφθαλμοῦ μὲν τοῦ δεξιοῦ ἄνωθεν, ὀλίγῳ δὲ τῆς ῥινὸς 6.5.25 ἄποθεν. καὶ σίδηρος μὲν ἅπας ἐντός τε ἐπάγη καὶ παντάπασιν ἀφανὴς γέγονε, καίπερ μεγάλην τε τὴν ἀκίδα ἔχων καὶ μακρὰν κομιδῆ, τοῦ δὲ βέλους τὸ λειπόμενον ἐς τὴν γῆν οὐδενὸς βιασαμένου εὐθὺς ἔπεσε. δοκεῖ γάρ μοι οὐδὲ ἀσφαλῶς ἐς αὐτὸν ὁ σίδηρός πη 6.5.26 ἐρηρεῖσθαι. Τραϊανῷ μέντοι αἴσθησις τούτου οὐδεμία ἐγένετο, ἀλλ' οὐδέν τι ἧσσον κτείνων τε καὶ διώκων τοὺς πολεμίους διέμεινε. πέμπτῳ δὲ ὕστερον ἐνιαυτῷ αὐτόματον ἐν τῷ προσώπῳ προὖχον τὸ τοῦ σιδήρου 6.5.27 ἄκρον ἐφάνη. τρίτον τε τοῦτο ἔτος ἐξ οὗ κατὰ βραχὺ πρόεισιν ἔξω ἀεί. ἐπίδοξος οὖν ἐστι πολλῷ ὕστερον χρόνῳ ἔξω γενήσεσθαι ἡ ἀκὶς ξύμπασα. ἐμπόδιος δὲ τῷ ἀνθρώπῳ οὐδαμῆ γέγονε. ταῦτα μὲν δὴ οὕτως ἔσχεν. 6.6.1 Οἱ δὲ βάρβαροι εὐθὺς μὲν ἀπεγίνωσκόν τε τὸν πόλεμον καὶ ὅπως ἐνθένδε ἀναχωρήσωσιν ἐν βουλῇ εἶχον, πρός τε τοῦ λοιμοῦ καὶ τῶν πολεμίων διεφθαρμένοι, ἐς ὀλίγους τε ἤδη ἐκ μυριάδων περιεστηκότες πολλῶν, οὐχ ἥκιστα δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο τῷ μὲν λόγῳ πολιορκοῦντες, ἔργῳ δὲ πολιορκούμενοι πρὸς τῶν ἐναντίων καὶ πάντων ἀποκεκλεισμένοι τῶν ἀναγ6.6.2 καίων. ἐπεὶ δὲ καὶ στράτευμα ἕτερον ἐλθεῖν τοῖς πολεμίοις κατὰ γῆν τε καὶ θάλασσαν ἐκ Βυζαντίου ἐπύθοντο, οὐχ ὅσον ἐτύγχανεν ὂν, ἀλλ' ὅσον ἡ τῆς φήμης ἐξουσία ποιεῖν ἴσχυε, κατωρρωδηκότες τὸν κίνδυνον 6.6.3 τὴν ἀναχώρησιν ἐν βουλῇ ἐποιοῦντο. ἔπεμψαν οὖν πρέσβεις ἐς Ῥώμην, Ῥωμαῖον ἄνδρα ἐν Γότθοις δόκιμον τρίτον αὐτὸν, ὃς παρὰ Βελισάριον ἐλθὼν ἔλεξε 6.6.4 τοιάδε «Ὡς μὲν οὐδετέροις ἡμῶν ἐς τὸ ξυμφέρον τὰ «τοῦ πολέμου κεχώρηκεν ἐξεπίσταται ἡμῶν ἕκαστος ἐς 6.6.5 «αὐτὴν ἥκων τῶν ἐνθένδε δυσκόλων τὴν πεῖραν. τί «γὰρ ἄν τις ἑκατέρων ἀρνηθείη τῶν στρατοπέδων, ὧν 6.6.6 «γε οὐδετέροις ἐν ἀγνοίᾳ κεῖσθαι συμπέπτωκεν; ὡς «δὲ ἀξυνέτων ἐστὶν ἀνδρῶν ἀπέραντά τε ταλαιπωρεῖν «βούλεσθαι, φιλονεικίας ἕνεκα τῆς αὐτίκα, καὶ λύσιν «τῶν ἐνοχλούντων μηδεμίαν εὑρεῖν, οὐδεὶς ἂν, οἶμαι, 6.6.7 «τῶν γε οὐκ ὄντων ἀνοήτων ἀντείποι. ὅταν δὲ ταῦτα «οὕτως ἔχῃ, τοὺς ἑκατέρων ἡγουμένους προσήκει μὴ «δόξης τῆς οἰκείας τὴν τῶν ἀρχομένων σωτηρίαν «προΐεσθαι, ἀλλὰ τά τε δίκαια καὶ τὰ ξύμφορα οὐ «σφίσιν αὐτοῖς μόνον, ἀλλὰ καὶ τοῖς σφῶν ἐναντίοις «ἑλέσθαι, οὕτω τε τὴν διάλυσιν τῶν παρόντων ποιεῖ6.6.8 «σθαι δυσκόλων. τὸ μὲν γὰρ τῶν μετρίων ἐφίεσθαι «πᾶσι χαλεποῖς δίδωσι πόρον, τῷ δὲ φιλονείκῳ τὸ 6.6.9 «μηδὲν περαίνεσθαι τῶν δεόντων συμπέφυκεν. ἡμεῖς «μὲν οὖν καταστροφῆς πέρι τοῦδε βουλευσάμενοι τοῦ «πολέμου τὰ ξύμφορα ἑκατέροις προτεινόμενοι, ἐν οἷς «τι καὶ τῶν δικαίων ἐλασσοῦσθαι οἰόμεθα, παρ' ὑμᾶς 6.6.10 «ἥκομεν. ὅπως δὲ καὶ ὑμεῖς μὴ φιλονεικίᾳ τινὶ πρὸς «ἡμᾶς χρώμενοι ξυνδιαφθείρεσθαι μᾶλλον ἢ τὰ ξυνοί6.6.11 «σοντα ὑμῖν αὐτοῖς ἑλέσθαι βουλεύσησθε. προσήκει «δὲ μὴ ξυνεχεῖ ῥήσει τοὺς λόγους ἀμφοτέρους ποιεῖσθαι, «ἀλλ' ὑπολαμβάνοντας ἐκ τοῦ παραυτίκα, ἤν τι μὴ 6.6.12 «ἐπιτηδείως εἰρῆσθαι δοκῇ. οὕτω γὰρ ἑκατέροις εἰρη»κέναι τε διὰ βραχέος ὅσα σφίσι κατὰ νοῦν ἐστι καὶ 6.6.13 «τὰ δέοντα πεπραχέναι ξυμβήσεται.» ἀπεκρίνατο