166
ἔκτεινον, πολλοὺς δὲ παρὰ Γερ4.18.16 μανὸν ζωγρήσαντες ἦγον. ὅσοι μέντοι οὐκ ἔφθησαν εἰς τὸν ἱππόδρομον ἥκοντες, οὐδεμίαν αἴσθησιν τῆς 4.18.17 ἐπὶ Μαξιμίνῳ παρέσχοντο γνώμης. Γερμανὸς δὲ αὐτοὺς μὲν διερευνᾶσθαι οὐκέτι ἠξίου, ἀνεπυνθάνετο δὲ εἰ Μαξιμίνῳ, ἐπειδὴ ὠμωμόκει, τὰ ἐς τὴν ἐπιβουλὴν 4.18.18 ἤσκητο. ἐληλεγμένον τε ὡς ἐν τοῖς αὐτοῦ δορυφόροις ταττόμενος τὴν ἐπίθεσιν ἔτι μᾶλλον ποιοίη, ἄγχιστά πη αὐτὸν τοῦ Καρχηδόνος περιβόλου ἀνεσκολόπισεν οὕτω τε τὴν στάσιν παντάπασιν καταλύειν ἔσχε. Μαξιμίνου μὲν ἡ ἐπιβουλὴ ἐτελεύτησεν ὧδε. 4.19.1 Γερμανὸν δὲ ξύν τε Συμμάχῳ καὶ ∆ομνίκῳ μεταπεμψάμενος βασιλεὺς Σολόμωνι αὖθις ἅπαντα Λιβύης τὰ πράγματα ἐνεχείρισε, τρισκαιδέκατον ἔτος τὴν αὐτοκράτορα ἔχων ἀρχήν· στράτευμά τε αὐτῷ παρασχόμενος καὶ ἄρχοντας ἄλλους τε καὶ Ῥουφῖνον καὶ Λεόντιον, τοὺς Ζαύνα τοῦ Φαρεσμάνου, καὶ 4.19.2 Ἰωάννην τὸν Σισινιόλου υἱόν. Μαρτῖνος γὰρ καὶ Βαλεριανὸς ἤδη πρότερον ἐς Βυζάντιον μετάπεμπτοι 4.19.3 ἦλθον. Σολόμων δὲ καταπλεύσας ἐς Καρχηδόνα καὶ τῆς Στότζα στάσεως ἀπαλλαγεὶς μετρίως τε ἐξηγεῖτο καὶ Λιβύην ἀσφαλῶς διεφύλασσε, διακοσμῶν τε τὸν στρατὸν καὶ εἴ τι μὲν ὕποπτον ἐν αὐτῷ εὕρισκεν, ἔς τε Βυζάντιον καὶ παρὰ Βελισάριον πέμπων, νέους δὲ στρατιώτας εἰς τὸν ἐκείνων ἀριθμὸν καταλέγων καὶ Βανδίλων τοὺς ἀπολελειμμένους καὶ οὐχ ἥκιστά γε αὐτῶν γυναῖκας ἁπάσας ὅλης ἐξοικίζων Λιβύης· πόλιν τε ἑκάστην περιέβαλε τείχει καὶ τοὺς νόμους ξὺν ἀκριβείᾳ φυλάξας πολλῇ τὴν πολιτείαν ὡς μάλιστα 4.19.4 διεσώσατο. καὶ ἐγένετο Λιβύη ἐπ' ἐκείνου χρημάτων τε προσόδῳ δυνατὴ καὶ τὰ ἄλλα εὐδαίμων. 4.19.5 Ἐπεὶ δὲ ἅπαντά οἱ ὡς ἄριστα διετέτακτο, ἐπί τε Ἰαύδαν καὶ τοὺς ἐν Αὐρασίῳ Μαυρουσίους αὖθις 4.19.6 ἐστράτευε. καὶ πρῶτα μὲν Γόνθαριν, τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα, ἄνδρα ἀγαθὸν τὰ πολέμια, ξὺν στρα4.19.7 τεύματι ἔπεμψεν. ὃς δὴ ἐς Ἀβίγαν ποταμὸν ἀφικόμενος ἐστρατοπεδεύσατο ἀμφὶ Βάγαϊν, πόλιν ἔρημον. 4.19.8 ἐνταῦθά τε τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ ἡσσηθεὶς ἔς τε τὸ χαράκωμα ἀποχωρήσας τῇ Μαυρου4.19.9 σίων προσεδρείᾳ ἐπιέζετο ἤδη. ἔπειτα δὲ καὶ αὐτὸς τῷ παντὶ στρατῷ ἀφικόμενος, ἐπειδὴ σταδίοις ἑξήκοντα τοῦ στρατοπέδου ἀπεῖχεν, οὗ Γόνθαρις ἡγεῖτο, χαράκωμά τε ποιησάμενος αὐτοῦ ἔμενε καὶ τὰ ξυμπεσόντα τοῖς ἀμφὶ Γόνθαριν ἅπαντα ἀκούσας μοῖράν τε αὐτοῖς τοῦ στρατοῦ ἔπεμψε καὶ θαρσοῦντας ἐκέλευε διαμάχε4.19.10 σθαι τοῖς πολεμίοις. οἱ δὲ Μαυρούσιοι καθυπέρτεροι ἐν τῇ ξυμβολῇ, ὥσπερ ἐρρήθη, γενόμενοι ἐποίουν τάδε. 4.19.11 Ἀβίγας ὁ ποταμὸς ῥεῖ μὲν ἐκ τοῦ Αὐρασίου, κατιὼν δὲ ἐς πεδίον ἀρδεύει τὴν γῆν οὕτως ὅπως ἂν βου4.19.12 λομένοις ᾖ τοῖς ταύτῃ ἀνθρώποις. περιάγουσι γὰρ τὸ ῥεῦμα τοῦτο οἱ ἐπιχώριοι ὅποι ποτὲ σφίσιν ἐς τὸ παραυτίκα ξυνοίσειν οἴονται, ἐπεὶ ἐν τῷδε τῷ πεδίῳ ἀπώρυγες συχναὶ τυγχάνουσιν οὖσαι, ἐς ἃς δὴ ὁ Ἀβίγας σχιζόμενός τε καὶ ἐς πάσας ἰὼν ὑπὸ γῆν φέρεται καὶ 4.19.13 αὖθις ὑπὲρ γῆν διαφαίνεται, ξυνάγων τὸ ῥεῦμα. τοῦτό τε ἐπὶ πλεῖστον τοῦ πεδίου ξυμβαῖνον ἐν ἐξουσίᾳ τοῖς ταύτῃ ᾠκημένοις τίθεται εἶναι, ἐπιβύσασι χώματι τοὺς ῥωχμοὺς ἢ αὖθις αὐτοὺς ἀποκαλύψασι τοῖς ὕδασι τοῦ 4.19.14 ποταμοῦ τοῦδε ὅ τι βούλοιντο χρῆσθαι. τότε οὖν ἁπάσας οἱ Μαυρούσιοι τὰς ἐκείνῃ ἀπώρυγας ἀποφράξαντες ἀφιᾶσι τὸ ῥεῦμα ὅλον φέρεσθαι ἀμφὶ τὸ τῶν 4.19.15 Ῥωμαίων στρατόπεδον. ἀφ' οὗ δὴ τέλμα βαθὺ γεγονὸς καὶ ἀπόρευτον ἐξέπληξέ τε αὐτοὺς ὅτι μάλιστα 4.19.16 καὶ ἐς ἀπορίαν κατέστησε. ταῦτα ἀκούσας Σολόμων κατὰ τάχος ᾔει. οἱ δὲ βάρβαροι δείσαντες ἀναχωροῦσιν ἐς τοῦ Αὐρασίου τὸν πρόποδα. καὶ ἐν χώρῳ, ὃν Βάβωσιν καλοῦσι, στρατοπεδευσάμενοι ἔμενον. ἄρας τε 4.19.17 Σολόμων τῷ παντὶ στρατῷ ἐνταῦθα ἧκε. καὶ τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν κρατήσας τε παρὰ πολὺ 4.19.18 αὐτῶν ἐς φυγὴν ἔτρεψε. καὶ ἀπ' αὐτοῦ οἱ Μαυρούσιοι μάχην μὲν ἐκ τοῦ ἀντιπάλου πρὸς Ῥωμαίους διενεγκεῖν ἀξύμφορον σφίσιν ᾤοντο εἶναι· οὐ γὰρ αὐτῶν περιέσεσθαι τῇ μάχῃ ἤλπιζον· ἐς δὲ τοῦ Αὐρασίου τὴν δυσχωρίαν ἐλπίδα εἶχον ἀπολέγοντας τῇ ταλαιπωρίᾳ Ῥωμαίους