184
κατωρρώδησε τὴν τῶν Γότθων ἐπιβουλὴν οὔτε οἷα γυνὴ ἐμαλθακίσθη, ἀλλ' ἔτι τὸ βασιλικὸν ἀξίωμα ἐνδεικνυμένη, τρεῖς ἀπολέξασα τοὺς ἐν τοῖς βαρβάροις λογιμωτάτους τε καὶ αὐτῇ αἰτιωτάτους τῆς στάσεως, ἐκέλευεν ἐς τὰς τῆς Ἰταλίας ἐσχατιὰς ἰέναι, οὐχ ἅμα μέντοι, ἀλλ' ὡς πορρωτάτω ἀλλήλων· τῷ δὲ λόγῳ ἐστέλλοντο, ἐφ' ᾧ τὴν χώραν φυλάξωσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου. 5.2.22 ἀλλ' οὐδέν τι ἧσσον οἱ ἄνδρες οὗτοι διά τε τῶν φίλων 5.2.22 καὶ τῶν ξυγγενῶν (ξυνῄεσαν γὰρ ἔτι καὶ μακρὰν ὁδὸν πορευόμενοι ἐς αὐτοὺς ἅπαντες) Ἀμαλασούνθῃ τὰ ἐς τὴν ἐπιβουλὴν ἐξηρτύοντο. ἅπερ οὐκέτι φέρειν ἡ 5.2.23 γυνὴ οἵα τε οὖσα ἐπενόει τοιάδε. πέμψασα ἐς Βυζάντιον Ἰουστινιανοῦ βασιλέως ἀνεπυνθάνετο εἴπερ αὐτῷ βουλομένῳ εἴη Ἀμαλασοῦνθαν τὴν Θευδερίχου παρ' αὐτὸν ἥκειν. βούλεσθαι γὰρ αὐτὴν ἐξ Ἰταλίας ἀπαλ5.2.24 λάσσεσθαι ὅτι τάχιστα. βασιλεὺς δὲ τῷ λόγῳ ἡσθεὶς ἐλθεῖν τε τὴν γυναῖκα ἐκέλευε καὶ τῶν Ἐπιδάμνου οἴκων τὸν κάλλιστον ἐν παρασκευῇ ἐπέστελλε γενέσθαι, ὅπως ἐπειδὰν Ἀμαλασοῦνθα ἐνταῦθα ἴοι, καταλύοι τε αὐτόσε καὶ χρόνον διατρίψασα ὅσον ἂν αὐτῇ βουλο5.2.25 μένῃ εἴη, οὕτω δὴ κομίζηται ἐς Βυζάντιον. ταῦτα ἐπεὶ Ἀμαλασοῦνθα ἔγνω, ἄνδρας ἀπολέξασα Γότθους, δραστηρίους τε καὶ αὐτῇ ἐς τὰ μάλιστα ἐπιτηδείους ἔστελλεν ἐφ' ᾧ τοὺς τρεῖς ἀποκτενοῦσιν, ὧν ἄρτι ἐμνήσθην ἅτε τῆς στάσεως αἰτιωτάτους αὐτῇ γενομένους. 5.2.26 αὐτὴ δὲ ἄλλα τε χρήματα καὶ τετρακόσια χρυσοῦ κεντηνάρια ἐν νηὶ μιᾷ ἐνθεμένη, ἐς ταύτην τε ἐμβιβάσασα τῶν οἱ πιστοτάτων τινὰς, πλεῖν μὲν ἐκέλευσεν εἰς Ἐπίδαμνον, ἀφικομένους δὲ ὁρμίζεσθαι μὲν ἐν τῷ ταύτης λιμένι, τῶν δὲ φορτίων, ἕως αὐτὴ ἐπιστέλλοι, 5.2.27 μηδ' ὁτιοῦν ἐκφορεῖν τῆς νεώς. ἔπρασσε δὲ ταῦτα, ὅπως, ἢν μὲν ἀπολωλέναι τοὺς τρεῖς πύθηται, μένοι τε αὐτοῦ καὶ τὴν ναῦν μεταπέμποιτο, οὐδὲν ἔτι ἔχουσα πρὸς τῶν ἐχθρῶν δέος· ἢν δὲ αὐτῶν τινα περιεῖναι ξυμβαίνῃ, οὐδεμιᾶς οἱ ἀγαθῆς ἀπολελειμμένης ἐλπίδος, πλέοι τε κατὰ τάχος καὶ ἐς γῆν τὴν βασιλέως ξὺν τοῖς 5.2.28 χρήμασι διασώζοιτο. τοιαύτῃ μὲν γνώμῃ Ἀμαλασοῦνθα ἐς Ἐπίδαμνον τὴν ναῦν ἔπεμπε, καὶ ἐπεὶ ἀφίκετο ἐς τὸν Ἐπιδαμνίων λιμένα, οἱ τὰ χρήματα ἔχοντες τὰ 5.2.29 ἐντεταλμένα ἐποίουν. ὀλίγῳ δὲ ὕστερον Ἀμαλασοῦνθα, τῶν φόνων οἱ ἐξειργασμένων ᾗπερ ἐβούλετο, τήν τε ναῦν μετεπέμπετο καὶ μένουσα ἐπὶ Ῥαβέννης τὴν ἀρχὴν ὡς ἀσφαλέστατα ἐκρατύνατο. 5.3.1 Ἦν δέ τις ἐν Γότθοις Θευδάτος ὄνομα, τῆς Θευδερίχου ἀδελφῆς Ἀμαλαφρίδης υἱὸς, πόρρω που ἤδη ἡλικίας ἥκων, λόγων μὲν Λατίνων μεταλαχὼν καὶ δογμάτων Πλατωνικῶν, πολέμων δὲ ἀμελετήτως παντάπασιν ἔχων, μακράν τε ἀπολελειμμένος τοῦ δραστηρίου, 5.3.2 ἐς μέντοι φιλοχρηματίαν δαιμονίως ἐσπουδακώς. οὗτος ὁ Θευδάτος πλείστων μὲν τῶν ἐν Τούσκοις χωρίων κύριος ἐγεγόνει, βιαζόμενος δὲ καὶ τὰ λειπόμενα τοὺς κεκτημένους ἀφαιρεῖσθαι ἐν σπουδῇ εἶχε. γείτονα γὰρ 5.3.3 ἔχειν συμφορά τις Θευδάτῳ ἐδόκει εἶναι. ταύτην αὐτῷ Ἀμαλασοῦνθα τὴν προθυμίαν ἀναστέλλειν ἠπείγετο, καὶ ἀπ' αὐτοῦ ἤχθετό τε αὐτῇ ἐς ἀεὶ καὶ χαλεπῶς 5.3.4 εἶχεν. ἐβουλεύετο οὖν Ἰουστινιανῷ βασιλεῖ Τουσκίαν ἐνδοῦναι, ἐφ' ᾧ χρήματά τε πολλὰ καὶ βουλῆς πρὸς αὐτοῦ ἀξίωμα κομισάμενος ἐν Βυζαντίῳ τὸ λοιπὸν 5.3.5 διατρίβοι. ταῦτα Θευδάτου βεβουλευμένου πρέσβεις ἐκ Βυζαντίου παρὰ τὸν Ῥώμης ἀρχιερέα ἧκον, ὅ τε τῆς Ἐφέσου ἱερεὺς Ὑπάτιος καὶ ∆ημήτριος ἐκ τῶν ἐν Μακεδόσι Φιλίππων, δόξης ἕνεκεν, ἣν Χριστιανοὶ ἐν 5.3.6 σφίσιν αὐτοῖς ἀντιλέγουσιν ἀμφιγνοοῦντες. τὰ δὲ ἀντιλεγόμενα ἐγὼ ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι. ἀπονοίας γὰρ μανιώδους τινὸς ἡγοῦμαι εἶναι διερευνᾶσθαι τὴν τοῦ θεοῦ φύσιν, ὁποία ποτέ ἐστιν. 5.3.7 ἀνθρώπῳ γὰρ οὐδὲ τὰ ἀνθρώπεια ἐς τὸ ἀκριβὲς οἶμαι καταληπτὰ, μή τί γε δὴ τὰ εἰς θεοῦ φύσιν ἥκοντα. ἐμοὶ μὲν οὖν ταῦτα ἀκινδύνως σεσιωπήσθω μόνῳ τῷ 5.3.8 μὴ ἀπιστεῖσθαι τὰ τετιμημένα. ἐγὼ γὰρ οὐκ ἂν οὐδὲν ἄλλο περὶ θεοῦ ὁτιοῦν εἴποιμι ἢ ὅτι ἀγαθός τε παντάπασιν εἴη καὶ ξύμπαντα ἐν τῇ ἐξουσίᾳ τῇ αὑτοῦ 5.3.9 ἔχει. λεγέτω δὲ ὥς πη ἕκαστος γινώσκειν