118
Βανδίλων ξυμβῆναι. Εὐλόγιος δὲ ἀφικόμενος εἰς Σαρδὼ εὕρισκε Γώδαν ὄνομά τε καὶ σχῆμα βασιλέως περιβαλλόμενον καὶ δορυφόρους προσποιησά3.10.34 μενον. ὃς ἐπειδὴ τὴν βασιλέως ἐπιστολὴν ἀνελέξατο, στρατιώτας μὲν ἔφη ἐς ξυμμαχίαν ἐλθεῖν βουλομένῳ εἶναι, ἄρχοντος δὲ οὐ πάνυ χρῄζειν. κατὰ ταῦτά τε πρὸς βασιλέα γράψας τὸν Εὐλόγιον ἀπεπέμψατο. 3.11.1 Ταῦτα βασιλεὺς οὔπω πεπυσμένος τετρακοσίους τε στρατιώτας καὶ ἄρχοντα Κύριλλον ὡς τὴν 3.11.2 νῆσον ξυμφυλάξοντας Γώδᾳ ἡτοίμαζεν. ἤδη δὲ ξὺν αὐτοῖς καὶ τὴν ἐς Καρχηδόνα στρατείαν ἐν παρασκευῇ εἶχε, πεζοὺς μὲν στρατιώτας μυρίους, ἱππέας δὲ πεντακισχιλίους, ἔκ τε στρατιωτῶν καὶ φοιδεράτων συνει3.11.3 λεγμένους. ἐν δὲ δὴ φοιδεράτοις πρότερον μὲν μόνοι βάρβαροι κατελέγοντο, ὅσοι οὐκ ἐπὶ τῷ δοῦλοι εἶναι, ἅτε μὴ πρὸς Ῥωμαίων ἡσσημένοι, ἀλλ' ἐπὶ τῇ ἴσῃ καὶ 3.11.4 ὁμοίᾳ ἐς τὴν πολιτείαν ἀφίκοιντο. φοίδερα γὰρ τὰς πρὸς τοὺς πολεμίους σπονδὰς καλοῦσι Ῥωμαῖοι. τὸ δὲ νῦν ἅπασι τοῦ ὀνόματος τούτου ἐπιβατεύειν οὐκ ἐν κωλύμῃ ἐστὶ, τοῦ χρόνου τὰς προσηγορίας ἐφ' ὧν τέθεινται ἥκιστα ἀξιοῦντος τηρεῖν, ἀλλὰ τῶν πραγμάτων ἀεὶ περιφερομένων, ᾗ ταῦτα ἄγειν ἐθέλουσιν ἄνθρωποι, τῶν πρόσθεν αὐτοῖς ὠνομασμένων ὀλιγωροῦντες. 3.11.5 ἄρχοντες δὲ ἦσαν φοιδεράτων μὲν ∆ωρόθεός τε, ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγὸς, καὶ Σολόμων, ὃς τὴν Βελισαρίου ἐπετρόπευε στρατηγίαν· (δομέστι3.11.6 κον τοῦτον καλοῦσι Ῥωμαῖοι. ὁ δὲ Σολόμων οὗτος εὐνοῦχος μὲν ἦν, οὐκ ἐξ ἐπιβουλῆς δὲ ἀνθρώπου τὰ αἰδοῖα ἐτύγχανεν ἀποτμηθεὶς, ἀλλά τις αὐτῷ τύχη ἐν σπαργάνοις ὄντι τοῦτο ἐβράβευσε·) καὶ Κυπριανὸς καὶ Βαλεριανὸς καὶ Μαρτῖνος καὶ Ἀλθίας καὶ Ἰωάννηςκαὶ Μάρκελλος καὶ Κύριλλος, οὗ πρόσθεν ἐμνήσθην· 3.11.7 στρατιωτῶν δὲ ἱππέων μὲν Ῥουφῖνός τε καὶ Ἀιγὰν, ἐκ τῆς Βελισαρίου οἰκίας ὄντες, καὶ Βαρβᾶτος καὶ Πάππος, πεζῶν δὲ Θεόδωρος, ὅνπερ Κτεάνον ἐπίκλησιν ἐκάλουν, καὶ Τερέντιός τε καὶ Ζάϊδος καὶ Μαρκιανὸς 3.11.8 καὶ Σάραπις. Ἰωάννης δέ τις ἐξ Ἐπιδάμνου ὁρμώμενος, ἣ νῦν ∆υρράχιον καλεῖται, τοῖς τῶν πεζῶν 3.11.9 ἡγεμόσιν ἅπασιν ἐφειστήκει. τούτων ἁπάντων Σολόμων μὲν ἑῷος ἐτύγχανεν ὢν ἐκ τῆς Ῥωμαίων ἐσχατιᾶς αὐτῆς, οὗ νῦν πόλις οἰκεῖται ∆άρας, Ἀιγὰν δὲ ἦν 3.11.10 Μασσαγέτης γένος, οὓς νῦν Οὔννους καλοῦσιν. οἱ δὲ λοιποὶ σχεδόν τι ἅπαντες τὰ ἐπὶ τῆς Θρᾴκης χωρία 3.11.11 ᾤκουν. εἵποντο δὲ αὐτοῖς Ἔρουλοι τετρακόσιοι, ὧν Φάρας ἦρχε, καὶ ξύμμαχοι βάρβαροι ἑξακόσιοι μάλιστα 3.11.12 ἐκ τοῦ Μασσαγετῶν ἔθνους, ἱπποτοξόται πάντες· ὧν δὴ ἡγοῦντο Σιννίων τε καὶ Βάλας, ἀνδρίας τε καὶ καρτερίας 3.11.13 ἐς ἄκρον ἥκοντε. ναῦς δὲ ἡ σύμπασα στρατιὰ πεντακοσίας ἦγε, καὶ αὐτῶν οὐδεμία πλέον ἢ κατὰ μυριάδας πέντε μεδίμνων φέρειν οἵα τε ἦν, οὐ μὴν οὐδὲ ἔλασσον 3.11.14 ἢ κατὰ τρισχιλίους. ναῦται δὲ τρισμύριοι ἐπέπλεον ἁπάσαις, Αἰγύπτιοί τε καὶ Ἴωνες οἱ πλεῖστοι καὶ Κίλικες, ἀρχηγός τε εἷς ἐπὶ ταῖς ναυσὶν ἁπάσαις Κα3.11.15 λώνυμος Ἀλεξανδρεὺς ἀπεδέδεικτο. ἦσαν δὲ αὐτοῖς καὶ πλοῖα μακρὰ, ὡς ἐς ναυμαχίαν παρεσκευασμένα, ἐνενήκοντα δύο, μονήρη μέντοι καὶ ὀροφὰς ὕπερθεν ἔχοντα, ὅπως οἱ ταῦτα ἐρέσσοντες πρὸς τῶν πολεμίων 3.11.16 ἥκιστα βάλλοιντο. δρόμωνας καλοῦσι τὰ πλοῖα ταῦτα οἱ νῦν ἄνθρωποι· πλεῖν γὰρ κατὰ τάχος δύνανται μάλιστα. ἐν τούτοις δὴ Βυζάντιοι δισχίλιοι ἔπλεον, αὐτερέται πάντες· περίνεως γὰρ ἦν ἐν τούτοις οὐδείς. 3.11.17 ἐστέλλετο δὲ καὶ Ἀρχέλαος, ἀνὴρ ἐς πατρικίους τελῶν, ἤδη μὲν τῆς αὐλῆς ἔπαρχος ἔν τε Βυζαντίῳ καὶ Ἰλλυριοῖς γεγονὼς, τότε δὲ τοῦ στρατοπέδου καταστὰς ἔπαρχος. οὕτω γὰρ ὁ τῆς δαπάνης χορηγὸς ὀνομάζεται. 3.11.18 στρατηγὸν δὲ αὐτοκράτορα ἐφ' ἅπασι Βελισάριον βασιλεὺς ἔστελλεν, ὃς τῶν ἑῴων αὖθις καταλόγων ἦρχε. 3.11.19 καὶ αὐτῷ πολλοὶ μὲν δορυφόροι, πολλοὶ δὲ ὑπασπισταὶ εἵποντο, ἄνδρες τε ἀγαθοὶ τὰ πολέμια καὶ τῶν περὶ 3.11.20 ταῦτα κινδύνων ἀτεχνῶς ἔμπειροι. γράμματά τε αὐτῷ βασιλεὺς ἔγραφε, δρᾶν ἕκαστα ὅπη ἂν αὐτῷ δοκῇ ἄριστα ἔχειν, ταῦτά τε κύρια εἶναι ἅτε αὐτοῦ βασιλέως αὐτὰ διαπεπραγμένου. βασιλέως γὰρ αὐτῷ ῥοπὴν 3.11.21 τὰ γράμματα