350
περιέσονται ἡμῶν τῷ πολέμῳ. 8.8.11 «ἀλλὰ μηδὲ ἄχρι τοῦ λόγου προϊέτω μοι τὰ τῆς Περ»σῶν πείρας, μηδὲ διαλιπέτω τὸ Λαζῶν ὄνομα. οὐ χα»λεπὸς δὲ, ὦ ἄνδρες, ἡμῖν ὁ πρὸς Μήδους ἀγὼν, πολ»λάκις αὐτοῖς καὶ ἐς χεῖρας ἐλθοῦσι καὶ ὑπερβαλλομένοις 8.8.12 «τῇ μάχῃ. τῷ γὰρ ξυνειθισμένῳ τὸ δύσκολον οὐδαμῆ «πάρεστι, προδαπανηθείσης τῆς τοῦ ἔργου ταλαιπωρίας «μελέτῃ καὶ πείρᾳ. ὥστε διὰ τοῦτο καὶ καταφρονεῖν «τῶν πολεμίων ἅτε νενικημένων ἐν ξυμβολαῖς καὶ οὐχ 8.8.13 «ὁμοίως θρασυνομένων ἡμᾶς δεήσει. φρόνημα γὰρ «δουλωθὲν ἅπαξ παλινδρομεῖν ἥκιστα εἴωθε. ταῦτα «τοίνυν ἐκλογιζόμενοι μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς «ἐναντίοις ὁμόσε χωρεῖτε.» 8.8.14 Τοσαῦτα Γουβάζης εἰπὼν ἐξῆγε τὸ Λαζῶν στράτευμα, καὶ ἐτάξαντο ὧδε. πρῶτοι μὲν οἱ Λαζῶν ἱππεῖς τεταγμένοι ἀπ' ἐναντίας ᾔεσαν, ὄπισθεν δὲ οὐκ ἄγχιστά πη, ἀλλ' ὡς ἀπωτάτω, ἡ Ῥωμαίων ἵππος αὐτοῖς εἵπετο. 8.8.15 τούτων δὲ δὴ τῶν Ῥωμαίων ἡγοῦντο Φιλήγαγός τε, Γήπαις γένος, δραστήριος ἀνὴρ, καὶ Ἰωάννης Ἀρμένιος,διαφερόντως ἀγαθὸς τὰ πολέμια, Θωμᾶ υἱὸς, ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, οὗ δὴ κἀν τοῖς ἔμπροσθεν 8.8.16 λόγοις ἐμνήσθην. ἐν ὑστέρῳ δὲ Γουβάζης τε ὁ Λαζῶν βασιλεὺς καὶ ∆αγισθαῖος ὁ Ῥωμαίων στρατηγὸς ξὺν τοῖς ἀμφοτέρων πεζοῖς εἵποντο, λογισάμενοι ὡς, εἰ τοῖς ἱππεῦσι τραπῆναι ξυμβαίη, ἐς αὐτοὺς ῥᾷστα σω8.8.17 θήσονται. Ῥωμαῖοι μὲν οὖν καὶ Λαζοὶ τῷ τρόπῳ τούτῳ ἐτάξαντο, Χοριάνης δὲ ἄνδρας μὲν χιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος τεθωρακισμένους τε καὶ τὰ ἄλλα ἐξωπλισμένους ὡς ἄριστα, πρόσω ἐπὶ κατασκοπῇ ἔπεμψεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ὄπισθεν ᾔει, φυλακτήριον ὀλίγων τινῶν ἐν τῷ στρατο8.8.18 πέδῳ ἀπολιπών. προτερήσασα δὲ ἡ Λαζῶν ἵππος ἀτιμάζει τὰς ἐπαγγελίας οἷς ἔδρασεν, ἐπὶ τῶν ἔργων 8.8.19 διαβαλοῦσα τὰς πρόσθεν ἐλπίδας. τοῖς γὰρ τῶν πολεμίων προδρόμοις ἐντετυχηκότες ἐξαπιναίως οὐκ ἐνεγκόντες τε τὴν αὐτῶν ὄψιν, τρέψαντες αὐτίκα τοὺς ἵππους, κόσμῳ οὐδενὶ ὀπίσω ἀνέστρεφον, τοῖς τε Ῥωμαίοις ἐπειγόμενοι ἀνεμίγνυντο, ἐς αὐτοὺς οὐκ ἀπαξιοῦντες καταφυγεῖν, οἷς δὴ ξυντάσσεσθαι τὰ πρότερα ὤκνουν. 8.8.20 ἐπειδὴ δὲ ἀμφότεροι ἀλλήλων ἄγχιστα ἵκοντο, χειρῶν μὲν τὰ πρότερα οὐδέτεροι ἦρχον οὐδὲ ξυνέμισγον, ἀλλὰ τῶν ἐναντίων ἑκάτεροι ἐπιόντων μὲν ἀνεπόδιζον, ὑποχωρούντων δὲ ἐπεβάτευον, ἔς τε ὑπαγωγὰς καὶ παλινδιώξεις καὶ ἀγχιστρόφους μεταβολὰς πολύν τινα κατέτριψαν χρόνον. 8.8.21 Ἦν δέ τις Ἀρταβάνης ὄνομα ἐν τούτῳ τῷ Ῥωμαίωνστρατῷ, Περσαρμένιος γένος, ὅσπερ ἐς Ἀρμενίους τοὺς Ῥωμαίων κατηκόους πολλῷ πρότερον ἀπηυτομοληκὼς ἔτυχεν, οὐχ ἁπλῶς, ἀλλὰ φόνῳ Περσῶν εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν μαχίμων, Ῥωμαίοις τὴν ἐς αὐτοὺς 8.8.22 πίστιν πεποιημένος ἐχέγγυον. Βαλεριανῷ γὰρ τότε στρατηγοῦντι ἐν Ἀρμενίοις ἐς ὄψιν ἐλθὼν ἄνδρας πεντήκοντα Ῥωμαίους οἱ αὐτῷ διδόναι ἐδεῖτο. τυχών τε ὧνπερ ἐβούλετο, ἐς φρούριον ἐν Περσαρμενίοις 8.8.23 κείμενον ᾔει. οὗ δὴ ἑκατόν τε καὶ εἴκοσι Περσῶν φυλακτήριον ὑπὸ τῷ φρουρίῳ αὐτὸν ξὺν τοῖς ἑπομένοις ἐδέξαντο, οὔπω ἔνδηλον ὄντα ὅτι δὴ μεταπο8.8.24 ρευθεὶς τὴν πολιτείαν νεωτερίζει. ὁ δὲ τούς τε εἴκοσι καὶ ἑκατὸν κτείνας καὶ ξύμπαντα ληϊσάμενος τὰ ἐν τῷ φρουρίῳ χρήματα, μεγάλα ὑπερφυῶς ὄντα, παρὰ Βαλεριανὸν καὶ τὸ Ῥωμαίων στράτευμα ἦλθε, πιστός τε σφίσιν ἀπ' αὐτοῦ φανεὶς Ῥωμαίοις τὸ λοιπὸν ξυνεστρά8.8.25 τευεν. οὗτος Ἀρταβάνης ἐν ταύτῃ τῇ μάχῃ δύο ξὺν αὑτῷ τῶν Ῥωμαίων στρατιωτῶν ἐπαγόμενος ἐν μεταιχμίῳ ἐγένετο, οὗ δὴ ἀφίκοντο καὶ τῶν πολεμίων 8.8.26 τινές. ἐφ' οὓς Ἀρταβάνης ὁρμήσας, τῶν Περσῶν ἕνα, ψυχῆς τε ἀρετῇ καὶ σώματος ἀλκῇ ἐπιεικῶς μέγαν, τῷ δόρατι εὐθὺς ἔκτεινεν, ἔκ τε τοῦ ἵππου ῥίψας 8.8.27 προσουδίζει χαμαί. τῶν δέ τις βαρβάρων παρὰ τῷ πεπτωκότι ἑστὼς ξίφει κατὰ κόρρης τὸν Ἀρταβάνην ἐπάταξεν οὐ καιρίαν πληγήν. ἅτερός τε τῶν τῷ Ἀρταβάνῃ ἐπισπομένων, Γότθος γένος, τοῦτον δὴ τὸν ἄνδρα, τὴν χεῖρα ἔτι ἐν τῇ τοῦ Ἀρταβάνου κεφαλῇ ἔχοντα, κατὰ λαγόνα ἐπιτυχὼν τὴν εὐώνυμον διεχρή8.8.28 σατο. καὶ οἱ χίλιοι τοῖς ξυμπεπτωκόσιν ἐκπεπληγμένοι