294
ἐκείνων πολ»λάκις ἡσσῆσθαι, οἵ γε οὐδὲ εἰκῆ τοὺς ἐναντίους διέ»φυγον, ἀλλὰ τούς τε ἵππους ἀφέντες καὶ τὰ ὅπλα ἐς 7.12.6 «τὴν γῆν ῥίψαντες. χρημάτων δὲ πρόσοδον ἐξ Ἰταλίας «πορίζεσθαι ἡμῖν ἀδύνατά ἐστι, πάλιν πρὸς τῶν πο7.12.7 «λεμίων κατειλημμένης. διὸ δὴ καὶ ὑπερήμεροι γεγε»νημένοι ἐς τῶν στρατιωτῶν τὰς συντάξεις ἐπιτάττειν «αὐτοῖς ἥκιστα ἔχομεν. ἀφείλετο γὰρ ἡμῶν τὴν παρρη7.12.8 «σίαν τὸ ὄφλημα. εὖ δὲ καὶ τοῦτο, ὦ δέσποτα, ἴσθι, «ὡς τῶν ὑπὸ σοὶ στρατευομένων οἱ πλείους πρὸς τοὺς 7.12.9 «πολεμίους ηὐτομοληκότες τυγχάνουσιν ὄντες. εἰ μὲν «οὖν ἔδει Βελισάριον ἐς Ἰταλίαν στέλλεσθαι μόνον, «ἄριστά σοι τὰ ἐς τὸν πόλεμον παρεσκεύασται· εἰμὶ «γὰρ ἐν Ἰταλιώταις ἤδη που μέσοις· εἰ δὲ περιεῖναι «βούλει τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ τὰ ἄλλα ἐξαρτύε7.12.10 «σθαι δεῖ. στρατηγὸς γάρ τις, οἶμαι, τῶν ὑπουρ»γούντων χωρὶς οὐκ ἂν γένοιτο. δορυφόρους τοίνυν «καὶ ὑπασπιστὰς τοὺς ἐμοὺς μάλιστά μοι πάντων στα»λῆναι προσήκει, ἔπειτα πάμπολύ τι πλῆθος Οὔννων «τε καὶ ἄλλων βαρβάρων, οἷς καὶ χρήματα ἤδη δοτέον.» 7.12.11 Τοσαῦτα μὲν Βελισάριος ἔγραψεν. Ἰωάννης δὲ χρόνον ἐν Βυζαντίῳ διατρίψας πολὺν οὐδὲν μὲν διεπράξατο ὧν ἕνεκα ἦλθεν, ἔγημε δὲ τοῦ Γερμανοῦ βα7.12.12 σιλέως ἀνεψιοῦ παῖδα. ἐν τούτῳ δὲ Τουτίλας Φίρμον τε καὶ Ἄσκουλον ὁμολογίᾳ εἷλεν. ἐς Τούσκους τε ἀφικόμενος Σπολίτιόν τε καὶ Ἀσίσην ἐπολιόρκει. ἦρχε δὲ τοῦ μὲν ἐν Σπολιτίῳ φυλακτηρίου Ἡρωδιανὸς, τοῦ δὲ ἐν Ἀσίσῃ Σισίφριδος, Γότθος μὲν γένος, εὐνοϊκῶς δὲ λίαν ἔς τε Ῥωμαίους καὶ τὰ βασιλέως πράγματα 7.12.13 ἔχων. Ἡρωδιανὸς μὲν οὖν τοῖς πολεμίοις ἐς λόγους 7.12.14 ἦλθεν, ἐφ' ᾧ τριάκοντα ἡμέρας ἡσυχῆ μείνωσιν. ὧν ἢν μὴ ἐπικουρία τις αὐτοῖς ἐπιγένηται, αὑτόν τε καὶ τὴν πόλιν ξύν τε τοῖς στρατιώταις καὶ τοῖς ἐνοικοῦσι Γότθοις ἐνδώσειν. τόν τε παῖδα ὅμηρον ἐπὶ ταύτῃ 7.12.15 τῇ ὁμολογίᾳ παρέσχετο. ἐπειδὴ δὲ παρῆν μὲν ἡ κυρία, στράτευμα δὲ οὐδαμόθεν Ῥωμαίων ἦλθεν, Ἡρωδιανός τε καὶ ὅσοι φρουρὰν ἐνταῦθα εἶχον κατὰ τὰ ξυγκείμενα Τουτίλᾳ καὶ Γότθοις σφᾶς τε αὐτοὺς καὶ Σπο7.12.16 λίτιον ἐνεχείρισαν. φασὶ δὲ Ἡρωδιανὸν κατὰ τὸ ἐς Βελισάριον ἔχθος αὑτόν τε καὶ Σπολίτιον Γότθοις ἐνδοῦναι· λογισμοὺς γὰρ αὐτὸν Βελισάριος τῶν βεβιωμένων ἠπείλησε πράξειν. τὰ μὲν οὖν ἀμφὶ Σπολιτίῳ 7.12.17 ταύτῃ ἐχώρησε. Σισίφριδος δὲ ξὺν τοῖς ἑπομένοις ἐπεκδρομὴν ποιησάμενος, τῶν τε ξὺν αὐτῷ πλείστους ἀπο7.12.18 βάλλει καὶ αὐτὸς θνήσκει. Ἀσίσηνοί τε τοῖς παροῦσιν 7.12.18 ἀπορούμενοι, αὐτίκα τὴν πόλιν τοῖς πολεμίοις ἐνέδοσαν. πέμψας δὲ καὶ παρὰ Κυπριανὸν εὐθὺς Τουτίλας, ἐνδοῦναί οἱ αὐτῷ Περυσίαν ἠξίου, δεδιττόμενος μὲν, ἢν ἀπειθήσῃ, χρήμασι δὲ αὐτὸν δωρήσασθαι μεγάλοις 7.12.19 ἐπαγγελλόμενος, ἤν γε ταῦτα ἐπιτελοίη. ἐπεί τέ οἱ πρὸς Κυπριανοῦ οὐδὲν προὐχώρει, τῶν ἐκείνου δορυφόρων ἕνα, Οὔλιφον ὄνομα, χρήμασιν ἀναπείθει 7.12.20 δόλῳ τὸν ἄνθρωπον διαχρήσασθαι. Οὔλιφος μὲν οὖν μόνῳ τῷ Κυπριανῷ ἐντυχὼν ἔκτεινέ τε αὐτὸν καὶ παρὰ Τουτίλαν φεύγων ᾤχετο. οὐδὲν δὲ ἧσσον οἱ Κυπριανοῦ στρατιῶται βασιλεῖ τὴν πόλιν ἐφύλασσον, διὸ δὴ Γότθοι ἐνθένδε ἀναχωρεῖν ἔγνωσαν. 7.13.1 Μετὰ δὲ Τουτίλας ἐπὶ Ῥώμην ᾔει, καὶ ἐπεὶ ἀγχοῦ ἐγένετο, ἐς πολιορκίαν καθίστατο. τοὺς μέντοι γεωργοὺς οὐδὲν ἄχαρι ἀνὰ πᾶσαν τὴν Ἰταλίαν εἰργάσατο, ἀλλὰ τὴν γῆν ἀδεῶς ἐκέλευεν, ᾗπερ εἰώθασιν, ἐς ἀεὶ γεωργεῖν, τοὺς φόρους αὐτῷ ἀποφέροντας ὅσους τὸ πρότερον ἔς τε τὸ δημόσιον καὶ ἐς τοὺς κεκτη7.13.2 μένους ἀποφέρειν ἠξίουν. Γότθων δέ τινων ἄγχιστα τοῦ Ῥώμης περιβόλου ἀφικομένων Ἀρτασίρης τε καὶ Βαρβατίων, πολλούς τε τῶν ἑπομένων ἐπαγαγόμενοι, Βέσσα ὡς ἥκιστα ἐπαινοῦντος, ἐπεκδρομὴν ἐπ' αὐτοὺς 7.13.3 ἐποιήσαντο. καὶ πολλοὺς μὲν εὐθὺς ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐς φυγὴν ἔτρεψαν. οἷς δὴ ἐπισπόμενοι, ἔς τε τὴν δίωξιν ἐπὶ πλεῖστον ἐκπεπτωκότες ἐνέδραις 7.13.4 ὑπὸ τῶν πολεμίων ἐνέτυχον. οὗ δὴ τοὺς πλείστους ἀποβαλόντες αὐτοὶ ξὺν ὀλίγοις τισὶ διέφυγον μόλις, καὶ τὸ λοιπὸν ἐπεξιέναι τοῖς ἐναντίοις, καίπερ ἐγκει7.13.5 μένοις, οὐκέτι ἐτόλμων. καὶ ἀπ' αὐτοῦ λιμός τις ἀκριβὴς τοὺς Ῥωμαίους ἐπίεζεν, οὐκέτι