212
Φλαμινίας ἄχρι ἐς τὴν καλουμένην Πραινεστίναν· ταῦτά τε αὐτοῖς τὰ χαρακώματα ξύμπαντα ἐντὸς 5.19.3 Τιβέριδος τοῦ ποταμοῦ ἐπεποίητο. δείσαντες οὖν οἱ βάρβαροι μὴ τὴν γέφυραν διαφθείραντες οἱ πολέμιοι, ἣ Μολιβίου ἐπώνυμός ἐστιν, ἄβατα σφίσι ποιήσωνται ἅπαντα ὅσα ἐκτὸς τοῦ ποταμοῦ ἐστι διήκοντα μέχρι ἐς θάλασσαν, καὶ ἀπ' αὐτοῦ αἴσθησιν τῶν ἐν πολιορκίᾳ κακῶν ἥκιστα ἔχοιεν, χαράκωμα ἕβδομον Τιβέριδος ἐκτὸς ἐν Νέρωνος πεδίοις ἐπήξαντο, ὅπως σφίσιν ἡ 5.19.4 γέφυρα τῶν στρατοπέδων ἐν μέσῳ εἴη. διὸ δὴ ἄλλας δύο τῆς πόλεως πύλας ἐνοχλεῖσθαι πρὸς τῶν πολεμίων ξυνέβαινε, τήν τε Αὐρηλίαν (ἣ νῦν Πέτρου τοῦ τῶν Χριστοῦ ἀποστόλων κορυφαίου ἅτε που πλησίον κειμένου ἐπώνυμός ἐστι) καὶ τὴν ὑπὲρ ποταμὸν Τίβεριν. 5.19.5 οὕτω τε Γότθοι τῷ μὲν στρατοπέδῳ τὴν ἡμίσειαν μάλιστα περιεβάλλοντο τοῦ τείχους μοῖραν, ἅτε δὲ τῷ ποταμῷ οὐδαμῆ τὸ παράπαν εἰργόμενοι, ἐς ἅπαντα τὸν περίβολον κύκλῳ, ἡνίκα ἐβούλοντο, τῷ πολέμῳ ᾔεσαν. 5.19.6 ὅντινα δὲ τρόπον Ῥωμαῖοι τοῦ ποταμοῦ ἐφ' ἑκάτερα τὸ τῆς πόλεως τεῖχος ἐδείμαντο ἐρῶν ἔρχομαι. πάλαι μὲν ὁ Τίβερις παραρρέων ἐπὶ πλεῖστον τοῦ περιβόλου 5.19.7 ἐφέρετο τῇδε. ὁ δὲ χῶρος οὗτος, ἐφ' οὗ ὁ περίβολος κατὰ τὸν ῥοῦν τοῦ ποταμοῦ ἀνέχει, ὕπτιός τε καὶ λίαν 5.19.8 εὐέφοδός ἐστι. τούτου τε ἀντικρὺ τοῦ χώρου, ἐκτὸς τοῦ Τιβέριδος, λόφον τινὰ μέγαν ξυμβαίνει εἶναι, ἔνθα δὴ οἱ τῆς πόλεως μύλωνες ἐκ παλαιοῦ πάντες πεποίηνται, ἅτε ὕδατος ἐνταῦθα πολλοῦ διὰ μὲν ὀχετοῦ ἀγομένου ἐς τὴν τοῦ λόφου ὑπερβολὴν, ἐς τὸ κάταντες 5.19.9 δὲ ξὺν ῥύμῃ μεγάλῃ ἐνθένδε ἰόντος. διὸ δὴ οἱ πάλαι Ῥωμαῖοι τόν τε λόφον καὶ τὴν κατ' αὐτὸν τοῦ ποταμοῦ ὄχθην τείχει περιβαλεῖν ἔγνωσαν, ὡς μήποτε τοῖς πολεμίοις δυνατὰ εἴη τούς τε μύλωνας διαφθεῖραι καὶ τὸν ποταμὸν διαβᾶσιν εὐπετῶς τῷ τῆς πόλεως περι5.19.10 βόλῳ ἐπιβουλεύειν. ζεύξαντες οὖν ταύτῃ τὸν ποταμὸν γεφύρᾳ, ξυνάπτειν τε τὸ τεῖχος ἔδοξαν καὶ οἰκίας συχνὰς ἐν χωρίῳ τῷ ἀντιπέρας δειμάμενοι μέσον τῆς πόλεως τὸ τοῦ Τιβέριδος πεποίηνται ῥεῦμα. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχε. 5.19.11 Γότθοι δὲ τάφρους τε βαθείας ἀμφὶ τὰ χαρακώματα ξύμπαντα ὤρυξαν, καὶ τὸν χοῦν, ὃν ἐνθένδε ἀφείλοντο, ξυννήσαντες ὑπὲρ τοίχου τοῦ ἔνδον, ὑψηλόν τε αὐτὸν ὡς μάλιστα ποιησάμενοι καὶ σκολόπων ὀξέων καθύπερθεν πάμπολύ τι χρῆμα πηξάμενοι, οὐδέν τι καταδεέστερον τῶν ἐν τοῖς φρουρίοις ὀχυρωμάτων τὰ 5.19.12 στρατόπεδα πάντα εἰργάσαντο. καὶ χαρακώματος μὲν τοῦ ἐν Νέρωνος πεδίῳ Μαρκίας ἦρχεν (ἤδη γὰρ ἐκ Γαλλιῶν ξὺν τοῖς ἑπομένοις ἀφῖκτο, ξὺν οἷς ἐνταῦθα ἐστρατοπέδευσε), τῶν δὲ δὴ ἄλλων Οὐίττιγις ἡγεῖτο ἕκτος αὐτός. ἄρχων γὰρ ἦν εἷς κατὰ χαράκωμα 5.19.13 ἕκαστον. Γότθοι μὲν οὖν οὕτω ταξάμενοι διεῖλον τοὺς ὀχετοὺς ἅπαντας, ὅπως δὴ ὕδωρ ὡς ἥκιστα ἐς τὴν πόλιν ἐνθένδε εἰσίοι. Ῥώμης δὲ ὀχετοὶ τεσσαρεσκαίδεκα μὲν τὸ πλῆθός εἰσιν, ἐκ πλίνθου δὲ ὠπτημένης τοῖς πάλαι ἀνθρώποις πεποίηνται, ἐς τοσοῦτον εὔρους καὶ βάθους διήκοντες ὥστε ἀνθρώπῳ ἵππῳ 5.19.14 ὀχουμένῳ ἐνταῦθα ἱππεύειν δυνατὰ εἶναι. Βελισάριος δὲ τὰ ἐς τὴν φυλακὴν τῆς πόλεως διεκόσμει ὧδε. πυλίδα μὲν αὐτὸς τὴν Πιγκιανὴν καὶ πύλην τὴν ταύ5.19.15 της ἐν δεξιᾷ εἶχεν, ἣ Σαλαρία ὠνόμασται. κατὰ ταύτας γὰρ ἐπίμαχος ἦν ὁ περίβολος καὶ Ῥωμαίοις ἐξιτητὰ ἐπὶ τοὺς πολεμίους ὄντα ἐτύγχανε. Πραινεστίναν δὲ 5.19.16 Βέσσᾳ ἔδωκε. καὶ τῇ Φλαμινίᾳ, ἣ Πιγκιανῆς ἐπὶ θάτερά ἐστι, Κωνσταντῖνον ἐπέστησε, τάς τε πύλας ἐπιθεὶς πρότερον, καὶ λίθων μεγάλων οἰκοδομίᾳ ἔνδοθεν αὐτὰς ἀποφράξας ὡς μάλιστα, ὅπως δὴ αὐτὰς 5.19.17 μηδενὶ ἀνακλίνειν δυνατὰ εἴη. τῶν γὰρ χαρακωμάτων ἑνὸς ἀγχοτάτω ὄντος ἔδεισε μή τις ἐπὶ τῇ πόλει 5.19.18 ἐνέδρα πρὸς τῶν πολεμίων ἐνταῦθα ἔσται. τὰς δὲ λειπομένας τῶν πεζικῶν καταλόγων τοὺς ἄρχοντας διαφυλάσσειν ἐκέλευε. τῶν τε ὀχετῶν ἕκαστον ὡς ἀσφαλέστατα οἰκοδομίᾳ ἐπὶ πλεῖστον κατέλαβε, μή τις ἔξωθεν κακουργήσων ἐνταῦθα ἴοι. 5.19.19 Ἐπεὶ δὲ τῶν ὀχετῶν, καθάπερ μοι εἴρηται, διαιρεθέντων οὐκέτι τὰς μύλας τὸ ὕδωρ ἐνήργει, ζῴοις τέ τισιν ἐργάζεσθαι αὐτὰς οὐδαμῆ εἶχον, τροφῆς